# In Acta apostolorum (homiliae 1-55) 3.1-9

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55), Ἰδὼν δὲ, φησὶ, Πέτρος, ἀπεκρίνατο πρὸς τὸν λαόν· Ἄνδρες Ἰσραηλῖται, τί θαυμάζετε ἐπὶ τούτῳ, ἢ ἡμῖν τί ἀτενίζετε, ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν;. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-acta-apostolorum-homiliae-1-55/3.1-9

Ὅρα πάλιν λανθανόντως πῶς περὶ τῆς δυνάμεως αὐτοῦ διαλέγεται, δεικνὺς, ὅτι ἑαυτὸν ἤγειρε· καθάπερ ἐν τῇ προτέρᾳ δημηγορίᾳ ἔλεγε· Καθότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπ' αὐτοῦ· καὶ ἐνταῦθα, Τὸν δὲ ἀρχηγὸν, φησὶ, τῆς ζωῆς ἀπεκτείνατε. Οὐκ ἄρα παρ' ἑτέρου ἔσχε τὸ ζῇν. Ὥσπερ ἀρχηγὸς τῆς κακίας αὐτὸς ἂν εἴη ὁ τὴν κακίαν τεκὼν, καὶ ἀρχηγὸς φόνου ὁ τὸν φόνον πρῶτος εἰσαγαγών· οὕτω καὶ ἀρχηγὸς ζωῆς ὁ παρ' ἑαυτοῦ τὴν ζωὴν ἔχων. Ὃν ὁ Θεὸς ἤγειρε, φησίν. Ἐπειδὴ τοῦτο ἐφθέγξατο, ἐπήγαγε· Καὶ ἐπὶ τῇ πίστει τοῦ ὀνόματος αὐτοῦ τοῦτον, ὃν θεωρεῖτε καὶ οἴδατε, ἐστερέωσε τὸ ὄνομα αὐτοῦ· καὶ ἡ πίστις ἡ δι' αὐτοῦ ἔδωκεν αὐτῷ τὴν ὁλοκληρίαν ταύτην. Καὶ μὴν ἐὰν ἡ εἰς αὐτόν ἐστι πίστις ἡ τὸ πᾶν ἐργασαμένη, καὶ ὅτι εἰς αὐτὸν ἐπίστευσε, τίνος ἕνεκεν οὐκ εἶπεν, Διὰ τοῦ ὀνόματος, ἀλλ', Ἐν τῷ ὀνόματι; Ὅτι οὔπω ἐθάῤῥουν εἰπεῖν, Ἡ εἰς αὐτὸν πίστις. Ἵνα δὲ μὴ τὸ, Δι' αὐτοῦ, ταπεινὸν ᾖ, ἐπήγαγε· Καὶ τὸ ὄνομα αὐτοῦ ἐστερέωσεν αὐτόν. Καὶ τοῦτο πρότερον εἰπὼν, τότε φησί· Καὶ ἡ πίστις ἡ δι' αὐτοῦ ἔδωκεν αὐτῷ τὴν ὁλοκληρίαν ταύτην. Ὅρα, πῶς δείκνυσιν, ὅτι καὶ ἐκεῖνο συγκαταβαίνων εἶπεν. Οὐ γὰρ ἂν ἑτέρου ἐδεήθη πρὸς ἀνάστασιν, οὗ τὸ ὄνομα χωλὸν οὐδὲν νεκροῦ διαφέροντα ἤγειρε. Σκόπει, πῶς πανταχοῦ τὰς μαρτυρίας αὐτῶν ἐπισπᾶται. Ἀνωτέρω μὲν γὰρ ἔλεγε· Καθὼς καὶ αὐτοὶ οἴδατε· καὶ, Ἐν μέσῳ ὑμῶν· καὶ πάλιν, Ὃν θεωρεῖτε καὶ οἴδατε, ἀπέναντι πάντων ὑμῶν. Καίτοι ἐν τῷ ὀνόματι αὐτοῦ οὐκ ᾔδεσαν, ὅτι ὑγιὴς ἕστηκεν, ἀλλὰ τοῦτο ᾔδεσαν, ὅτι χωλὸς ἦν. Καὶ αὐτοὶ δὲ οἱ πεποιηκότες ὡμολόγουν, ὅτι οὐκ ἰδίᾳ δυνάμει, ἀλλὰ τῇ τοῦ Χριστοῦ ἐστερέωτο. Εἰ δὲ μὴ τοῦτο ἦν, καὶ ὄντως πεπεισμένοι ἦσαν, ὅτι ἀνέστη, οὐκ ἂν ἠθέλησαν τοῦ νεκροῦ τὴν δόξαν στῆσαι μᾶλλον ἢ τὴν ἑαυτῶν, καὶ ταῦτα ἐκείνων πρὸς αὐτοὺς ὁρώντων. Εἶτα πεφοβημένας αὐτῶν τὰς ψυχὰς εὐθέως τῇ τῶν ἀδελφῶν προσηγορίᾳ παρεμυθήσατο, εἰπών· Ἄνδρες ἀδελφοί. Ἐκεῖ μὲν γὰρ οὐδὲν περὶ ἑαυτῶν εἶπεν, ἀλλὰ μόνον περὶ τοῦ Χριστοῦ, Ἀσφαλῶς οὖν γινωσκέτω, λέγων, πᾶς οἶκος Ἰσραήλ· ἐνταῦθα δὲ καὶ παραίνεσιν προσάγει. Ἐκεῖ ἀνέμενεν αὐτοὺς εἰπεῖν· ἐνταῦθα ᾔδει πόσον εἰργάσαντο, καὶ ὡς οὗτοι μᾶλλον ἦσαν ᾠκειωμένοι. Καὶ μὴν τὰ ἄνω εἰρημένα οὐκ ἦν ἀγνοίας. Τὸ γὰρ τὸν λῃστὴν αἰτῆσαι, τὸ τὸν κριθέντα ἀπολυθῆναι μὴ λαβεῖν, τὸ καὶ θελῆσαι ἀνελεῖν, ποίας ἀγνοίας; Ἀλλ' ὅμως δίδωσιν αὐτοῖς ἐξουσίαν ἀρνήσασθαι, καὶ μεταγνῶναι ἐπὶ τοῖς γεγενημένοις· μᾶλλον δὲ καὶ ἀπολογίαν ὑπὲρ αὐτῶν συντίθησιν εὐπρόσωπον, καὶ λέγει· Ὅτι μὲν οὖν ἀθῷον ἀνῃρεῖτε, ᾔδειτε· ὅτι δὲ τὸν ἀρχηγὸν τῆς ζωῆς, ἴσως ἠγνοεῖτε. Καὶ ἐντεῦθεν οὐκ αὐτοὺς μόνους ἀφίησιν ἐγκλημάτων, ἀλλὰ καὶ τοὺς τῶν κακῶν ἀρχιτέκτονας. Ἦ γὰρ ἂν φιλονεικοτέρους αὐτοὺς ἐποίησεν, εἴ γε εἰς κατηγορίαν τὸν λόγον ἐξήγαγεν. Ὁ γάρ τι δεινὸν ἐργασάμενος, ὅταν τις κατηγορῇ, πειρώμενος ἀπολογεῖσθαι, σφοδρότερος γίνεται. Καὶ οὐ λέγει λοιπὸν, ὅτι Ἐσταυρώσατε, ἐφονεύσατε· ἀλλ', Ἐπράξατε, ἐπὶ συγγνώμην αὐτοὺς ἄγων. Εἰ ἐκεῖνοι κατὰ ἄγνοιαν, πολλῷ μᾶλλον οὗτοι· εἰ ἐκεῖνοι ἀφίενται, πολλῷ μᾶλλον οὗτοι. Τὸ δὲ θαυμαστὸν, ὅτι καὶ ἄνω καὶ ἐνταῦθα εἰπὼν, ἐκεῖ μὲν, Τῇ ὡρισμένῃ βουλῇ καὶ προγνώσει, ἐνταῦθα δὲ, ὅτι Προκατήγγειλε πᾶσι τὸν Χριστὸν, οὐδαμοῦ παράγει μαρτυρίαν, διότι ἑκάστη αὐτῶν μετὰ πολλῶν ἐγκλημάτων, καὶ τῆς κολάσεως τῆς κατ' αὐτῶν εἴρηται. Καὶ δώσω, φησὶ, τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ, καὶ τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου αὐτοῦ· καὶ πάλιν, Ἃ προκατήγγειλε, φησὶ, διὰ στόματος πάντων τῶν προφητῶν παθεῖν αὐτὸν, ἐπλήρωσεν οὕτω. Μεγάλην δείκνυσι τὴν βουλὴν, εἴ γε πάντες τοῦτο ἔλεγον, καὶ οὐχ εἷς μόνος. Οὐ μὴν ἐπειδὴ κατὰ ἄγνοιαν γέγονε, παρὰ τὸ τῷ Θεῷ δοκοῦν γέγονεν. Ὅρα, πόση τοῦ Θεοῦ ἡ σοφία, ὅταν ταῖς ἑτέρων πονηρίαις εἰς τὸ δέον ᾖ κατακεχρημένη. Ἐπλήρωσε φησίν. Ἵνα μὴ νομίσωσι λοιπὸν ὑπολείπεσθαί τι, τοῦτο ἐπήγαγε, δηλῶν ὅτι ὅσα παθεῖν ἔδει, πεπλήρωται. Ἀλλὰ μὴ νομίσητε, ἐπειδὴ οἱ προφῆται ταῦτα εἶπον, καὶ ἐπειδὴ κατὰ ἄγνοιαν ἐπράξατε. ὅτι ἀρκεῖ εἰς ἀπολογίαν ὑμῖν τοῦτο. Ἀλλ' οὐ λέγει οὕτως, ἀλλὰ πραότερον· Μετανοήσατε οὖν. Διὰ τί; Εἰς τὸ ἐξαλειφθῆναι ὑμῶν τὰς ἁμαρτίας. Οὐ λέγω τὰ ἐν τῷ σταυρῷ τετολμημένα· ἴσως ἐκεῖνα κατὰ ἄγνοιαν· ἀλλ' ὥστε τὰς ἑτέρας ὑμῶν ἁμαρτίας ἐξαλειφθῆναι. Εἶτα ἐπάγει· Ὅπως ἂν ἔλθωσιν ὑμῖν καιροὶ ἀναψύξεως. Ἐνταῦθα περὶ τῆς ἀναστάσεως διαλέγεται ἀμυδρῶς. Ὄντως γὰρ ἐκεῖνοι ἀναψύξεως καιροὶ, οὓς ἐπεζήτει καὶ Παῦλος, λέγων· Καὶ ἡμεῖς οἱ ὄντες ἐν τῷ σκήνει στενάζομεν βαρούμενοι. Εἶτα δεικνὺς, ὅτι αὐτὸς τῶν καιρῶν τῆς ἀναψύξεως αἴτιος, Καὶ ἀποστείλῃ, φησὶ, τὸν προκεχειρισμένον ὑμῖν Ἰησοῦν Χριστόν. Οὐκ εἶπεν, Ἐξαλειφθῇ ὑμῶν ἡ ἁμαρτία, ἀλλ', Αἱ ἁμαρτίαι, καὶ ἐκείνην αἰνιττόμενος, Ἀποστείλῃ. Τοῦτο εἰπὼν, οὐ λέγει πόθεν λοιπὸν, ἀλλὰ μόνον ἐπάγει, Ὃν δεῖ οὐρανὸν μὲν δέξασθαι. Ἀκμὴν δέξασθαι. Καὶ πῶς οὐκ εἶπεν, Ὃν οὐρανὸς ἐδέξατο; Τοῦτο ὡς περὶ τῶν ἄνω χρόνων διαλεγόμενος εἶπεν, Οὕτως ᾠκονόμηται, φησὶν, οὕτω συντέθειται· περὶ δὲ τῆς αἰωνίου ὑπάρξεως αὐτοῦ οὐδέπω φησὶν, ἀλλ' ἔτι τοῖς τῆς οἰκονομίας λόγοις ἐνδιατρίβει καὶ λέγει· Μωσῆς μὲν γὰρ εἶπε πρὸς τοὺς πατέρας, ὅτι Προφήτην ὑμῖν ἀναστήσει Κύριος. Εἶτα ἀνωτέρω εἰπὼν, Ἄχρι χρόνων ἀποκαταστάσεως πάντων, ὧν ἐλάλησεν ὁ Θεὸς διὰ στόματος πάντων τῶν ἁγίων αὐτοῦ προφητῶν ἀπ' αἰῶνος, αὐτὸν εἰσάγει λοιπὸν τὸν Χριστόν. Εἰ γὰρ πολλὰ προεῖπεν, αὐτοῦ δὲ ἀκούειν χρὴ, οὐκ ἄν τις ἁμάρτοι ταῦτα τοὺς προφήτας εἰρηκέναι λέγων.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg154.local001/.
