Ancient Greek · ~20 min
Ἐξιόντων δὲ αὐτῶν, παρεκάλουν εἰς τὸ μεταξὺ σάββατον λαληθῆναι αὐτοῖς τὰ ῥήματα ταῦτα.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 4.1-26
Not analysed yet
Καὶ ταὐτὸν γίνεται, οἷον ἂν εἴ τις πατὴρ πέρα τοῦ δέοντος μαλθακοῦ παιδίου, καίτοι ἀῤῥωστοῦντος, πλακοῦντα ἐπιδῷ καὶ ψυχρὸν καὶ ὅσα τέρπει μόνον, τῶν δὲ χρησίμων μηδεμίαν ἐπιμέλειαν ποιοῖτο· εἶτα ἐγκαλούμενος παρὰ τῶν ἰατρῶν, ἀπολογοῖτο λέγων· Τί πάθω; οὐκ ἀνέχομαι κλαῖον τὸ παιδίον ἰδεῖν. Ἄθλιε καὶ ταλαίπωρε καὶ προδότα· οὐ γὰρ ἂν πατέρα τὸν τοιοῦτον εἴποιμι· καὶ πόσῳ βέλτιον ἐν βραχεῖ λυπήσαντα, διαπαντὸς ὑγιείᾳ παραδοῦναι, ἢ τὴν πρόσκαιρον ταύτην χάριν, διηνεκοῦς ἀθυμίας ὑπόθεσιν ποιήσασθαι; Τοῦτο πάσχομεν καὶ ἡμεῖς, κάλλη λέξεων περιεργαζόμενοι καὶ συνθήκας καὶ ἁρμονίαν ὅπως ἥσωμεν, οὐχ ὅπως ὠφελήσωμεν· ὅπως θαυμασθῶμεν, οὐχ ὅπως διδάξωμεν· ὅπως τέρψωμεν, οὐχ ὅπως κατανύξωμεν· ὅπως κροτηθῶμεν καὶ ἐπαίνου τυχόντες ἀπέλθωμεν, οὐχ ὅπως τὰ ἤθη ῥυθμίσωμεν. Πιστεύσατέ μοι, οὐκ ἄλλως λέγω, ἐπειδὰν λέγων κροτῶμαι, παρ' αὐτὸν μὲν τὸν καιρὸν ἀνθρώπινόν τι πάσχω (τί γὰρ οὐκ ἄν τις εἴποι τὸ ἀληθές); καὶ γάννυμαι, καὶ διαχέομαι· ἐπειδὰν δὲ ἀπελθὼν οἴκαδε ἐννοήσω τοὺς κροτήσαντας οὐδὲν ὠφεληθέντας, ἀλλ' εἴ τι καὶ ὠφεληθῆναι ἔδει, ὑπὸ τοῦ κρότου καὶ τῶν ἐπαίνων ἀπολωλεκότας, ὀδυνῶμαι καὶ στένω καὶ δακρύω, καὶ ὡς εἰκῆ πάντα εἰρηκὼς, οὕτω διάκειμαι, καὶ πρὸς ἐμαυτὸν λέγω· Τί μοὶ τὸ ὄφελος τῶν ἱδρώτων, τῶν ἀκουόντων οὐκ ἐθελόντων καρποῦσθαί τι παρὰ τῶν λόγων τῶν παρ' ἡμῶν; καὶ πολλάκις ἐνενόησα θεῖναι νόμον τὸν κωλύοντα τοὺς κρότους, καὶ πείθοντα μετὰ σιγῆς ὑμᾶς ἀκροᾶσθαι καὶ τῆς προσηκούσης εὐταξίας. Ἀλλὰ ἀνάσχεσθε, παρακαλῶ, καὶ πείσθητέ μοι, καὶ εἰ δοκεῖ, τοῦτον κυρώσωμεν τὸν νόμον ἤδη, μηδενὶ τῶν ἀκουόντων ἐξεῖναι κροτεῖν μεταξὺ λέγοντός τινος, ἀλλ' εἰ βούλοιτο θαυμάζειν, θαυμαζέτω σιγῇ· οὐδεὶς ὁ κωλύων, πᾶσα δὲ ἡ σπουδὴ καὶ ἡ προθυμία περὶ τὸ δέχεσθαι τὰ λεγόμενα γινέσθω. Διὰ τί ἐκροτήσατε; Περὶ τούτου τὸν νόμον τίθημι· ὑμεῖς δὲ οὐδὲ ἀκοῦσαι ἀνέχεσθε. Πολλῶν τοῦτο ἀγαθῶν αἴτιον ἔσται, καὶ διδασκάλειον φιλοσοφίας. Καὶ οἱ τῶν ἔξω φιλόσοφοι διελέγοντο, καὶ οὐδεὶς οὐδαμοῦ κρότος αὐτοῖς εἵπετο· καὶ οἱ ἀπόστολοι ἐδημηγόρουν, καὶ οὐδαμοῦ τοῦτο πρόσκειται, ὅτι μεταξὺ λεγόντων ἐκείνων τοῖς κρότοις διέκοπτον οἱ ἀκούοντες τὸν λέγοντα. Μέγα τοῦτο κέρδος ἡμῖν. Ἀλλὰ κυρώσωμεν τοῦτο· μεθ' ἡσυχίας πάντες ἀκούωμεν, καὶ λέγωμεν ἅπαντα. Εἰ μὲν γὰρ μετὰ τοὺς κρότους ἀπῄειμεν ἔχοντες ἅπερ ἠκούσαμεν, μάλιστα μὲν οὐδὲ οὕτω χρήσιμος ὁ ἔπαινος (ἀλλ' οὐκ ἂν ἠκριβολογησάμην· μὴ μέ τις ἀγροικίας γραφέτω)· ἐπειδὴ δὲ μηδὲν τὸ πλέον, ἀλλὰ καὶ βλάβη, λύσωμεν τὸ κώλυμα, ἀνέλωμεν τὰ σκιρτήματα, ἐκκόψωμεν τὰ πηδήματα τῆς ψυχῆς. Ὁ Χριστὸς ἐδημηγόρησεν ἐπὶ τοῦ ὄρους· ἀλλ' οὐδεὶς οὐδὲν εἶπεν, ἕως ὅτε τὸν λόγον ἐτέλεσεν. Οὐκ ἀποστερῶ τοὺς βουλομένους κροτεῖσθαι, ἀλλὰ μᾶλλον θαυμάζεσθαι ποιῶ. Πολλῷ βέλτιον μετὰ σιγῆς ἀκούσαντα, διὰ τῆς μνήμης ἐν παντὶ τῷ χρόνῳ κροτεῖν, καὶ ἐν οἰκίᾳ καὶ ἐν ἀγορᾷ, ἢ πάντα ἀπολέσαντα ἀπέρχεσθαι οἴκαδε κενὸν, οὐκ ἔχοντα τῶν κρότων τὴν ὑπόθεσιν. Πῶς γὰρ οὐ καταγέλαστος ὁ ἀκροατής; πῶς οὐ κόλαξ καὶ εἴρων νομισθήσεται μᾶλλον, ὅτι μὲν καλῶς εἶπεν ὁ διδάσκαλος ἀποφαινόμενος, τί δὲ εἶπεν οὐκ ἔχων δεῖξαι; Τοῦτο κολακείας ἐστίν. Ὁ μὲν γὰρ κιθαρῳδῶν ἀκούσας καὶ τραγῳδῶν, εἰκότως ἂν τοῦτο πάθοι, ἅτε οὐκ εἰδὼς ὁμοίως τὴν ῥῆσιν εἰπεῖν· ἔνθα δὲ οὐ μέλους ἐπίδειξίς ἐστιν οὐδὲ φωνῆς, ἀλλὰ νοημάτων καὶ φιλοσοφίας δύναμις, καὶ παντὶ ῥᾴδιον εἰπεῖν καὶ ἀπαγγεῖλαι, πῶς οὐκ ἄξιος κατηγορίας ὁ μὴ δυνηθεὶς εἰπεῖν τὴν αἰτίαν, δι' ἢν ἐπῄνεσε τὸν λέγοντα; Οὐδὲν οὕτω πρέπον ἐκκλησίᾳ ὡς σιγὴ, ὡς εὐταξία. Θεάτροις ἐπιτήδειος ὁ θόρυβος καὶ βαλανείοις καὶ πομπαῖς καὶ ἀγοραῖς· ἔνθα δὲ περὶ τοιούτων δογμάτων ἡ διδασκαλία, γαλήνη καὶ ἡσυχία καὶ φιλοσοφία, καὶ πολὺς ὁ λιμὴν εἶναι ὀφείλει. Ταῦτα δέομαι καὶ ἀντιβολῶ πάντας εἰδέναι. Περίειμι γὰρ καὶ αὐτὸς τρόπους παντοίους ἐπιζητῶν, δι' ὧν ὠφελῆσαι δυνήσομαι τὰς ὑμετέρας ψυχάς. Οὐ μικρὸς καὶ οὗτος ὁ τρόπος εἶναί μοι δοκεῖ· οὐχ ὑμᾶς ὠφελήσει μόνους, ἀλλὰ καὶ ἡμᾶς. Οὐκ ἀφήσει ἐκτραχηλίζεσθαι, οὐδὲ ἐπαίνων καὶ δόξης ἐρᾷν, οὐδὲ τὰ τέρποντα λέγειν, ἀλλὰ τὰ ὠφελοῦντα· οὐδὲ περὶ συνθήκας καὶ κάλλη λέξεων, ἀλλὰ περὶ νοημάτων δύναμιν πᾶσαν ἀπασχολεῖν τοῦ καιροῦ τὴν ῥοπήν. Εἴσελθε εἰς ζωγραφεῖον, καὶ ὄψει πολλὴν ἐκεῖ τὴν σιγήν. Οὐκοῦν καὶ ἐνταῦθα· καὶ γὰρ καὶ ἐνταῦθα εἰκόνας γράφομεν βασιλικὰς, καὶ οὐδεμίαν ἰδιωτικὴν, διὰ τῶν χρωμάτων τῆς ἀρετῆς. Τί τοῦτο; πάλιν κροτεῖτε; Οὐκ εὔκολον τὸ πρᾶγμα δοκεῖ, καὶ τοῦτο οὐ φύσει, ἀλλὰ τῷ συνηθείᾳ πολλῇ μήπω κατορθοῦν αὐτὸ μεμαθηκέναι. Γραφὶς τοίνυν ἐστὶν ἡμῖν γλῶττα, τεχνίτης δὲ τὸ Πνεῦμα τὸ ἅγιον. Εἰπέ μοι, ἐν τοῖς μυστηρίοις, μή τις θόρυβος; μή τις ταραχή; Ὅταν βαπτιζώμεθα, ὅταν τὰ ἄλλα πάντα ποιῶμεν, οὐχ ἡσυχία καὶ σιγὴ τὰ πάντα κατέχει; Τοῦτο ἐν τῷ οὐρανῷ κατέσπαρται τὸ κάλλος. Διὰ τοῦτο διαβεβλήμεθα καὶ παρ' Ἕλλησιν, ὡς πρὸς ἐπίδειξιν πάντα ποιοῦντες καὶ πρὸς φιλοτιμίαν. Ἀλλ' ἐὰν τοῦτο κωλυθῇ, καὶ τῶν προεδριῶν ὁ ἔρως σβεσθήσεται. Ἀρκεῖ, εἴ τις ἐπαίνων ἐρᾷ, τὸ μετὰ τὴν ἀκρόασιν τούτων τυγχάνειν, ὅταν τοὺς καρποὺς συλλέγῃ. Ναὶ παρακαλῶ, κυρώσωμεν τοῦτον τὸν νόμον, ἵνα πάντα κατὰ τὸ τῷ Θεῷ δοκοῦν πράττοντες, τῆς παρ' αὐτοῦ φιλανθρωπίας ἀξιωθῶμεν, χάριτι καὶ οἰκτιρμοῖς τοῦ Μονογενοῦς αὐτοῦ, Κυρίου δὲ ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.