Ancient Greek · ~21 min
Ἀκούσαντες δὲ οἱ ἀπόστολοι Βαρνάβας καὶ Παῦλος, διαῤῥήξαντες τὰ ἱμάτια αὐτῶν, ἐξεπήδησαν εἰς τὸν ὄχλον, κράζοντες καὶ λέγοντες, Ἄνδρες, τί ταῦτα ποιεῖτε; ἡμεῖς ὁμοιοπαθεῖς ὑμῖν ἐσμεν ἄνθρωποι, εὐαγγελιζόμενοι ὑμᾶς ἀπὸ τούτων τῶν ματαίων ἐπιστρέφειν ἐπὶ τὸν Θεὸν τὸν ζῶντα, ὃς ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν, καὶ πάντα τὰ ἐν αὐτοῖς.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 4.1-27
Not analysed yet
Τοῦτο καὶ σὺ ποίησον. Πῦρ ἐστιν ὁ θυμὸς, φλόξ ἐστιν ὀξεῖα δεομένη ὕλης· μὴ παράσχῃς τὴν τροφὴν τῷ πυρὶ, καὶ ταχέως ἔσβεσας τὸ κακόν. Οὐκ ἔχει καθ' ἑαυτὴν ἰσχὺν ἡ ὀργὴ, ἂν μὴ ἕτερος ὁ τρέφων αὐτὴν ᾖ. Οὐδεμία σοί ἐστιν ἀπολογία. Ἐκεῖνος κατέχεται τῇ μανίᾳ, καὶ οὐκ οἶδε τί ποιεῖ· σὺ θεωρῶν αὐτὸν, ὅταν τοῖς αὐτοῖς περιπέσῃς, καὶ μηδὲ ἐξ ἐκείνου σωφρονισθῇς, ποία συγγνώμη; Εἰ ἐν συμποσίῳ τις γενόμενος τινὰ ἐν προθύροις ἴδοι μεθύοντα καὶ ἀσχημονοῦντα, εἶτα καὶ αὐτὸς τοῖς ὁμοίοις περιπέσῃ, οὐ πολλῷ μᾶλλον μετ' ἐκεῖνον μεθύων ἀσύγγνωστος ἂν εἴη; Οὕτω καὶ ἐνταῦθα· μὴ νομίζωμεν εἶναι ἀπολογίαν τὸ λέγειν, ὅτι Οὐκ ἐγὼ κατῆρξα· τοῦτο καθ' ἡμῶν ἐστιν, ὅτι μηδὲ ἐκεῖνον ἰδόντες ἐσωφρονίσθημεν· ὥσπερ ἂν εἴποι τις, Οὐκ ἐγὼ ἐφόνευσα πρῶτος. Διὰ γὰρ τοῦτο κολάσεως εἶ ἄξιος, ὅτι μηδὲ εἰς τὸ παράδειγμα ἰδὼν ἐπέσχες σαυτόν. Εἰ ἴδοις ἐμοῦντα τὸν μεθύοντα, διασπώμενον, διαῤῥηγνύμενον, τοὺς ὀφθαλμοὺς ἔχοντα διατεταμένους, ἀκαθαρσίας τὴν τράπεζαν πληροῦντα, πάντας αὐτὸν ἀποφεύγοντας, εἶτα τοῖς αὐτοῖς περιπέσῃς, οὐχὶ μᾶλλον ἔσῃ μισητός; Τοιοῦτός ἐστι καὶ ὁ ὀργιζόμενος· μᾶλλον τοῦ ἐμοῦντος διατείνει τὰς φλέβας, πυροῖ τοὺς ὀφθαλμοὺς, διασπᾶται τὰ σπλάγχνα, ἐμεῖ πολλῷ ῥήματα τῆς τροφῆς ἐκείνης ἀκαθαρτότερα, ἀδιαμάσητα πάντα φθέγγεται, οὐδὲν κατειργασμένον (οὐ γὰρ ἀφίησιν ὁ θυμός)· ἀλλ' ὥσπερ ἐκεῖ πολλάκις ἀμετρία χυμῶν διενοχλήσασα τὸν στόμαχον, πάντα ἐκένωσεν· οὕτω καὶ ἐνταῦθα ἀμετρία θερμότητος διενοχλήσασα τὴν ψυχὴν, οὐκ ἀφίησι στέγειν ἃ σιγᾷν καλὸν, ἀλλὰ ῥητὰ καὶ ἄῤῥητα λέγει, οὐχὶ τοὺς ἀκούοντας, ἀλλ' ἑαυτὸν αἰσχύνων. Ὥσπερ οὖν ἀπὸ τῶν ἐμούντων φεύγομεν, οὕτω καὶ ἀπὸ τῶν ὀργιζομένων. Τί ποιοῦντες; Κόνιν ἐπιβάλωμεν αὐτῶν τῷ ἐμέτῳ, σιγῶντες τοὺς κύνας καλῶμεν, ὥστε αὐτὰ καταφαγεῖν τὰ ἐμεθέντα. Οἶδα ὅτι ναυτιᾶτε ἀκούοντες· ἀλλ' ὅταν ὁρᾶτε ταῦτα γινόμενα, βούλομαι τοῦτο παθεῖν ὑμᾶς, ἀλλὰ μὴ ἥδεσθαι τῷ πράγματι. Ἀκαθαρτότερος ὁ ὑβριστὴς τοῦ κυνὸς τοῦ ἐπιστρέφοντος ἐπὶ τὸν ἑαυτοῦ ἔμετον. Εἰ μὲν γὰρ ἅπαξ ἐμέσας ἐπαύετο, οὐκ ἦν κατ' ἐκεῖνον· εἰ δὲ πάλιν τὰ αὐτὰ ἐμεῖ, δῆλον ὅτι τὰ αὐτὰ φαγών. Τί οὖν βδελυκτότερον τοῦ τοιούτου; τί δὲ ἀκαθαρτότερον ἐκείνου τοῦ στόματος, τοῦ τοιαύτας διαμασωμένου τροφάς; καίτοι γε τοῦτο φύσεως ἔργον ἐστὶν, ἐκεῖνο δὲ οὐχί· μᾶλλον δὲ καὶ τοῦτο παρὰ φύσιν κἀκεῖνο. Πῶς; Οὐ γὰρ κατὰ φύσιν τὸ ὑβρίζειν εἰκῆ, ἀλλὰ παρὰ φύσιν· οὐδὲν γοῦν ὡς ἄνθρωπος φθέγγεται, ἀλλὰ τὰ μὲν ὡς θηρίον, τὰ δὲ ὡς μαινόμενος. Ὥσπερ οὖν ἡ τῶν σωμάτων νόσος παρὰ φύσιν, οὕτω καὶ τοῦτο. Καὶ ὅτι παρὰ φύσιν ἐστὶν, εἰ ἐγχρονίσει ἐν αὐτῷ, ἀπολεῖται κατὰ μικρόν· ἐν δὲ τῷ κατὰ φύσιν ἐγχρονίζων, οὐκ ἀπολεῖται. Ἑλοίμην ἂν ἀνθρώπῳ βόρβορον σιτουμένῳ κοινωνῆσαι τραπέζης, ἢ φθεγγομένῳ τοιαῦτα. Οὐχ ὁρᾶτε τοὺς χοίρους κόπρον διαμασωμένους; Οὕτω καὶ οὗτοι. Τί γὰρ δυσωδέστερον τῶν ῥημάτων ὧν οἱ ὑβρισταὶ φθέγγονται; Σπουδὴ τούτοις ἐστὶ μηδὲν εἰπεῖν ὑγιὲς, μηδὲν καθαρὸν, ἀλλ' εἴ τι αἰσχρὸν, εἴ τι ἄσχημον, τοῦτο καὶ ποιῆσαι καὶ φθέγξασθαι· καὶ τὸ δὴ χαλεπώτερον, ὅτι ἑαυτοὺς μᾶλλον αἰσχύνοντες, ἑτέρους αἰσχύνειν οἴονται. Ὅτι γὰρ ἑαυτοὺς αἰσχύνουσι, δῆλον ἐκεῖθεν. Μὴ γάρ μοι τοὺς ψευδῆ λέγοντας εἴπῃς, ἀλλὰ ἔστω τις πόρνη περιφανὴς, ἢ καὶ ἀπὸ τῆς σκηνῆς ἕτερος, καὶ ποιείτω μετά τινος μάχην· εἶτα ἐκεῖνος αὐτῷ ταῦτα προφερέτω, κἀκεῖνος πάλιν ὁμοίως· τίς μᾶλλόν ἐστιν ὁ ὑβρισθεὶς τοῖς ῥήμασιν; Ἐκεῖνος μὲν γὰρ ἅπερ εἶχεν ἤκουσεν, οὗτος δὲ, ἅπερ οὐκ εἶχεν· ὥστε ἐκείνῳ μὲν οὐδὲν πλέον γέγονεν εἰς αἰσχύνης λόγον, τούτῳ δὲ πολλὴ τῆς ἀσχημοσύνης ἡ προσθήκη. Ἀλλ' ἔστω τινὰ πάλιν εἰργασμένα πράγματα, καὶ μόνος ὁ ὑβρίζων αὐτὰ γινωσκέτω· εἶτα πρὸ τούτου σιγῶν, ἐκπομπευέτω τὴν ὕβριν· καὶ οὕτως οὗτος ὕβρισται μᾶλλον. Πῶς; Κήρυξ γενόμενος κακίας, ἀσυνειδησίας ἀπίστου δόξαν λαβών· καὶ πάντας εὐθέως ἐγκαλοῦντας ὄψει, καὶ τοιαῦτα πανταχοῦ λέγοντας· εἰ γὰρ δὴ φόνον συνῄδει, φησὶ, πάντα κενῶσαι ἐχρῆν· καὶ τὸν μὲν ὡς οὐδὲ ἄνθρωπον ὄντα ἀποστρέφονται, μισοῦσι, θηρίον εἶναί φασιν ὠμὸν καὶ ἀπηνές· τούτῳ δὲ συγγινώσκουσι μᾶλλον ἢ ἐκείνῳ. Οὐχ οὕτω γὰρ τοὺς τραύματα ἔχοντας μισοῦμεν, ὡς τοὺς ἐκκαλύπτειν αὐτὰ βιαζομένους καὶ δεικνύναι. Οὕτω καὶ οὗτος ὕβρισεν οὐκ ἐκεῖνον μόνον, ἀλλὰ καὶ ἑαυτὸν καὶ τοὺς ἀκούοντας καὶ τὴν κοινὴν φύσιν τῶν ἀνθρώπων· ἔπληξε τὸν ἀκροατὴν, οὐδὲν ἀγαθὸν εἰργάσατο. Διὰ τοῦτό φησιν ὁ Παῦλος· Εἴ τις ἀγαθὸς λόγος πρὸς οἰκοδομὴν, ἵνα δῷ χάριν τοῖς ἀκούουσιν. Εὔφημον κτησώμεθα γλῶτταν, ἵνα ὦμεν ποθεινοὶ καὶ ἐπέραστοι. Ἀλλὰ γὰρ εἰς τοῦτο προῆλθε κακίας ἅπαντα, ὥστε ἐφ' οἷς ἐγκαλύπτεσθαι ἔδει, ἐπὶ τούτοις πολλοὺς γαυριᾷν. Ἃ γὰρ ἀπειλοῦσιν οἱ πολλοὶ τοιαῦτά ἐστιν· Οὐ δύναται ἐνεγκεῖν τὴν γλῶσσάν μου, φησί. Γυναικὸς τὰ ῥήματα, γραὸς μεθυούσης, ἀσχημονούσης, τῶν ἐπ' ἀγορᾶς συρομένων, προαγωγοῦ. Οὐδὲν αἰσχρότερον τούτων τῶν ῥημάτων, οὐδὲν ἀνανδρότερον, οὐδὲν γυναικωδέστερον, ἐν τῇ γλώττῃ τὴν ἰσχὺν ἔχειν, ἐπὶ τῷ λοιδορεῖν μέγα φρονεῖν, καθάπερ οἱ ἐν πομπαῖς, καθάπερ οἱ μῖμοι, καὶ παράσιτοι, καὶ κόλακες. Χοῖροι μᾶλλόν εἰσιν ἢ ἄνθρωποι, ὅσοι ἐπὶ τούτῳ σεμνύνονται. Δέον κατορύξαι σαυτὸν, δέον εἰ καί τις ἕτερός σοι ταῦτα ἐμαρτύρει, φεύγειν τὴν μαρτυρίαν ὡς ἐχθρὰν, καὶ ἄνανδρον· σὺ δὲ κήρυξ ὕβρεων γέγονας. Ἀλλ' οὐδὲν τὸν κακῶς ἀκούοντα βλάψαι δυνήσῃ. Διὸ παρακαλῶ, ἐννοήσαντες ὅση ἡ κακία, ὅτι καὶ ἐγκαυχῶνται πολλοὶ, ἀνανήψωμεν, διορθωσώμεθα τοὺς οὕτω μαινομένους, ἀνέλωμεν ταῦτα ἐκ τῆς πόλεως τὰ συνέδρια, καλλωπίσωμεν ἡμῶν τὴν γλῶτταν, πάσης κακηγορίας ἀπαλλάξωμεν, ἵνα δυνηθῶμεν καθαρεύοντες τῶν ἁμαρτημάτων, τὴν ἄνωθεν εὔνοιαν ἐπισπάσασθαι, καὶ τῆς παρὰ τοῦ Θεοῦ φιλανθρωπίας ἀξιωθῆναι, χάριτι καὶ οἰκτιρμοῖς τοῦ Μονογενοῦς αὐτοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.