# In Acta apostolorum (homiliae 1-55) 4.1-3

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55), Τότε ὑπέστρεψαν οἱ ἀπόστολοι εἰς Ἱερουσαλὴμ ἀπὸ ὄρους τοῦ καλουμένου Ἐλαιῶνος, ὅ ἐστιν ἐγγὺς Ἱερουσαλὴμ, σαββάτου ἔχον ὁδόν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-acta-apostolorum-homiliae-1-55/4.1-3

Ἄλλως δὲ, εἰ ἔνθα οὔτε εὐχὴ, οὔτε ἀξιόλογοι ἄνδρες, κλῆρος τοσοῦτον ἴσχυσε, διὰ τὸ ἐξ ὀρθῆς γενέσθαι γνώμης ἐπὶ τοῦ Ἰωνᾶ· πολλῷ μᾶλλον ἐνταῦθα ἐπλήρωσε τὸν χορὸν, ἀπήρτισε τὴν τάξιν. Καὶ ὁ ἕτερος οὐκ ἤλγησεν· οὐ γὰρ ἂν ἀπέκρυψαν τὰ οἰκεῖα ἐλαττώματα οἱ ἀπόστολοι· οἵ γε περὶ αὐτῶν τῶν κορυφαίων εἰπεῖν οὐκ ἀπέσχοντο, ὅτι ἠγανάκτησαν ἀλλαχοῦ· καὶ οὐχ ἅπαξ, ἀλλὰ καὶ δὶς καὶ πολλάκις. Τούτους οὖν καὶ ἡμεῖς μιμησώμεθα. Οὐκ ἔτι μοι πρὸς πάντας ὁ λόγος, ἀλλὰ πρὸς τοὺς ἀρχῆς ἐφιεμένους. Εἰ πιστεύεις, ὅτι Θεοῦ ἐστιν ἐκλογὴ, μὴ ἀγανάκτει· ἐκείνῳ γὰρ ἀγανακτεῖς, καὶ πρὸς ἐκεῖνον παροξύνῃ· ἐκεῖνός ἐστιν ὁ ἐκλεξάμενος. Εἰ δὲ αὐτὸς μὲν ἐξελέξατο, σὺ δὲ τολμᾷς τούτῳ ἀγανακτεῖν, ταὐτὸν ποιεῖς οἷον ὁ Κάϊν. Δέον γὰρ ἀποδέξασθαι, ὁ δὲ ὅτι προετιμήθη ἡ θυσία τοῦ ἀδελφοῦ, ἐλυπήθη· ἠγανάκτησε, δέον κατανυγῆναι. Ἐγὼ δὲ οὐ τοῦτο λέγω, ἀλλ' ὅτι συμφερόντως οἶδεν οἰκονομεῖν ὁ Θεός. Πολλάκις γὰρ τὸ μὲν ἦθος ἐπιεικέστερος σὺ, οὐκ ἐπιτήδειος δέ. Πάλιν ἔστι σοὶ μὲν βίος ἄληπτος καὶ ἦθος ἐλευθέριον, ἐν δὲ Ἐκκλησίᾳ οὐ τούτων δεῖ μόνον. Ἄλλως δὲ καὶ ἄλλος πρὸς ἄλλο ἁρμόδιός ἐστιν. Οὐχ ὁρᾷς, ὅσον ὑπὲρ τούτων πεποίηται λόγον ἡ θεία Γραφή; Ἀλλ' εἴπω, τίνος ἕνεκεν περιμάχητον τὸ πρᾶγμα γέγονεν· ὅτι οὐχ ὡς ἐπὶ ἀρχὴν, καὶ προστασίαν ἀδελφῶν ἐρχόμεθα, ἀλλ' ὡς ἐπὶ τιμὴν καὶ ἀνάπαυσιν. Εἰ γὰρ ᾔδεις, ὅτι πάντων ὀφείλει εἶναι ὁ ἐπίσκοπος, τὰ πάντων βάρη βαστάζων· ὅτι τοῖς μὲν ἄλλοις ὀργιζομένοις συγγνώμη, αὐτῷ δὲ οὐδαμοῦ· ὅτι τοῖς ἄλλοις ἁμαρτάνουσι παραίτησις πολλὴ, αὐτῷ δὲ οὐκ ἔτι, οὐκ ἂν ἔσπευσας ἐπὶ τὴν ἀρχὴν, οὐκ ἂν ἔδραμες. Καὶ γὰρ οὗτος τοῖς ἁπάντων ὑπόκειται στόμασι, ταῖς ἁπάντων κρίσεσι, καὶ σοφῶν, καὶ ἀσόφων· φροντίσι καθ' ἑκάστην κόπτεται τὴν ἡμέραν, καθ' ἑκάστην νύκτα· πολλοὺς ἔχει τοὺς μισοῦντας, πολλοὺς ἔχει τοὺς διαφθονουμένους. Μὴ γάρ μοι περὶ ἐκείνων εἴπῃς τῶν πάντα χαριζομένων, τῶν καθεύδειν βουλομένων, τῶν ὡς ἐπὶ ἀνάπαυσιν εἰς τὸ πρᾶγμα ἐρχομένων. Οὐ περὶ τούτων ὁ λόγος, ἀλλὰ περὶ ἐκείνων τῶν ἀγρυπνούντων ὑπὲρ τῶν ψυχῶν ὑμῶν, τῶν τῆς οἰκείας σωτηρίας τὴν τῶν ἀρχομένων προτιθέντων. Εἰπέ μοι, εἰ δέκα τις παῖδας ἔχων ὑποχειρίους συνοικοῦντας αὐτῷ διαπαντὸς, ἀδιαλείπτως αὐτῶν ἀναγκάζεται φροντίζειν, τοσούτους ἔχων οὗτος οὐχ ὑποχειρίους, οὐ συνοικοῦντας, ἀλλ' ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ τὴν ὑπακοὴν ἔχοντας, τίς οὐκ ὀφείλει γενέσθαι; Ἀλλὰ τιμᾶται, φησίν. Ποίᾳ τιμῇ; Πένητες τριωβολιμαῖοι βλασφημοῦσιν αὐτὸν ἐπὶ τῆς ἀγορᾶς. Τί οὖν αὐτοὺς οὐκ ἐπιστομίζει; Πάνυ γε. Οὐ γὰρ ἐπισκόπου λέγεις ἔργον. Πάλιν, ἂν μὴ πᾶσι παρέχῃ, καὶ τοῖς ἐν ἀργίᾳ, καὶ τοῖς ἐργαζομένοις, μυρία πανταχόθεν ἐγκλήματα· οὐδεὶς δέδοικε κατηγορῆσαι καὶ διαβαλεῖν· ἐπὶ μὲν γὰρ τῶν ἀρχόντων ὁ φόβος ἔπεστιν, ἐπὶ δὲ τούτων οὐχί. Ὁ γὰρ φόβος τοῦ Θεοῦ παρ' αὐτοῖς οὐδὲν ἰσχύει. Τί ἄν τις εἴποι τὴν περὶ τὸν λόγον καὶ τὴν διδασκαλίαν φροντίδα; τὴν δυσκολίαν τὴν ἐν ταῖς χειροτονίαις; Τάχα ἢ σφόδρα ἀσθενὴς ἐγὼ τυγχάνω καὶ ταλαίπωρος καὶ οὐδαμινὸς, ἢ τὸ πρᾶγμα οὕτως ἔχει. Οὐδὲν πλοίου κλυδωνιζομένου διενήνοχεν ἡ τοῦ ἱερέως ψυχή· πανταχόθεν στίζεται, παρὰ φίλων, παρ' ἐχθρῶν, παρ' οἰκείων, παρ' ἀλλοτρίων. Οὐχὶ τῆς οἰκουμένης ὁ βασιλεύων κρατεῖ· οὗτος δὲ πόλεως μόνης; Ἀλλὰ τοσοῦτον μείζους εἰσὶν αἱ φροντίδες τούτου, ὅσον ὕδατος ἁπλῶς ὑπὸ πνεύματος κινουμένου ποταμίου, καὶ πελάγους οἰδοῦντος, καὶ μαινομένου τὸ διάφορον. Τί δήποτε; Ὅτι ἐκεῖ μὲν πολλοὶ οἱ συναντιλαμβανόμενοι (πάντα γὰρ νόμῳ καὶ διατάξει γίνεται)· ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον, οὐδὲ ἀπ' ἐξουσίας ἔστιν ἐπιτάξαι· ἀλλ' ἂν μὲν σφοδρῶς κινηθῇ, ἀκούει ὠμός· ἂν δὲ μὴ σφοδρῶς, ψυχρός. Δεῖ δὲ ταῦτα τὰ ἐναντία συνελθεῖν, ὥστε μήτε καταφρονεῖσθαι, μήτε μισεῖσθαι. Ἄλλως δὲ καὶ τὰ πράγματα προκατείληπται. Πόσους ἀναγκάζεται σκανδαλίζειν, καὶ ἑκὼν καὶ ἄκων. πόσους πλήττειν, καὶ ἑκὼν καὶ ἄκων. Οὐκ ἄλλως λέγω, ἀλλ' ὡς ἔχω καὶ διάκειμαι. Οὐκ οἶμαι εἶναι πολλοὺς ἐν τοῖς ἱερεῦσι τοὺς σωζομένους, ἀλλὰ πολλῷ πλείους τοὺς ἀπολλυμένους· τὸ δὲ αἴτιον, ὅτι μεγάλης τὸ πρᾶγμα δεῖται ψυχῆς. Πολλὰς γὰρ ἀνάγκας ἔχει τὰς ἐξαγούσας τοῦ οἰκείου ἤθους, καὶ μυρίων αὐτῷ πανταχόθεν ὀφθαλμῶν δεῖ. Οὐχ ὁρᾷς, ὅσα δεῖ τὸν ἐπίσκοπον ἔχειν; Διδακτικὸν εἶναι, ἀνεξίκακον, ἀντεχόμενον τοῦ κατὰ τὴν διδαχὴν πιστοῦ λόγου. Πόσης τοῦτο δυσκολίας; Καὶ τῶν τοῖς ἄλλοις ἁμαρτανομένων αὐτὸς ἔχει τὰς αἰτίας. Οὐ λέγω τῶν ἄλλων οὐδέν· ἂν εἷς μόνον ἀπέλθῃ ἀμύητος, οὐχὶ πᾶσαν αὐτοῦ κατέστρεψε τὴν σωτηρίαν; Ψυχῆς γὰρ ἀπώλεια μιᾶς τοσαύτην ἔχει ζημίαν, ὅσην οὐδεὶς παραστῆσαι δύναται λόγος. Εἰ γὰρ ἡ σωτηρία αὐτῆς τοσούτου ἀξία, ὥστε τὸν Υἱὸν τοῦ Θεοῦ ἄνθρωπον γενέσθαι, καὶ τοσαῦτα παθεῖν· ἡ ἀπώλεια ἐννόησον ὅσην οἴσει τὴν τιμωρίαν. Εἰ δι' ὃν ἀπόλλυταί τις, ἐν τῷ παρόντι βίῳ ἄξιος ἀποθανεῖν, πολλῷ μᾶλλον ἐκεῖ. Μὴ γάρ μοι εἴπῃς, ὅτι ὁ πρεσβύτερος ἥμαρτε, μηδὲ ὅτι ὁ διάκονος· πάντων τούτων ἐπὶ τὴν κεφαλὴν τῶν χειροτονησάντων αἱ αἰτίαι φέρονται. Πάλιν ἕτερον εἴπω. Συμβαίνει τινὰ κλῆρον διαδέξασθαι ἀνδρῶν μοχθηρῶν· τί χρὴ βουλεύσασθαι ἀπορεῖ ἐπὶ ἁμαρτήμασι προλαβοῦσι. Δύο γὰρ οἱ κρημνοὶ, καὶ δεῖ μήτε ἀφεῖναι ἐκεῖνον, καὶ τοὺς ἄλλους μὴ σκανδαλίσαι. Ἐκκόψαι τοίνυν δεῖ πρῶτον; Ἀλλ' οὐκ ἔστι παροῦσα πρόφασις. Ἀλλ' ἀφεῖναι; Ναὶ, φησί· τοῦ γὰρ χειροτονήσαντος ἡ αἰτία. Τί οὖν; οὐ δεῖ χειροτονῆσαι, οὐδὲ ἐφ' ἕτερον βαθμὸν ἀγαγεῖν; Ἀλλὰ τοῦτο πᾶσιν ἔσται δῆλον, ὅτι μοχθηρός τίς ἐστι. Πάλιν οὖν ἑτέρως ἐσκανδάλισεν. Ἀλλ' ἀγαγεῖν ἐπὶ μείζονα βαθμόν; Τοῦτο πολλῷ χαλεπώτερον.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg154.local001/.
