Ancient Greek · ~18 min
Εἰσελθὼν δὲ εἰς τὴν συναγωγὴν, ἐπαῤῥησιάζετο ἐπὶ μῆνας τρεῖς, διαλεγόμενος καὶ πείθων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 4.1-33
Not analysed yet
Ἀλλ' ἴσως ἐρεῖ τις· Μὴ γένοιτό μοι τοιούτου τυχεῖν σωφρονισμοῦ. Οὐδὲ ἐγὼ βούλομαι, ἀλλ' ἑτέρου, ἀπὸ τοῦ πόθου τοῦ Χριστοῦ πάντα ποιεῖν. Εἰ δὲ, ὃ μὴ γένοιτο, συμβαίη καὶ ὑπὲρ τούτου παρακαλεῖν. Εἰ τοίνυν οὗτος μὲν οὐκ ἐκβάλλει, ἐκείνη δὲ ἐκβάλλει, τὸ ἐκείνης ἀπαλλάξαι μείζονος εὐεργεσίας. Οὐκοῦν ταύτης σπουδάζωμεν ἀπαλλάττειν τοὺς πλησίον καὶ πρὸ τῶν πλησίον ἡμᾶς αὐτούς. Ἴδωμεν, μὴ δαίμονα ἔχωμεν· ἐξετάσωμεν ἑαυτοὺς ἀκριβῶς. Δαίμονος χαλεπώτερον ἁμαρτία· ἐκεῖνος μὲν γὰρ ταπεινοὺς ποιεῖ. Ἢ οὐχ ὁρᾶτε τοὺς δαιμονῶντας, ὅταν ἀνενέγκωσιν ἀπὸ τῆς νόσου, πῶς εἰσι κατηφεῖς, πῶς σκυθρωποί; πῶς αἰσχύνης τὰ πρόσωπα αὐτῶν γέμει; πῶς οὐδὲ ἀντιβλέψαι τολμῶσιν; Ὅρα τὴν ἀτοπίαν· ἐκεῖνοι μὲν ὑπὲρ ὧν πάσχουσιν αἰσχύνονται, ἡμεῖς δὲ ὑπὲρ ὧν πράττομεν οὐκ αἰσχυνόμεθα· ἐκεῖνοι ἀδικούμενοι αἰδοῦνται, ἡμεῖς ἀδικοῦντες οὐκ αἰδούμεθα· καίτοι τὰ ἐκείνων οὐκ αἰσχύνης ἄξια, ἀλλ' ἐλέου καὶ φιλανθρωπίας καὶ συγγνώμης, καὶ πολλοῦ τοῦ θαύματος καὶ μυρίων τῶν ἐπαίνων, ὅταν καὶ τοιούτῳ προσπαλαίοντες δαίμονι, πάντα εὐχαρίστως φέρωσι· τὰ δὲ ἡμέτερα γέλωτος ὄντως, αἰσχύνης, κατηγορίας, κολάσεως, τιμωρίας, τῶν ἐσχάτων κακῶν καὶ γεέννης, ἀλλ' οὐδεμιᾶς ἄξια συγγνώμης. Ὁρᾷς, ὅτι χαλεπώτερον δαίμονος ἁμαρτία; Καὶ ἐκεῖνοι μὲν ἐξ ὧν πάσχουσι κακῶς, κερδαίνουσι κέρδος διπλοῦν· ἓν μὲν τὸ σωφρονίζεσθαι καὶ φιλοσοφώτεροι εἶναι, δεύτερον δὲ τὸ τὴν κόλασιν ἐνταῦθα τῶν οἰκείων ἁμαρτημάτων δόντες, καθαροὶ πρὸς τὸν Δεσπότην ἀπελθεῖν. Καὶ γὰρ ὑπὲρ τούτου διελέχθημεν πολλάκις, καὶ ἐδείξαμεν, ὅτι τοὺς ἐνταῦθα κολαζομένους, ἂν εὐγνωμόνως φέρωσι, πολλὰ τῶν ἁμαρτημάτων ἀποτίθεσθαι εἰκός. Ἀπὸ δὲ τῶν ἁμαρτημάτων διπλᾶ τὰ δεινὰ, ἓν μὲν ὅτι προσκρούομεν, ἕτερον δὲ ὅτι χείρους γινόμεθα. Προσέχετε ᾧ λέγω. Οὐ τοῦτο μόνον ἀδικούμεθα ἀπὸ τῆς ἁμαρτίας, ὅτι ἁμαρτάνομεν, ἀλλὰ καὶ ἕτερον, ὅτι ἕξιν δέχεται ἡ ψυχὴ, οἷον ὡς ἐπὶ σώματος· σαφέστερον γὰρ ἔσται ἐπὶ ὑποδείγματος λεγόμενον. Καθάπερ γὰρ ὁ πυρέξας οὐ τοῦτο μόνον ἠδίκηται, ὅτι νοσεῖ, ἀλλ' ὅτι μετὰ τὴν νόσον ἀσθενέστερος γίνεται λοιπὸν, κἂν εἰς ὑγείαν ἐπανέλθοι ἀπὸ νόσου μακρᾶς· οὕτω δὴ καὶ ἐπὶ τῆς ἁμαρτίας, κἂν ὑγιαίνωμεν, ἔτι πολλῆς δεόμεθα τῆς ἰσχύος. Ἴδε γάρ μοι ὑβρίσαντά τινα, καὶ μὴ τιμωρηθέντα· οὐ διὰ τοῦτο μόνον δακρύειν, ὅτι οὐ τῆς ὕβρεως δίκην δίδωσιν, ἀλλὰ καὶ δι' ἕτερον πενθεῖν ἄξιον. Ποῖον δὴ τοῦτο; Ὅτι ἀναισχυντοτέρα γέγονε λοιπὸν ἡ ψυχή. Ἑκάστου γὰρ τῶν ἁμαρτημάτων, καὶ τῆς ἁμαρτίας ἐργασθείσης καὶ παυσαμένης, ἐναποτίθεταί τις ἡμῶν ἰὸς τῇ ψυχῇ. Οὐκ ἀκούεις λεγόντων τινῶν, ὅταν ἐκ νόσου ὑγιάνωσιν, ὅτι Οὐκ ἔτι τολμῶ ὕδωρ πιεῖν; καίτοι γε ὑγίανεν· ἀλλ' ἡ νόσος καὶ τοῦτο ἠδίκησε. Κἀκεῖνοι μὲν κακῶς πάσχοντες, εὐχαριστοῦσιν· ἡμεῖς δὲ εὖ πράττοντες, βλασφημοῦμεν τὸν Θεὸν, καὶ ἀποδυσπετοῦμεν· πλείονας γὰρ εὕροις ἂν ἐν ὑγείᾳ καὶ πλούτῳ τοῦτο ποιοῦντας, ἢ ἐν πενίᾳ καὶ ἀῤῥωστίᾳ. Ἐφέστηκε γὰρ ὁ δαίμων ὡς δήμιος ὄντως σφοδρὸς ἀπειλῶν πολλὰ, καθάπερ τις παιδαγωγὸς τὸν ἱμάντα ἀνατείνων, καὶ οὐδαμόθεν ἀναχυθῆναι ἀφιείς. Εἰ δέ τινες μηδ' οὕτω νήφοιεν, ἀλλ' οὖν ἐκεῖνοι διδύασι δίκην. Οὐ μικρὸν δὲ καὶ τοῦτο· καθάπερ γὰρ οἱ μωροὶ, καθάπερ οἱ μαινόμενοι, καθάπερ οἱ παῖδες οὐκ ἀπαιτοῦνται εὐθύνας, οὕτως οὐδὲ οὗτοι· τῶν γὰρ οὐκ ἐν γνώσει πραττομένων οὐδεὶς οὕτως ὠμὸς, ὥστε ἀπαιτῆσαι δίκην ποτέ. Ἄρα πολλῷ τῶν δαιμονώντων χεῖρον διακείμεθα οἱ ἁμαρτάνοντες. Ἀλλ' ὅτι οὐκ ἀφρίζομεν, οὐδὲ διαστρέφομεν τὰς κόρας, οὐδὲ τὰς χεῖρας; Εἴθε ἐν τῷ σώματι τοῦτο ἐπράττομεν, καὶ μὴ ἐν τῇ ψυχῇ. Βούλει σοι δείξω ψυχὴν ἀφρίζουσαν ἀκάθαρτον, καὶ διαστροφὴν ὀμμάτων διανοίας; Ἐννόησον τοὺς ὀργιζομένους καὶ μεθύοντας ὑπὸ τοῦ θυμοῦ, πόσου ἀφροῦ οὐκ ἀκαθαρτότερα ἐκβάλλουσι ῥήματα; Ὄντως ὥσπερ δυσώδη σίελον ἀποβλύζουσι. Καὶ καθάπερ ἐκεῖνοι οὐδένα ἴσασι τῶν παρόντων, οὕτως οὐδὲ οὗτοι. Σκοτισθείσης γὰρ αὐτοῖς τῆς διανοίας καὶ διαστραφέντων τῶν ὀφθαλμῶν, οὐ φίλον, οὐκ ἐχθρὸν, οὐκ αἰδέσιμον, οὐκ εὐκαταφρόνητον, ἀλλὰ πάντας ἁπλῶς ὁρῶσιν. Οὐχ ὁρᾷς αὐτοὺς καὶ τρέμοντας καθάπερ ἐκείνους; Ἀλλ' οὐ πίπτουσι χαμαί; Ἀλλὰ ἡ ψυχὴ αὐτῶν χαμαὶ κεῖται καὶ πίπτει σπαίρουσα· εἰ γὰρ ὀρθὴ εἱστήκει, οὐκ ἂν ἔπαθεν ἐκεῖνα ἅπερ ἔπαθεν. Ἢ οὐ δοκεῖ σοι καταβεβλημένης εἶναι ψυχῆς, καὶ τὴν οἰκείαν νῆψιν ἀπολωλεκυίας, καὶ ἃ ποιοῦσι καὶ λέγουσι μεθύοντες τῷ θυμῷ; Ἔστι τι καὶ ἕτερον μανίας εἶδος τούτου χαλεπώτερον. Ποῖον δὴ τοῦτο; Ὅταν μηδὲ ἀφεῖναι τὴν ὀργὴν ἀνέχωνται, ἀλλὰ τρέφωσι παρ' ἑαυτοῖς οἰκειακὸν καθάπερ τινὰ δήμιον τὴν μνησικακίαν. Αὐτοὺς γὰρ πρώτους ἀπόλλυσι τὸ μνησικακεῖν ἐντεῦθεν ἤδη, ἵνα τὰ μέλλοντα παρῶ. Πόσην γὰρ οἴει βάσανον εἶναι ἀνθρώπῳ πεπληγμένῳ τὴν ψυχὴν, καθ' ἑκάστην ἡμέραν σκοποῦντι ὅπως ἀμύνηται τὸν ἐχθρόν; Πρότερον ἑαυτὸν κολάζει ὁ τοιοῦτος, καὶ τιμωρεῖται οἰδαίνων, πρὸς ἑαυτὸν μαχόμενος, ἐμπυριζόμενος. Ἀνάγκη γὰρ διαπαντὸς καίεσθαι παρὰ σοὶ τὸ πῦρ· καὶ τὸν πυρετὸν ἐπὶ τοσοῦτον ἐκτείνων, οὐκ ἀφίης παρακμάσαι, καὶ νομίζεις ἐκείνῳ διδόναι τι κακὸν, αὐτὸς δὲ σεαυτὸν τήκεις, διαπαντὸς τὴν φλόγα ἀκμάζουσαν φέρων, καὶ διαναπαύσασθαι τὴν ψυχὴν οὐκ ἐῶν, ἀλλ' ἐκθηριούμενος ἀεὶ, καὶ ἐν ταραχῇ καὶ ἐν χειμῶνι τὸν λογισμὸν ἔχων.