Ancient Greek · ~18 min
Ἀπὸ δὲ τῆς Μιλήτου πέμψας εἰς Ἔφεσον, μετεκαλέσατο τοὺς πρεσβυτέρους τῆς Ἐκκλησίας. Ὡς δὲ παρεγένοντο πρὸς αὐτὸν, εἶπεν αὐτοῖς· Ὑμεῖς ἐπίστασθε ἀπὸ πρώτης ἡμέρας, ἧς ἐπέβην εἰς τὴν Ἀσίαν, ὡς μεθ' ὑμῶν πάντα τὸν χρόνον ἐγενόμην, δουλεύων τῷ Κυρίῳ μεθ' ὑμῶν μετὰ πάσης ταπεινοφροσύνης καὶ πολλῶν δακρύων καὶ πειρασμῶν τῶν συμβάντων μοι ἐν ταῖς ἐπιβουλαῖς τῶν Ἰουδαίων, ὡς οὐδὲν ὑπεστειλάμην τῶν συμφερόντων τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν, καὶ διδάξαι ὑμᾶς δημοσίᾳ, καὶ κατ' οἴκους, διαμαρτυρόμενος Ἰουδαίοις τε καὶ Ἕλλησι τὴν εἰς Θεὸν μετάνοιαν, καὶ πίστιν τὴν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 4.1-35
Not analysed yet
Τοῦτο Παύλῳ μὲν ἥρμοττεν εἰπεῖν, ἡμεῖς δὲ οὐ τολμῶμεν τοῦτο εἰπεῖν, μυρία συνειδότες ἑαυτοῖς. Διόπερ ἐκείνῳ τῷ διαπαντὸς ἀγρυπνοῦντι καὶ ἐφεστῶτι, τῷ πάντα ὑπὲρ τῆς σωτηρίας τῶν μαθητευομένων ὑπομένοντι, ἥρμοττε λέγειν· ἡμεῖς δὲ τὸ Μωσέως ἐροῦμεν, ὅτι Ὠργίσθη μοι Κύριος δι' ὑμᾶς, ὅτι εἰς πολλὰ ἁμαρτήματα προάγετε καὶ ἡμᾶς. Ὅταν γὰρ ἀθυμῶμεν ὁρῶντες ὑμᾶς οὐ προκόπτοντας, οὐ τὸ πλέον ἡμῖν τῆς ἰσχύος καταπίπτει; Τί γὰρ, εἰπέ μοι, γέγονεν; Ἰδοὺ τῇ χάριτι τοῦ Θεοῦ καὶ ἡμεῖς λοιπὸν τριετίαν ἔχομεν, νύκτα μὲν καὶ ἡμέραν οὐ παρακαλοῦντες, διὰ τριῶν δὲ πολλάκις ἡμερῶν ἢ δι' ἑπτὰ τοῦτο ποιοῦντες. Τί γέγονε πλέον; Ἐγκαλοῦμεν, ἐπιτιμῶμεν, δακρύομεν, ὀδυνώμεθα, εἰ καὶ μὴ φανερῶς, ἀλλὰ κατὰ καρδίαν. Ἐκεῖνα δὲ πολὺ τούτων τὰ δάκρυα κουφότερα· ταῦτα μὲν γὰρ φέρει τινὰ τοῖς ἀθυμοῦσι παραμυθίαν, ἐκεῖνα δὲ αὐτὴν ἐπιτείνει καὶ συσφίγγει. Οὕτω καὶ ὅταν ἐν ἀθυμίᾳ τις ᾖ, καὶ μὴ δύνηται ἐξενεγκεῖν τὴν ἀλγηδόνα, ὥστε μὴ δόξαι κενόδοξος εἶναι, μείζονα ἄρα πάσχει, ἢ ἂν ταύτην ἐξήνεγκεν. Εἰ μή μέ τις ἔκρινε φιλοτιμίας περιττῆς, εἶδες ἂν καθ' ἑκάστην ἡμέραν πηγὰς δακρύων ἀφιέντα· ταύτας δέ μοι σύνοιδεν ὁ οἰκίσκος καὶ ἡ ἐρημία. Πιστεύσατε γάρ μοι, τῆς μὲν ἐμαυτοῦ σωτηρίας ἀπέγνων, τὰ δὲ ὑμέτερα θρηνῶν, οὐδὲ σχολὴν ἔχω τὰ ἐμαυτοῦ κακὰ πενθεῖν· οὕτω μοι πάντα ὑμεῖς ἐστε. Κἂν αἴσθωμαι ἐπιδιδόντας ὑμᾶς, οὐκ αἰσθάνομαι τῶν ἐμαυτοῦ κακῶν ὑπὸ τῆς ἡδονῆς· κἂν ἴδω μὴ ἐπιδιδόντας, ὑπὸ τῆς ἀθυμίας πάλιν παραπέμπομαι τὰ ἐμά· φαιδρὸς μὲν ὢν ἐπὶ τοῖς ὑμετέροις ἀγαθοῖς, κἂν μυρία ἔχω δεινὰ, σκυθρωπὸς δὲ ἐπὶ τοῖς ὑμετέροις λυπηροῖς, κἂν μυρία μοι κατορθώματα ᾖ. Τίς γὰρ ἐλπὶς διδασκάλῳ, τοῦ ποιμνίου διεφθαρμένου; ποία ζωὴ, ποία προσδοκία; μετὰ ποίας στήσεται παῤῥησίας πρὸς τὸν Θεόν; τί ἐρεῖ; Θῶμεν γὰρ, ὅτι οὐδὲ ἐγκαλεῖται, οὐδὲ δίδωσι δίκην, ἀλλ' ἔστι καθαρὸς ἀπὸ τοῦ αἵματος πάντων· καὶ οὕτως ἀνίατα πείσεται· ἐπεὶ καὶ πατέρες ὑπὲρ παίδων οὐ μέλλοντες ἐγκαλεῖσθαι, ὅμως ἀλγοῦσι καὶ δάκνονται. Καὶ οὐδὲν αὐτοὺς τοῦτο, φησὶν, ὠφελεῖ οὐδὲ προΐσταται, ὅτι αὐτοὶ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν; Ἀλλ' ἀγρυπνοῦσιν ὡς λόγον ἀποδώσοντες· καὶ δοκεῖ μέν τισι τοῦτο εἶναι φοβερὸν, ἐμοὶ δὲ οὐδεὶς τούτου λόγος μετὰ τὴν ὑμετέραν ἀπώλειαν. Ἄν τε γὰρ δῶ λόγον, ἄν τε μὴ δῶ, οὐδέν μοι τὸ ὄφελος. Γένοιτο σωθῆναι ὑμᾶς, καὶ δοῦναι λόγον ἐμὲ δι' ὑμᾶς· ὑμᾶς σωθῆναι, καὶ ἐμὲ ἐγκαλεῖσθαι ὡς μὴ πληρώσαντα τὰ παρ' ἐμαυτοῦ. Οὐ γὰρ τοῦ δι' ἐμοῦ σωθῆναι ὑμᾶς φροντίζω, ἀλλὰ τοῦ σωθῆναι μόνον δι' ὁτουδήποτε. Οὐκ ἴστε τὴν τυραννίδα τῶν ὠδινῶν τῶν πνευματικῶν, πῶς μυριάκις ἕλοιτο ἂν κατακοπῆναι ὁ τοῦτον τὸν τόκον ὠδίνων, ἢ τῶν τεχθέντων ἕνα ἀπολλύμενον ἰδεῖν καὶ διεφθαρμένον; Πόθεν ὑμᾶς πείσομεν; ἑτέρωθεν μὲν οὐδαμόθεν, ἀπὸ δὲ τῶν γινομένων τὰ καθ' ὑμᾶς πάντα ἀπολυσόμεθα. Δυνάμεθα καὶ ἡμεῖς λέγειν, ὅτι οὐδὲν ὑπεστειλάμεθα· ἀλλ' ὅμως ἀλγοῦμεν· καὶ ὅτι ἀλγοῦμεν, δῆλον ἐξ ὧν μυρία κατασκευάζομεν, καὶ μηχανώμεθα. Καίτοι γε ἐνῆν πρὸς ὑμᾶς αὐτοὺς εἰπεῖν· Τί μοι μέλει; ἐγὼ τὸ ἐμαυτοῦ πεποίηκα, ἐγὼ καθαρός εἰμι ἀπὸ τοῦ αἵματος· ἀλλ' οὐκ ἀρκεῖ τοῦτο εἰς παραμυθίαν. Εἴ γε ἐνῆν τὴν καρδίαν ἡμῶν ἀναῤῥῆξαι καὶ ἐπιδεῖξαι, εἴδετε ἂν μετὰ πολλῆς ἔνδον ὄντας τῆς εὐρυχωρίας πάντας ὑμᾶς, καὶ γυναῖκας καὶ παῖδας καὶ ἄνδρας· τοιαύτη γὰρ ἡ τῆς ἀγάπης δύναμις, τοῦ οὐρανοῦ εὐρυχωτέραν ποιεῖ τὴν ψυχήν. Χωρήσατε ἡμᾶς, ἔλεγεν ὁ Παῦλος· οὐδένα ἠδικήσαμεν, οὐ στενοχωρεῖσθε ἐν ἡμῖν. Τοῦτο λέγομεν νῦν καὶ ἡμεῖς· Χωρήσατε ἡμᾶς· Πᾶσαν τὴν Κόρινθον εἶχεν ἐκεῖνος ἐν τῇ καρδίᾳ ἑαυτοῦ, καὶ ἔλεγε· Πλατύνθητε καὶ ὑμεῖς· οὐ στενοχωρεῖσθε. Ἀλλ' αὐτὸς οὐκ ἂν ἔχοιμι τοῦτο λέγειν· εὖ γὰρ οἶδα, ὅτι καὶ ὑμεῖς ἡμᾶς ἀγαπᾶτε καὶ χωρεῖτε. Ἀλλὰ τί τὸ κέρδος ἢ τῆς ἐμῆς ἀγάπης ἢ τῆς ὑμῶν, ὅταν τὸ κατὰ Θεὸν ἡμῖν μὴ προχωρῇ; Μείζονος ἀθυμίας ὑπόθεσις, πλείονος λύμης ἀφορμή. Οὐδὲν ἔχω ἐγκαλεῖν ὑμῖν· Μαρτυρῶ γὰρ ὑμῖν, ὅτι, εἰ δυνατὸν, τοὺς ὀφθαλμοὺς ὑμῶν ἐξορύξαντες ἂν ἐδώκατέ μοι. Ἱμειρόμεθα οὐ μόνον τὸ Εὐαγγέλιον, ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχὰς δοῦναι ὑμῖν. Φιλούμεθα καὶ φιλοῦμεν· ἀλλ' οὐ τοῦτό ἐστι τὸ ζητούμενον. Φιλήσωμεν οὖν τὸν Χριστὸν πρῶτον· πρώτη γὰρ ἐντολὴ, Ἀγαπήσεις Κύριον τὸν Θεόν σου· δευτέρα δὲ ὁμοία αὐτῆς, Καὶ τὸν πλησίον σου ὡς σεαυτόν. Τὴν δευτέραν ἔχομεν, τῆς πρώτης ἡμῖν δεῖ· τῆς πρώτης δεῖ μετὰ πολλῆς τῆς ὑπερβολῆς καὶ ἐμοὶ καὶ ὑμῖν. Ἔχομεν αὐτὴν, ἀλλ' οὐχ ὡς χρή. Φιλήσωμεν αὐτόν· ἴστε πόσος ἀπόκειται μισθὸς τοῖς φιλήσασι τὸν Χριστόν· φιλήσωμεν αὐτὸν θερμότητι ψυχῆς, ἵνα, τῆς παρ' αὐτοῦ εὐνοίας ἀπολαύοντες, διαφύγωμεν τὸν κλύδωνα τοῦ παρόντος βίου, καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτὸν ἐπιτυχεῖν καταξιωθῶμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς αὐτοῦ Παιδὸς, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.