# In Acta apostolorum (homiliae 1-55) 4.1-4

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55), Καὶ ἐν τῷ συμπληροῦσθαι τὴν ἡμέραν τῆς Πεντηκοστῆς, ἦσαν ὁμοθυμαδὸν ἐπὶ τὸ αὐτό· καὶ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-acta-apostolorum-homiliae-1-55/4.1-4

Τί οὖν οὐκ εἰς Πλάτωνα ἐνήργησεν ὁ Χριστὸς, οὐδὲ εἰς Πυθαγόραν, φησίν; Ὅτι πολλῷ φιλοσοφωτέρα ἦν ἡ Πέτρου ψυχὴ τῶν ψυχῶν ἐκείνων. Ἐκεῖνοι μὲν γὰρ παῖδες ὄντως ἦσαν, ὑπὸ τῆς κενῆς δόξης περιτρεπόμενοι πανταχοῦ· οὗτος δὲ ἀνὴρ φιλόσοφος, καὶ δεκτικὸς τῆς χάριτος. Εἰ δὲ γελᾷς ταῦτα ἀκούων, οὐ θαυμαστόν· ἐπεὶ καὶ οἱ τότε ἐγέλων, καὶ γλεύκους αὐτοὺς ἔλεγον εἶναι μεστούς· ἀλλ' ὕστερον, ὅτε ἐπεπόνθεσαν τὰ πικρὰ ἐκεῖνα, καὶ πάντων χαλεπώτερα, ὅτε τὴν πόλιν κατερειπομένην εἶδον, καὶ τὸ πῦρ ἀναπτόμενον, καὶ τὰ τείχη ῥιπτούμενα χαμαὶ, καὶ τὰς ποικίλας βακχείας ἐκείνας, ἃς οὐδεὶς παραστῆσαι δύναται λόγῳ, οὐκ ἔτι ἐγέλων Οὕτω καὶ ὑμεῖς τότε οὐ γελάσεσθε, ὅταν ὁ τῆς κρίσεως ἐπιστῇ καιρὸς, ὅταν τὸ τῆς γεέννης ἀναφθῇ πῦρ. Ἀλλὰ τί περὶ μελλόντων λέγω; Βούλει δείξω τίς ἐστι Πέτρος, τίς δὲ Πλάτων; Τὰ γὰρ ἤθη τέως αὐτῶν, εἰ δοκεῖ, ἐξετάσωμεν, καὶ ἴδωμεν τίσιν ἐπεχείρησαν ἑκάτεροι. Οὗτος μὲν οὖν πάντα τὸν χρόνον ἀνάλωσε περὶ δόγματα στρεφόμενος ἀνόνητα καὶ περιττά. Τί γὰρ ὄφελος ἐκ τοῦ μαθεῖν, ὅτι μυῖα ἡ ψυχὴ τοῦ φιλοσόφου γίνεται; Ὄντως μυῖα, οὐκ εἰς μυῖαν μετέπιπτεν, ἀλλ' ἐπέβαινε τῇ ἐν Πλάτωνι οἰκούσῃ ψυχῇ. Ποίας ταῦτα οὐ ματαιολογίας; πόθεν δὴ τοιαῦτα ληρεῖν ἐπεβάλετο; Εἰρωνείας μεστὸς ἦν ὁ ἀνὴρ, καὶ ζηλοτύπως πρὸς ἅπαντας διακείμενος. Ὥσπερ οὖν φιλονεικῶν, μήτε οἴκοθεν, μήτε παρ' ἑτέρου χρήσιμόν τι εἰσαγαγεῖν· οὕτω παρὰ μὲν ἑτέρου τὴν μετεμψύχωσιν ἐδέξατο, παρὰ δὲ ἑαυτοῦ τὴν πολιτείαν εἰσήγαγεν, ἔνθα τὰ πολλῆς αἰσχρότητος γέμοντα ἐνομοθέτησε. Κοιναὶ, φησὶν, αἱ γυναῖκες ἔστωσαν, καὶ γεγυμνωμέναι παρθένοι, ἐπ' ὄψεσι τῶν ἐραστῶν παλαιέτωσαν, καὶ κοινοὶ πατέρες ἔστωσαν, καὶ οἱ τικτόμενοι παῖδες. Ποίαν οὐχ ὑπερβάλλει ταῦτα ἄνοιαν; Ἀλλὰ τὰ μὲν ἐκείνου τοιαῦτα. Ἐνταῦθα δὲ οὐχ ἡ φύσις ποιεῖ κοινοὺς πατέρας, ἀλλ' ἡ Πέτρου φιλοσοφία· ἐπεὶ ἐκεῖνό γε καὶ ἀνῄρει. Οὐδὲν γὰρ ἕτερον ἐποίει, ἀλλ' ἢ τὸν ὄντα ἀγνοεῖσθαι μονονουχὶ, καὶ τὸν οὐκ ὄντα εἰσάγεσθαι. Εἰς μέθην τινὰ καὶ συρφετὸν ἐνέβαλε τὴν ψυχήν. Πάντες, φησὶν, ἀδεῶς κεχρήσθωσαν ταῖς γυναιξί. Διὰ τοῦτο οὐκ ἐξετάζω ποιητῶν δόγματα, ἵνα μή μέ τις εἴποι μύθους ἐξετάζειν· ἀλλ' ἑτέρους λέγω μύθους ἐκείνων πολλῷ καταγελαστοτέρους. Ποῦ τοιοῦτόν τι ἐτερατεύσαντο ποιηταί; Ἀλλ' ὁ κορυφαῖος τῶν φιλοσόφων, ὡς ἐδόκει, καὶ ὅπλα ταῖς γυναιξὶ περιτίθησι, καὶ κράνη, καὶ κνημῖδας, καὶ κυνῶν οὐδὲν διαφέρειν λέγει τὸ ἀνθρώπινον γένος. Ἐπειδὴ γὰρ ἡ κύων ἡ θήλεια, φησὶ, καὶ ὁ ἄῤῥην κοινωνοῦσιν ἐν τοῖς ἔργοις, κοινωνείτωσαν καὶ αἱ γυναῖκες, καὶ πάντα ἀνατρεπέσθω. Ἀεὶ γὰρ δι' αὐτῶν ἐσπούδασεν ὁ διάβολος, μηδὲν ἐντιμότερον τῶν ἀλόγων τὸ ἡμέτερον δεῖξαι γένος· ὅπου γέ τινες εἰς τοῦτο κενοδοξίας ἦλθον, ὡς εἰπεῖν, ὅτι καὶ τὰ ἄλογα λογικὰ τυγχάνει. Καὶ ὅρα, πῶς ποικίλως ἐβάκχευσεν ἐν ταῖς ἐκείνων ψυχαῖς. Οἱ μὲν γὰρ κορυφαῖοι αὐτῶν ἔφησαν τὴν ἡμετέραν ψυχὴν εἰς μυίας, καὶ κύνας, καὶ ἄλογα μεθίστασθαι· οἱ δὲ μετ' ἐκείνους τοῦτο αἰσχυνθέντες, εἰς ἑτέραν αἰσχύνην κατέπεσον, πάσης λογικῆς ἐπιστήμης μεταδόντες τοῖς ἀλόγοις, καὶ πανταχοῦ δείξαντες ἡμῶν τὰ δι' ἡμᾶς γενόμενα ἐντιμότερα. Οὐ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ προγνώσεις εἶναι παρ' αὐτοῖς, καὶ εὐσέβειαν λέγουσιν. Ὁ κόραξ, φησὶν, οἶδε τὸν Θεὸν, καὶ ἡ κορώνη, καὶ προφητείας ἔχουσι χαρίσματα, καὶ τὰ μέλλοντα προλέγουσι, καὶ δικαιοσύνη παρ' αὐτοῖς, καὶ πολιτεία, καὶ νόμοι, καὶ ζηλοῖ παρ' αὐτοῖς ὁ κύων κατὰ Πλάτωνα. Τάχα ἀπιστεῖτε τοῖς λεγομένοις; Εἰκότως, ἅτε τοῖς ὑγιέσιν ἐντεθραμμένοι δόγμασιν· ἐπεὶ καὶ εἴ τις τραφείη ταύτῃ τῇ τροφῇ, ἀπιστήσειεν ἂν, ὅτι ἔστιν ἄνθρωπος κόπρου γευόμενος ἡδέως. Ὅταν οὖν λέγωμεν αὐτοῖς, ὅτι μῦθοι ταῦτα καὶ ἀνοίας μεστὰ, οὐκ ἐνοήσατε, φασί. Μηδὲ νοήσωμέν ποτε τὸν τοσοῦτον ὑμῶν γέλωτα. Σφόδρα γε· οὐ γὰρ φρενὸς βαθείας δεῖ, ἵνα μάθωμεν, τί βούλεται ἡ τοσαύτη ἀσέβεια καὶ σύγχυσις. Μὴ κορακιστὶ φθέγγεσθε, ὦ ἀνόητοι, καθάπερ τὰ παιδία; Παῖδες γὰρ ὄντως ἐστὲ, καθάπερ ἐκεῖνα. Ἀλλὰ Πέτρος οὐδὲν τοιοῦτον ἔφησεν· ἀλλ' ἀφῆκε φωνὴν, ἣ καθάπερ ἐν σκότῳ τινὶ φῶς ἀπολάμψασα μέγα, τὴν ἀχλὺν διεσκέδασε τῆς οἰκουμένης. Ἀλλὰ τὸ ἦθος αὐτοῦ πῶς ἥμερον ἦν, πῶς ἐπιεικές· πῶς πάσης ἀνωτέρω δόξης ἵστατο κενῆς· πῶς εἰς τὸν οὐρανὸν ἑώρα ἄτυφος ὢν, καὶ ταῦτα νεκροὺς ἀνιστῶν. Εἰ δὲ ἐξεγένετο ἐκείνων τινὶ τῶν ἀνοήτων, φαντασίᾳ γοῦν τοιοῦτόν τι ἐργάζεσθαι, ἆρ' οὐκ ἂν εὐθέως βωμὸν ἐζήτησε καὶ ναὸν, καὶ ἰσόθεός τις εἶναι ἠθέλησεν; ὅπου γε οὐδενὸς τούτων ὄντος τοιαῦτα φαντάζονται ἀεί. Τί γὰρ βούλεται αὐτοῖς Ἀθηνᾶ, καὶ Ἀπόλλων, καὶ Ἥρα; Γένη παρ' αὐτοῖς ἐστι δαιμόνων. Καὶ βασιλεύς ἐστι παρ' αὐτοῖς διὰ τοῦτο ἀξιῶν ἀποθανεῖν, ἵνα ἰσόθεος νομίζοιτο. Ἀλλ' οὗτοι οὐχ οὕτως, ἀλλὰ τοὐναντίον. Ἄκουε γὰρ αὐτῶν λεγόντων ἐπὶ τῆς θεραπείας τοῦ χωλοῦ· Ἄνδρες Ἰσραηλῖται, τί ἡμῖν προσέχετε, ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν; Καὶ ἀλλαχοῦ· Καὶ ἡμεῖς ὁμοιοπαθεῖς ὑμῖν ἐσμεν ἄνθρωποι. Ἐκεῖ δὲ πολὺς ὁ τῦφος, πολλὴ ἡ ἀλαζονεία· πάντα διὰ τὰς παρὰ τῶν ἀνθρώπων τιμὰς, οὐδὲν φιλοσοφίας ἕνεκεν. Ὅταν γάρ τι διὰ δόξαν γίνηται, πάντα μένουσιν εὐτελῆ. Κἂν γὰρ πάντα τις ἔχῃ, τούτου δὲ μὴ κρατῇ, πάσης φιλοσοφίας ἐξέπεσε, τῷ τυραννικωτέρῳ κατεχόμενος, καὶ αἰσχροτέρῳ πάθει. Ταύτης ἡ ὑπεροψία πάντα διδάξαι τὰ ἀγαθὰ ἱκανὴ, καὶ τῆς ψυχῆς ἐξορίσαι πᾶν πάθος ὀλέθριον. Διὸ παραινῶ καὶ ὑμῖν πολλὴν ποιεῖσθαι τὴν σπουδὴν, ὥστε τοῦτο τὸ πάθος πρόῤῥιζον ἐξελεῖν· οὐ γὰρ ἔστιν ἄλλως εὐδοκιμῆσαι παρὰ τῷ Θεῷ, καὶ τὴν παρὰ τοῦ ἀκοιμήτου ἐκείνου ὀφθαλμοῦ εὔνοιαν ἐπισπάσασθαι. Οὐκοῦν πᾶσαν σπουδὴν ποιώμεθα, ὥστε τῆς ἐκεῖθεν ἡμᾶς ῥοπῆς ἀπολαύειν, ἵνα καὶ τῶν παρόντων λυπηρῶν διαφύγωμεν τὴν πεῖραν, καὶ τῶν μελλόντων ἀγαθῶν καταξιωθῶμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg154.local001/.
