Ancient Greek · ~23 min
Τότε ὑπέστρεψαν οἱ ἀπόστολοι εἰς Ἱερουσαλὴμ ἀπὸ ὄρους τοῦ καλουμένου Ἐλαιῶνος, ὅ ἐστιν ἐγγὺς Ἱερουσαλὴμ, σαββάτου ἔχον ὁδόν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 5.1-3
Not analysed yet
Ὥστε εἴ τις ὡς ἐπὶ προστασίαν ἔτρεχε τὴν ἀρχιερωσύνην, οὐδεὶς ἂν αὐτὴν ἐδέξατο ταχέως. Νῦν δὲ, ὥσπερ τὰς ἔξωθεν ἀρχὰς, οὕτω καὶ ταύτην διώκομεν. Ἵνα γὰρ δοξασθῶμεν, ἵνα τιμηθῶμεν παρὰ ἀνθρώποις, ἀπολλύμεθα παρὰ τῷ Θεῷ. Τί τὸ κέρδος τῆς τιμῆς; πῶς ἐλήλεγκται οὐδὲν οὖσα; Ὅταν ἐπιθυμήσῃς ἱερωσύνης, ἀντίστησον τὴν γέενναν, ἀντίστησον τὰς εὐθύνας τὰς ἐκεῖ, ἀντίστησον τὸν ἀπράγμονα βίον, ἀντίστησον τῆς κολάσεως τὸ μέτρον· ὅτι κἂν ἁμάρτῃς κατὰ σαυτὸν, οὐδὲν πείσῃ τοιοῦτον· ἂν δὲ ἱερεὺς ὢν, ἀπόλωλας. Ἐννόησον, ὅσα ὑπέμεινεν, ὅσα ἐφιλοσόφησεν ὁ Μωϋσῆς, ὅσα ἐπεδείξατο ἀγαθά· καὶ ἵνα ἓν ἁμάρτῃ ἁμάρτημα μόνον, ἐκολάζετο πικρῶς· εἰκότως. Μετὰ γὰρ τῆς τῶν ἄλλων ζημίας τοῦτο γέγονεν· ὥστε πικρότερον ἐκολάζετο, οὐ τῷ φανερὸν γενέσθαι, ἀλλὰ καὶ τῷ ἱερέως εἶναι τὸ ἁμάρτημα οὐ τὴν αὐτὴν γὰρ τιμωρίαν διδόαμεν τῶν τε φανερῶν, καὶ τῶν λάθρα ἁμαρτανομένων. Ἡ μὲν γὰρ ἁμαρτία ἡ αὐτὴ, ἡ δὲ ζημία οὐχ ἡ αὐτὴ, μᾶλλον δὲ οὐδὲ ἡ ἁμαρτία· οὐ γάρ ἐστι τὸ αὐτὸ, λανθάνοντα καὶ κρυπτόμενον ἁμαρτάνειν, καὶ φανερῶς. Τὸν δὲ ἐπίσκοπον οὐκ ἔνι λάθρα ἁμαρτάνειν. Ἀγαπητὸν γὰρ μὴ ἁμαρτάνοντα ἀπαλλαγῆναι ἐγκλημάτων, μή τί γε ἁμαρτάνοντα. Κἂν ὀργισθῇ, κἂν γελάσῃ, κἂν ἀνέσεως ὄναρ ἐπιθυμήσῃ, πολλοὶ οἱ σκώπτοντες, πολλοὶ οἱ σκανδαλιζόμενοι, πολλοὶ οἱ νομοθετοῦντες, πολλοὶ οἱ τῶν προτέρων μεμνημένοι, καὶ τὸν παρόντα κακίζοντες· καὶ ταῦτα ποιοῦσιν, οὐκ ἐκείνους ἐγκωμιάσαι βουλόμενοι· ἀλλὰ τοῦτον δακεῖν, τῶν συνεπισκόπων, τῶν πρεσβυτέρων μεμνημένοι. Γλυκὺς ὁ πόλεμος ἀπείροις, φησί. Τοῦτο καὶ νῦν ἁρμόζει λέγειν· μᾶλλον δὲ καὶ λέγομεν πρὸ τοῦ καταστῆναι εἰς τὸν ἀγῶνα· μετὰ δὲ τὸ ἐμβῆναι, οὐδὲ δῆλοι γινόμεθα τοῖς πολλοῖς. Οὐ γάρ ἐστιν ἡμῖν νῦν πόλεμος πρὸς τοὺς καταδυναστεύοντας τῶν πενήτων, οὐδὲ τοῦ ποιμνίου προπολεμεῖν ἀνεχόμεθα· ἀλλὰ κατὰ τοὺς ποιμένας ἐκείνους τοὺς ἐν τῷ Ἰεζεκιὴλ, σφάττομεν καὶ κατεσθίομεν. Τίς ἡμῶν ἐπιδείκνυται τοσαύτην φροντίδα περὶ τὰ ποίμνια τοῦ Χριστοῦ, ὅσην περὶ τὰ ποίμνια τοῦ Λάβαν ὁ Ἰακώβ; τίς δύναται ἀπαριθμήσασθαι παγετὸν νυκτός; Μὴ γάρ μοι τὰς παννυχίδας εἴπῃς, καὶ τὴν τοσαύτην θεραπείαν. Πᾶν μὲν οὖν τοὐναντίον. Ὕπαρχοι καὶ τοπάρχαι οὐκ ἀπολαύουσι τοσαύτης τιμῆς, ὅσης ὁ τῆς Ἐκκλησίας ἄρχων. Ἂν ἐν βασιλείοις εἰσίῃ, τίς πρῶτος; ἂν παρὰ γυναιξὶν, ἂν παρὰ ταῖς οἰκίαις τῶν μεγάλων, οὐδεὶς ἕτερος αὐτοῦ προτετίμηται. Ἀπόλωλε πάντα καὶ διέφθαρται. Ταῦτα οὐχ ὑμᾶς καταισχῦναι βουλόμενος λέγω, ἀλλ' ὑμῶν ἐπισχεῖν τὴν ἐπιθυμίαν. Ποίῳ γὰρ συνειδότι ἂν γένῃ σπουδάσας ἢ διὰ σαυτοῦ, ἢ δι' ἑτέρου; ποίοις ὀφθαλμοῖς ἀντιβλέψεις ἐκείνῳ τῷ συνεργήσαντι; τί ἕξεις ἀπολογήσασθαι; Ὁ μὲν γὰρ ἄκων καὶ βιασθεὶς, καὶ οὐκ ἐθέλων, ἔχοι ἄν τινα ἀπολογίαν, εἰ καὶ τὰ μάλιστα καὶ οὗτος ἀπεστέρηται συγγνώμης· πλὴν ἀλλὰ παρὰ τοῦτο ἔχει τινὰ ἀπολογίαν. Ἐννόησον τί Σίμων ἔπαθε; Τί γὰρ, εἰ μὴ ἀργύριον δίδως, ἀλλ' ἀντὶ ἀργυρίου κολακεύεις, καὶ κατασκευάζεις πολλὰ, καὶ μηχανᾷ; Τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν. Πρὸς ἐκεῖνον εἶπε, καὶ τούτοις ἐρεῖ· ἡ σπουδὴ ὑμῶν μεθ' ὑμῶν ἔστω εἰς ἀπώλειαν, ὅτι ἐνομίσατε περιδρομῇ ἀνθρωπίνῃ τὴν δωρεὰν τοῦ Θεοῦ κτᾶσθαι. Ἀλλ' οὐδείς ἐστι τοιοῦτος; Μηδὲ γένοιτο. Οὐδὲ γὰρ βούλομαι οὐδὲν πρὸς ὑμᾶς εἶναι τῶν λεγομένων· νυνὶ δὲ ἐκ τῆς ἀκολουθίας εἰς τούτους ἐνεπέσομεν τοὺς λόγους. Οὐδὲ γὰρ ὅταν κατὰ πλεονεξίας λέγωμεν, πρὸς ὑμᾶς λέγομεν, ἀλλ' οὐδὲ πρὸς ἕνα. Γένοιτο εἰκῆ τὰ φάρμακα παρ' ἡμῶν κατασκευάζεσθαι. Αἱ τῶν ἰατρῶν εὐχαὶ τοιαῦταί εἰσιν, οὐκ ἄλλα αἰτοῦσαι, ἢ ὥστε μετὰ τὸν πολὺν πόνον ἁπλῶς ῥιφῆναι τὰ φάρμακα. Ταῦτα καὶ ἡμεῖς εὐχόμεθα, ἁπλῶς εἰς ἀέρα λέγεσθαι τὰ ῥήματα τὰ ἡμέτερα, ὥστε ῥήματα μόνον εἶναι. Πάντα ὑποστῆναι ἕτοιμος ἐγὼ, ὥστε μὴ εἰς χρείαν καταστῆναι τοῦ ταῦτα λέγειν. Εἰ δὲ βούλεσθε, καὶ σιγήσομεν· μόνον ἔστω ἀκίνδυνος ἡ σιγή. Οὐ γὰρ οἶμαι οὐδένα, κἂν σφόδρα κενόδοξος ᾖ, μὴ καλούσης χρείας θελῆσαι ἂν ἁπλῶς ἐπιδείκνυσθαι. Παραχωρήσομεν τῆς διδασκαλίας ὑμῖν· αὕτη γὰρ μείζων ἡ διδασκαλία ἡ διὰ πραγμάτων· ἐπεὶ καὶ τῶν ἰατρῶν οἱ ἄριστοι, καίτοιγε τῆς νόσου τῶν καμνόντων φερούσης αὐτοῖς μισθοὺς, βούλοιντο ἂν ὑγιαίνειν τοὺς αὐτῶν φίλους. Καὶ ἡμεῖς βουλόμεθα ἅπαντας ὑγιαίνειν. Οὐ γὰρ ἵνα ἡμεῖς δόκιμοι ὦμεν βουλόμεθα, ὑμεῖς δὲ ἀδόκιμοι ἦτε. Ἐβουλόμην εἰ οἷόν τε ὄψει αὐτῇ τὴν ἀγάπην, ἢν περὶ ὑμᾶς ἔχω, ἐπιδείξασθαι· οὐδεὶς γάρ μοι λοιπὸν οὐδὲν ἂν ἐνεκάλεσεν, εἰ καὶ σφόδρα τραχὺς ἦν ὁ λόγος. Τὰ γὰρ παρὰ φίλων λεγόμενα, κἂν ὕβρις ᾖ, φορητά. Ἀξιοπιστότερα γὰρ τραύματα φίλου, ἢ ἑκούσια φιλήματα ἐχθροῦ. Οὐδὲν ἐμοὶ ποθεινότερον ὑμῶν, οὐδὲ τοῦτο τὸ φῶς. Μυριάκις γὰρ ἂν εὐξαίμην αὐτὸς πηρωθῆναι, εἰ γε ἐνῆν διὰ τούτου τὰς ὑμετέρας ἐπιστρέψαι ψυχάς· οὕτως αὐτοῦ τοῦ φωτὸς γλυκίων ἐμοὶ ἡ σωτηρία ἡ ὑμετέρα. Τί γὰρ ὄφελός μοι τῶν ἀκτίνων τῶν ἡλιακῶν, ὅταν ἡ δι' ὑμᾶς ἀθυμία πολὺ κατασκεδάζῃ τῶν ὀφθαλμῶν τὸ σκότος; Τὸ γὰρ φῶς τότε καλὸν, ὅταν ἐν εὐφροσύνῃ φαίνηται· ἐπεὶ τῇ λυπουμένῃ ψυχῇ καὶ παρενοχλεῖν δοκεῖ. Ὅτι δὲ οὐ ψεύδομαι, μὴ γένοιτο μέν ποτε πεῖραν λαβεῖν. Πλὴν εἴποτε συμβαίη τινὰ ὑμῶν ἁμαρτάνειν, καθεύδοντί μοι παράστητε· ἀπολοίμην, εἰ μὴ τοῖς παραλύτοις ἔοικα, εἰ μὴ τοῖς ἐξεστηκόσι, καὶ κατὰ τὸν προφητικὸν λόγον, Καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου, καὶ αὐτὸ οὐκ ἔστι μετ' ἐμοῦ. Τίς γὰρ ὑμῖν ἐλπὶς, ὑμῶν μὴ προκοπτόντων; τίς δὲ ἀθυμία, ὑμῶν εὐδοκιμούντων; Πτεροῦσθαι δοκῶ, ὅταν τι περὶ ὑμῶν ἀκούσω χρηστόν. Πληρώσατέ μου τὴν χαράν. Τοσοῦτον μόνον εἰσήνεγκα εἰς τὴν εὐχὴν, ὅτι ἐπιθυμῶ ὑμῶν τὴν προκοπήν. Ὃ δὲ διαμιλλῶμαι πρὸς πάντας τοῦτό ἐστιν, ὅτι φιλῶ, ὅτι συμπέπλεγμαι, ὅτι πάντα μοι ὑμεῖς ἐστε, καὶ πατὴρ, καὶ μήτηρ, καὶ ἀδελφοὶ, καὶ παιδία. Μὴ δὴ νομίσητέ τι τῶν παρ' ἡμῶν λεγομένων πρὸς ἀπέχθειαν λέγεσθαι, ἀλλὰ πρὸς διόρθωσιν. Ἀδελφὸς γὰρ, φησὶν, ὑπὸ ἀδελφοῦ βοηθούμενος, ὡς πόλις ὀχυρά. Μὴ δὴ ἀπαξιώσητε· οὐδὲ γὰρ ἐγὼ τὸν παρ' ὑμῶν ἀτιμάζω λόγον, ἀλλὰ βουλοίμην ἂν διορθοῦσθαι παρ' ὑμῶν, βουλοίμην ἂν μανθάνειν. Πάντες γὰρ ἡμεῖς ἀδελφοί ἐσμεν, εἷς δὲ ἡμῶν ἐστιν ὁ καθηγητής. Ἔστι δὲ καὶ ἐν ἀδελφοῖς ἕνα ἐπιτάττειν, καὶ τοὺς ἄλλους πείθεσθαι. Μὴ δὴ ἀπαξιώσητε, ἀλλὰ πάντα ποιῶμεν εἰς δόξαν τοῦ Θεοῦ· ὅτι αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.