Ancient Greek · ~18 min
Section 1
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In ascensionem domini nostri Jesu Christi 1.1
Not analysed yet
Καὶ ὅτε τοῦ σταυροῦ μνείαν ἐπετελοῦμεν, ἔξω τῆς πόλεως τὴν ἑορτὴν ἐπετελέσαμεν, καὶ νῦν ὅτε τοῦ σταυρωθέντος τὴν ἀνάληψιν ἄγομεν τὴν φαιδρὰν ταύτην καὶ ἐξαστράπτουσαν ἡμέραν, ἔξω τῆς πόλεως πάλιν τὴν ἑορτὴν ἐπιτελοῦμεν. Ποιοῦμεν δὲ τοῦτο, οὐχὶ τὴν πόλιν ἀτιμάσαι βουλόμενοι, ἀλλὰ τιμῆσαι τοὺς μάρτυρας σπεύδοντες. Ἵνα γὰρ μὴ ἐγκαλῶσιν ἡμῖν οἱ ἅγιοι οὗτοι, καὶ λέγωσιν· ἡμεῖς οὐκ ἦμεν ἄξιοι μίαν ἡμέραν τοῦ Δεσπότου ἡμῶν ἐν ταῖς ἡμετέραις σκηναῖς ἐπιτελουμένην ἰδεῖν· ἵνα μὴ ἐγκαλέσωσιν ἡμῖν οἱ ἅγιοι οὗτοι καὶ λέγωσιν· ὅτι τὸ μὲν αἷμα ἡμῶν ὑπὲρ αὐτοῦ ἐξεχέαμεν, καὶ τὰς κεφαλὰς ἡμῶν ἀποτμηθῆναι κατηξιώθημεν· τὴν δὲ ἡμέραν τῆς ἑορτῆς αὐτοῦ οὐ κατηξιώθημεν ἰδεῖν ἐν τοῖς ἡμετέροις καταγωγίοις τελουμένην· διὰ ταῦτα τὴν πόλιν ἀφέντες, πρὸς τοὺς πόδας τῶν ἁγίων τούτων ἐδράμομεν, διὰ τῆς παρούσης ἡμέρας, καὶ ὑπὲρ τοῦ χρόνου τοῦ παρελθόντος ἀπολογούμενοι πρὸς αὐτούς. Εἰ γὰρ καὶ πρὸ τούτου ἔδει πρὸς τοὺς γενναίους τούτους τῆς εὐσεβείας ἀθλητὰς τρέχειν, ὅτε ὑπὸ τὸ ἔδαφος ἔκειντο· πολλῷ μᾶλλον νῦν τοῦτο ποιεῖν χρὴ, ὅτε καθ' ἑαυτοὺς οἱ μαργαρῖται, ὅτε ἀπηλλάγη τῶν λύκων τὰ πρόβατα, ὅτε ἀπέστησαν τῶν νεκρῶν οἱ ζῶντες. Αὐτοῖς μὲν γὰρ οὐδὲ πρὸ τούτου βλάβη τις ἦν ἀπὸ τῆς κοινωνίας τῆς κατὰ τὴν ταφήν· ὧν γὰρ τὰ πνεύματα ἐν τοῖς οὐρανοῖς, οὐδὲν τὰ σώματα ἐβλάπτετο ἀπὸ τῆς γειτνιάσεως· ὧν ἡ ψυχὴ ἐν τῇ χειρὶ τοῦ Θεοῦ, οὐδὲν τὰ λείψανα ἀπὸ τῆς θέσεως ἔπασχεν. Αὐτοῖς μὲν οὖν οὐδεμία βλάβη ἦν, οὐδὲ πρὸ τούτου· ὁ δὲ λαὸς ἡμῖν οὐ τὴν τυχοῦσαν ζημίαν ὑπέμεινεν ἀπὸ τῶν τόπων, τρέχων μὲν πρὸς τὰ λείψανα τῶν μαρτύρων, μετὰ δὲ ἀμφιβολίας καὶ διακρίσεως ποιούμενος τὰς εὐχὰς διὰ τὸ ἀγνοεῖσθαι τὰς θήκας τῶν ἁγίων, καὶ ποῦ κεῖνται οἱ θησαυροὶ οἱ ἀληθινοί. Καὶ ταυτὸν ἐγίνετο, ὥσπερ ἂν εἰ ποίμνια προβάτων καθαρῶν ἀπολαῦσαι ῥείθρων ἐπειγόμενα ἔρχοιτο μὲν ἐπὶ τὰς πηγὰς τὰς καθαρὰς, βρώμου δέ ποθεν ἐγγύθεν καὶ δυσωδίας ἐμπεσούσης ἀναχαιτίζοιτο πάλιν· οὕτω καὶ ἐπὶ τῆς ποίμνης ταύτης συνέβαινεν. Ἐβάδιζε μὲν ὁ λαὸς πρὸς τὰς καθαρὰς τῶν μαρτύρων πηγάς· αἰσθανόμενος δὲ δυσωδίας αἱρετικῆς ἐγγύθεν ἀνιούσης, ἀνεχαιτίζετο πάλιν. Ὅπερ οὖν συνειδὼς ὁ σοφὸς οὗτος ποιμὴν καὶ κοινὸς διδάσκαλος, ὁ πάντα πρὸς οἰκοδομὴν τῆς Ἐκκλησίας οἰκονομῶν, οὐκ ἠνέσχετο μέχρι πολλοῦ ταύτην τὴν ζημίαν περιιδεῖν οὗτος ὁ θερμὸς ἐραστὴς καὶ ζηλωτὴς τῶν μαρτύρων. Ἀλλὰ τί ποιεῖ; Θεάσασθε τὴν σοφίαν· τὰ μὲν θολερὰ καὶ δυσώδη ῥεύματα κατέχωσε καὶ ἀπέφραξε κάτω, τὰς δὲ καθαρὰς τῶν μαρτύρων πηγὰς ἐν καθαρῷ χωρίῳ κατέστησε. Καὶ σκοπεῖτε ὅσην καὶ περὶ τοὺς κατοιχομένους τὴν φιλανθρωπίαν ἐπεδείξατο, καὶ περὶ τοὺς μάρτυρας τὴν τιμὴν, καὶ περὶ τὸν λαὸν τὴν κηδεμονίαν. Περὶ μὲν τοὺς κατοιχομένους φιλανθρωπίαν ἐπεδείξατο, μὴ κινήσας αὐτῶν τὰ ὀστᾶ, ἀλλ' ἀφεὶς ἐπὶ τοῦ τόπου μένειν· περὶ δὲ τοὺς μάρτυρας τιμὴν, ἀπαλλάξας αὐτοὺς τοῦ πονηροῦ γειτονήματος· περὶ δὲ τὸν λαὸν κηδεμονίαν, οὐκ ἀφεὶς αὐτοὺς μετὰ διακρίσεως ποιεῖσθαι τὰς εὐχάς. Διὰ ταῦτα ὑμᾶς ἐνταῦθα ἠγάγομεν, ἵνα φαιδρότερος ὁ σύλλογος γένηται, ἵνα λαμπρότερον τὸ θέατρον, οὐχὶ ἀνθρώπων μόνον, ἀλλὰ καὶ μαρτύρων συλλεγομένων· οὐχὶ μαρτύρων μόνον, ἀλλὰ καὶ ἀγγέλων. Καὶ γὰρ καὶ ἄγγελοι πάρεισιν, ἀγγέλων καὶ μαρτύρων ἡ σύνοδος γέγονε σήμερον. Καὶ εἰ βούλει ἰδεῖν καὶ μάρτυρας καὶ ἀγγέλους, ἄνοιξον τῆς πίστεως τοὺς ὀφθαλμοὺς, καὶ ὄψει τὸ θέατρον ἐκεῖνο· εἰ γάρ πως ὁ ἀὴρ ἀγγέλων ἐμπέπλησται, πολλῷ μᾶλλον ἡ ἐκκλησία· εἰ δὲ ἐκκλησία, πολλῷ μᾶλλον ἡ παροῦσα ἡμέρα, ὅτε ὁ Δεσπότης αὐτῶν ἀναλαμβάνεται. Ὅτι γὰρ ἅπας ὁ ἀὴρ ἀγγέλων ἐμπέπλησται, ἄκουσον τί φησιν ὁ Ἀπόστολος, ἐντρέπων τὰς γυναῖκας ὥστε ἔχειν κάλυμμα ἐπὶ τῆς κεφαλῆς· Ὀφείλουσιν αἱ γυναῖκες ἐξουσίαν ἔχειν ἐπὶ τῆς κεφαλῆς διὰ τοὺς ἀγγέλους. Καὶ πάλιν ὁ Ἰακὼβ, Ὁ ἄγγελος, φησὶν, ὁ ῥυόμενός με ἐκ νεότητός μου. Καὶ οἱ ἐν τῇ οἰκίᾳ δὲ μετὰ τῶν ἀποστόλων ὄντες πρὸς τὴν Ῥόδην ἔλεγον· Ὁ ἄγγελος αὐτοῦ ἐστι· καὶ πάλιν ὁ Ἰακὼβ, Εἶδον, φησὶ, παρεμβολὴν ἀγγέλων. Καὶ τίνος ἕνεκεν παρεμβολὴν ἀγγέλων εἶδεν ἐπὶ τῆς γῆς καὶ στρατιάν; Καθάπερ βασιλεὺς κελεύει τὰ στρατόπεδα ἐν ἑκάσταις καθέζεσθαι πόλεσι, μήποτε βαρβαρικὸς πόλεμος ἐπαναστὰς καταδράμῃ τὰς πόλεις· οὕτω δὴ καὶ ὁ Θεὸς, ἐπειδὴ καὶ δαίμονές εἰσιν ἐν τῷ ἀέρι τούτῳ βάρβαροι καὶ ἄγριοι, καὶ πολέμους ἐγείροντες ἀεὶ καὶ τῆς εἰρήνης ἐχθροὶ, ἀντικατέστησεν αὐτοῖς τὰ στρατόπεδα τῶν ἀγγέλων, ἵνα φαινόμενοι μόνον αὐτοῖς καταστέλλωσιν, ἵνα τὴν εἰρήνην ἡμῖν ἀεὶ πρυτανεύσωσι. Καὶ ἵνα μάθῃς ὅτι ἄγγελοι εἰρήνης εἰσὶν, ἄκουσον ἐν ταῖς προσευχαῖς ἀεὶ λεγόντων τῶν διακόνων· Τὸν ἄγγελον τῆς εἰρήνης αἰτήσατε. Ὁρᾷς ὅτι καὶ ἄγγελοι πάρεισι καὶ μάρτυρες; Τί οὖν ἀθλιώτερον τῶν ἀπολειφθέντων σήμερον; τί μακαριώτερον ἡμῶν τῶν παραγενομένων καὶ ἀπολαυόντων τῆς πανηγύρεως ταύτης; Ἀλλ' οἱ μὲν περὶ τῶν ἀγγέλων λόγοι ἐν ἑτέροις ἡμᾶς ἀναμεινάτωσαν καιροῖς· ἡμεῖς δὲ ἐπὶ τὴν ὑπόθεσιν τῆς παρούσης ἑορτῆς τὸν λόγον ἀγάγωμεν.