Ancient Greek · ~2 min
Sect 22
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In catenas sancti Petri [Sp.] 22
Not analysed yet
Καὶ ἐπειδήπερ ἐξελθόντες προῆλθον ῥύμην μίαν, ὁ μὲν ἄγγελος ἀποστὰς ἦν ἀφανής· ὁ δὲ τοῦ θαύματος ἐν συναισθήσει γενόμενος, καὶ λογισάμενος τά τε πρότερον περὶ αὐτὸν ἐν τῇ φυλακῇ τελεσθέντα θαύματα, «τά τε νῦν ὑπερφυῶς τερατουργηθέντα» καὶ ταῦτα ἐκείνοις συμβάλλων καὶ ἀντεξετάζων καὶ πιστωθείς [f. 163 vo] τὸ τῆς ὀπτασίας ἀληθὲς καὶ βέβαιον καὶ ὡς οὐ φαντασία ἦν τὸ ὁρώμενον, ἀλλὰ πράγματος ἔκβασις ἐναργὴς, τοιάνδε μετ' εὐχαριστίας ἠφίει φωνήν· «Νῦν οἶδα ἀληθῶς ὅτι ἐξαπέστειλε Κύριος τὸν ἄγγελον αὐτοῦ καὶ ἐξείλετό με ἐκ χειρὸς Ἡρώδου καὶ πάσης τῆς προσδοκίας τοῦ λαοῦ τῶν Ἰουδαίων».