# In Christi natalem [Sp.] 001.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Christi natalem [Sp.], Edition urn:cts:greekLit:tlg2062.tlg444.local001. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-christi-natalem-sp/001.1

Τοῦ αὐτοῦ <ἁγίου Ἰωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου> Εἰς τὴν τοῦ Χριστοῦ γένναν. Φόβου γέμει καὶ φρίκης ἡ σήμερον ἡμέρα, καὶ πολλῆς ἐκπλήξεως καὶ χαρμονῆς ἀπείρου. Δεσπότης γὰρ ἐκ νύμφης παρθένου προέρχεται παράδοξον θάλαμον τὴν κόρην εὑράμενος. Ὁ γὰρ ἄνω <***> δίχα φθορᾶς γεννηθείς, οὗτος κάτω <***> δίχα σπορᾶς γεννᾶται. Καὶ ὁ ἄνω ἐν κόλποις [τοῦ] πατρὸς αὐλιζόμενος, οὗτος [ἐν] ἀγκάλαις μητρὸς παρθένου βαστάζεται. Εἴ τις οὖν κατανοήσει τὴν σήμερον ἡμέραν, <*> τρόμῳ συστέλλεται· φόβου γὰρ καὶ τρόμου γέμει, ὡς ἤδη προείρηται. Σήμερον τῆς ἀπιστίας τῶν Ἰουδαίων [ὁ] ἔλεγχος καὶ τῶν ἁπάντων <**> ἀπαρχὴ καὶ πρόοδος. Οἱ φύλλα ἐζωσμένοι καὶ φοροῦντες δέρματα, οὗτοι ἐν τῷ φορεῖσθαι αὐτὸν φοροῦσι Χριστόν. Σήμερον οὖν χαρμονῆς ἡμέρα καὶ ταραχῆς· [ἔστι γὰρ] τῶν δαιμόνων πόλεμος· [καὶ τοῦ] διαβόλου θόρυβος· [Καὶ] τῶν εἰδώλων ὄλεθρος· τοῦ θανάτου θάνατος, καὶ τοῦ κόσμου παντὸς ἐκ τούτου ἐλευθερίας ἀρχή. Σὺ δέ μοι τὴν παρθένον (fol. 49v) τὴν ἁγίαν ἴδε <*>, καὶ σκόπησον τὸ πρᾶγμα, πῶς τυγχάνει ἄπειρον. Πῶς γὰρ οὐ διασπᾶται τὸν Κύριον φέρουσα· πῶς [γὰρ] αὐτῆς καὶ ἡ γαστὴρ ὅλως οὐ διαλύεται, Ἀλλὰ φέρει ἐν γαστρὶ τὸν κτίστην <****> <****> τῆς γαστρός, ὡς ἐπίσταται αὐτός. Καὶ εἰ δάκτυλον θεοῦ [βαστάσαι] οὐκ ἤνεγκεν Αἴγυπτος, πῶς ἤνεγκε παρθένος τοῦ θεοῦ <τὴν> δεξιάν; [Καὶ] εἰ ὁλκὴν οὐκ ἐβάστασε μικρὰν χρυσίου ἄνθρωπος, πῶς ἡ κόρη ἐβάστασε τοῦ Πατρὸς τὸν θησαυρόν; Εἰ δὲ ἦν καὶ τῷ Χριστῷ εἰς ὁμιλίαν ἐλθεῖν καὶ εἰπεῖν· «Ὅθ' ὑπῆρχες τῆς κόρης ἐγγάστριος, Οὐκ ἄμετρον εἶχες φύσιν καὶ σθένος ἀνίκητον; οὐκ ἔλεγές σου θρόνον ὑπάρχειν τὸν οὐρανόν; Καὶ ὅλως οὖν οὕτως ὑπάρχων ἀχώρητος τοῖς πᾶσιν, τὴν νηδὺν τῆς παρθένου ἔχεις ἐνδιαίτημα. Καὶ πῶς ὁ ἐν [τοῖς] κόλποις ὢν τοῦ ἀχράντου σου Πατρὸς κόρης ἀπειρογάμου ὑπάρχεις ἐγγάστριος;» «[Ναί, φησί], παρεφθάρη ὁ Ἀδάμ· κατεκλύσθη ὁ κόσμος· ἐφλέχθη τὰ Σόδομα· ἐπατήθη ὁ νόμος· Προφῆται ὑβρίσθησαν· οὐκ ἠκούσθην [ἐγὼ] ὁ θεός· ἐδέσποζεν ὁ δράκων· ἐκράτουν οἱ δαίμονες· Ὁ κόσμος ἀπώλλυτο· ἄγγελος σαρκωθῆναι καὶ σῶσαι οὐκ ἴσχυεν <*******>. Διὰ τοῦτο <***>· ἐγὼ ἀναλαμβάνω τὴν τοῦ δούλου μορφήν <*> <*******>.» Ὢ τοῦ θαύματος <**>· ἐκπλήττομαι καὶ φρίττω ὑπὸ τοσούτων θαυμάτων τὸν νοῦν κυματούμενος. Ἐκεῖνο μόνον εἰπεῖν ἱκανὸς εὑρίσκομαι τό· Ὢ βάθος καὶ πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ.» Καὶ τοῦτο γὰρ ἐξαίσιον καὶ σφόδρα παράδοξον· καὶ μήτηρ καὶ παρθένος ἡ κόρη εὑρίσκεται. Οὐ σπείρεται καὶ γεννᾷ· οὐκ ἀροῦται καὶ τίκτει· οὐκ ἀναμένει πάθος· οὐκ ἐκδέχεται φθοράν. Οὐ τὸν φθαρτὸν <***> <******* **> ἐκδεχομένη χαυνοῦται τοῖς μέλεσιν, Ὅτι μετὰ τὸ γεννῆσαι ἀσπόρως τὸν Κύριον τοσοῦτον ὅσον τοῦ Κυρίου ἀθαλαμεύτου παιδός ... Ἀληθῶς ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε· πάντα ἐν σοφίᾳ <*> <***> ἐποίησας». Λογίζου [δέ] μοι [καὶ] τὸν Ἀδὰμ χορεύειν φορούμενον καὶ πολλὰ ὀνειδίζειν τὸ θηρίον <***> [Καὶ] χαιρόμενόν τι λέγειν· «Παμπόνηρε, τί ὤνησας συλήσας με; Τί ποτε ἐπραγματεύσω συλήσας με;» ......... Ἴδε· ὁ φύλλα συκῆς περὶ τὴν ὀσφὺν φορῶν καὶ <τοὺς> χιτῶνας νεκροῦ ἐνδεδυμένος τὸ πρίν, Ἴδε νῦν φορούμενον τὸν ζῳοποιοφόρον· πόθεν, φησίν, τοσαύτη δέδοται παρρησία; Πόθεν, «Κύριος εἶπεν πρὸς μέ· Υἱός μου εἶ σύ; <******* *******> Ἵνα γὰρ τῇ [ἁγίᾳ] Παρθένῳ τὴν γένναν λογίζεσθε καὶ νομίσητε μητέρα ἀληθινὴν τῆς σαρκός, Σημαίνω νῦν τὸν ἐμὸν Κύριον <****>· αὐτὸς γὰρ καὶ τῆς [μακαρίας] Μαρίας τυγχάνει δημιουργός. [Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν].

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Christi natalem [Sp.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg444.local001/.
