# In decem virgines [Sp.] 1.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In decem virgines [Sp.], Section 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-decem-virgines-sp/1.1

Ὅταν τὸ εὐδαπάνητον τῆς ζωῆς ἐννοήσω, καὶ τοῦ ἐνιαυτοῦ τὸν ἐπινεύοντα κύκλον, καὶ τὴν πολύσκυλτον τῶν ἀνθρώπων διαγωγὴν, καὶ τὰς βιωτικὰς περιστάσεις, τό τε παρατρέχον τοῦ παρόντος αἰῶνος, καὶ τὴν σκιὰν τῶν πραγμάτων, τῆς δόξης τὸ πρόσκαιρον, τῆς δυναστείας τὸ εὐδιάλυτον, τῆς εὐημερίας τὴν φαντασίαν, καὶ τοῦ πλούτου τὸ ὄναρ· εἶτα σκοπήσω τὴν τοῦ τέλους ἡμέραν, καὶ τῆς συντελείας ἐκεῖνο τὸ ἀπαραίτητον τάχος, τόν τε τοῦ λογοθεσίου καιρὸν, καὶ τὸν ἀκολάκευτον δικαστὴν, καὶ τὴν γέμουσαν φρίκης κατάστασιν, πῶς ἀστράπτων ὁ κριτὴς παραγίνεται ἐξ οὐρανῶν, πῶς ταραττόμεναι αἱ δυνάμεις προτρέχουσι, πῶς ὁ φοβερὸς ἑτοιμάζεται θρόνος, πῶς ὁ οὐρανὸς ὡς βιβλίον εἱλίσσεται, πῶς καυσοῦνται τὰ στοιχεῖα τῷ φόβῳ λυόμενα, πῶς κλονεῖται τὸ ἔδαφος προσδεχόμενον τὴν τοῦ κριτοῦ ἐπίβασιν, πῶς φοβερῶς ἀλαλάζουσι σάλπιγγες, πῶς ἀνοίγονται τὰ μνήματα, πῶς ἐκτινάσσονται τάφοι, πῶς ὡς ἐξ ὕπνου ἀποπηδῶσιν οἱ νεκροὶ, πῶς ὁ χοῦς ὡς ἐν ῥιπῇ ὀφθαλμοῦ πρὸς τὴν οἰκείαν ἐπανέρχεται τάξιν, πῶς παλινδρομοῦσιν αἱ ψυχαὶ πρὸς τὰ σώματα, πῶς εἰς ἀπάντησιν οἱ δίκαιοι τρέχουσι, πῶς ἐφίσταται ὁ νυμφίος μεσονυκτίῳ, πῶς ἀξιοῦνται τῆς εἰσόδου οἱ δίκαιοι, πῶς τοῖς ῥᾳθύμοις ἀποκέκλεισται ἡ θύρα τοῦ νυμφῶνος· ὅταν ταῦτα πάντα ἐν τῇ ψυχῇ μου μεριμνήσω, μακαρίζω τὰς φρονίμους ἐκείνας παρθένους, ἃς ἡμῖν ἀρτίως ἡ τῶν Εὐαγγελίων παρήγαγε βίβλος, ὅτι πρὸς τοῦ ὕπνου κατηγωνίσαντο τοῦ πάθους, ὅτι τὸ εὐόλισθον καὶ ἐμπαθὲς τῆς ἐπικήρου ζωῆς βδελυξάμεναι, τῆς ἀκηράτου καὶ θείας ζωῆς ἀξίως ἐφρόντισαν, ὅτι τὸ ἀπαραίτητον τοῦ χρόνου σκοπήσασαι, τὴν ὥραν τῆς παρουσίας ἐτήρησαν, καὶ τῆς ἐπιστασίας ἐκείνου τοῦ ἀφθάρτου νυμφίου τὸν φόβον ἐνεθυμήθησαν, καὶ τὸ νυκτερινὸν δοκιμάσασαι σκότος, ἀκριβῶς τῶν λαμπάδων ἐφρόντισαν. Οὐδὲν δὲ κωλύει καὶ αὐτὰς τὰς θείας τοῦ Εὐαγγελίου διεξελθεῖν συλλαβάς. Ὡμοιώθη γὰρ, φησὶν, ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας αὐτῶν, ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου. Πότε ἐξῆλθον; ἆρα μὴ ὅτε κατέλαβεν αὐτὰς τῆς ζωῆς τὸ ἐμπρόθεσμον; ὅτε ἔφθασε τὸ πρόσταγμα; ὅτε ἐπέστη τοῦ θανάτου ἡ ἀπόφασις; ὅτε ἀπεστάλησαν οἱ κατεπείγοντες τοῦ τέλους ἄγγελοι, τότε ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου; Οὐδαμῶς. Ἀλλὰ πότε ἐξῆλθον; Ὅτε τοῖς βιωτικοῖς περισπασμοῖς ἀπετάξαντο, ὅτε τὴν στενὴν καὶ τεθλιμμένην ὁδὸν βαδίζειν προείλοντο, ὅτε τὴν ἑκούσιον σκληραγωγίαν ἠγάπησαν, ὅτε τοῖς γάμου οὐχ ὑπετάγησαν νόμοις, ὅτε τῶν τοῦ βίου ἡδονῶν κατεφρόνησαν, ὅτε τὴν ἀγαθὴν μερίδα τῆς ἀφθαρσίας ἐξελέξαντο, ὅτε τῆς εὐφροσύνης τὸν τρόπον ἠγάπησαν, ὅτε τὸν τῆς ἁμαρτίας ἐβδελύξαντο ῥύπον, ὅτε τὰ τῆς σωφροσύνης συνέθεντο, ὅτε τοῦ καθαροῦ νυμφίου ἠράσθησαν, ὅτε τοῦ τῆς βασιλείας ἐπεθύμησαν κάλλους, ὅτε πᾶσαν βιωτικὴν ἀπεδύσαντο φροντίδα, τότε ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου. Ἦσαν δὲ, φησὶν, αἱ πέντε φρόνιμοι, καὶ αἱ πέντε μωραί. Καὶ τί τῶν φρονίμων τὸ γνώρισμα; Ὅτι συνῆψαν τῇ σωφροσύνῃ τὴν ἐλεημοσύνην, ἐκόσμησαν τὴν παρθενίαν τῇ εὐποιίᾳ, ἔγνωσαν ὅτι ἡ πίστις χωρὶς τῶν ἔργων νεκρά ἐστιν, ἐδοκίμασαν ὅτι τὸ ἓν οὐκ ἐπαρκεῖ πρὸς σωτηρίαν κατόρθωμα· ἑνὶ γὰρ πτερῷ ἀετὸς εἰς ὕψος οὐκ ἐφικνεῖται· Ἐμνημόνευσαν τῆς τοῦ νυμφίου φωνῆς τῆς λεγούσης. Ἔλεον θέλω, καὶ οὐ θυσίαν· καὶ πάλιν, ὅτι Κατακαυχᾶται ἔλεος κρίσεως. Ταῦτα καλῶς βουλευόμεναι, ἐπλήρωσαν τὰ ἀγγεῖα αὐτῶν ἐλαίου. Ποῖα ἄρα ἀγγεῖα; Τὰς τῶν πεινώντων κοιλίας. Μεσίτας γὰρ τοῦ πνευματικοῦ γάμου τοὺς πτωχοὺς ἐπορίσαντο, ἐσκεύασαν μεθ' ἑαυτῶν τῶν οἰκτιρμῶν τὰ ἐφόδια· οἱ πεινῶντες ἐτρέφοντο, καὶ αἱ λαμπάδες ἐφαιδρύνοντο· οἱ πτωχοὶ ηὐχαρίστουν, καὶ ὁ νυμφίος ἐτέρπετο· ἡ ἐλεημοσύνη ἐσπείρετο, καὶ ὁ προσδοκώμενος μισθὸς ηὐτρεπίζετο. Καὶ αἱ φρόνιμοι τὰ τοῦ Δαυῒδ ἐβόων· Ἡτοιμάσθημεν, καὶ οὐκ ἐταράχθημεν· αἱ δὲ μωραὶ τὰς λαμπάδας κρατοῦσαι χωρὶς ἐλαίου πόῤῥωθεν ἀπὸ τοῦ νυμφίου ἐβλέποντο. Πῶς εἴχοντο ἑνὶ κατορθώματι; πῶς τὴν μὲν ἁγνείαν ἐκτήσαντο, τὴν δὲ φιλανθρωπίαν ἀπώσαντο; πῶς ἀπάθειαν μὲν τῷ σώματι περιεποιήσαντο, συμπάθειαν δὲ περὶ τοὺς δεομένους οὐκ ἐπεδείξαντο; πῶς τὴν μὲν σωφροσύνην ἠγάπησαν, τὴν δὲ φιλοξενίαν ἀπεστράφησαν; Τί οὖν τὸ πέρας; Χρονίζοντος γοῦν τοῦ νυμφίου, φησὶν, ἐνύσταξαν πᾶσαι, καὶ ἐκάθευδον. Ἀλλ' αἱ μὲν προαποθέμεναι τὸ ἔλαιον, εἶχον τὸ ἀσφαλὲς, ὅτι αἱ λαμπάδες αὐτῶν οὐ σβεσθήσονται· αἱ δὲ μωραὶ τὸν τῆς ἀνάγκης καιρὸν ἐξεδέχοντο. Τί οὖν συντόμως οὐ λέγω; Ἐπέστη ἡ ὥρα, ἔφθασεν ὁ καιρὸς, οἱ κτύποι κατήρξαντο, ἤχουν αἱ σάλπιγγες, ἐδονοῦντο τὰ στοιχεῖα, ὁ ἀνὴρ ἐκλονεῖτο, ἐκλίνετο ὁ οὐρανὸς, ἔτρεμε τὸ στερέωμα, ἀστέρες ἐλύοντο, ἐταράττοντο αἱ δυνάμεις, προέτρεχον ἄγγελοι, ἀστραπαὶ προεβάδιζον, μέγαν εἶχεν ἡ κτίσις τὸν θόρυβον. Οὐ γὰρ ἐν ἡμέρᾳ, ἀλλ' ἐν μεσονυκτίῳ ὁ δικαστὴς παραγίνεται. Εἶτα τί; Γίνεται κραυγὴ καλοῦσα πρὸς τὴν ἀπάντησιν· Ἰδοὺ ὁ νυμφίος ἔρχεται, ἐξέλθετε εἰς ἀπάντησιν αὐτοῦ. Τί οὖν τὸ γινόμενον; Ἐξανέστησαν πᾶσαι αἱ παρθένοι, ἀπετινάξαντο τὸν ὕπνον, ἐπελάβοντο τῶν λαμπάδων· ἀλλ' αἱ μὲν ἐκαίοντο, αἱ δὲ οὐκ ἔφαινον. Αἱ τῶν φρονίμων τῷ ἐλαίῳ τῆς εὐποιίας ἠρδεύοντο, αἱ δὲ τῶν μωρῶν ἀπεσβέννυντο. Ὄντως ἐλεεινὸν ἦν τὸ πρᾶγμα. Ἄφευκτος ἐκύκλωσεν ἀνάγκη τὰ γύναια· οὐκ εἶχεν ἡ ἀποτυχία ἀφορμὴν παρακλήσεως. Τότε οὖν προσελθοῦσαι ταῖς φρονίμοις ἐπεζήτουν, ὅπερ λαβεῖν οὐκ ἠδύναντο. Δότε γὰρ ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται. Ἔδει οὖν πάλαι αὐτὰς μιμήσασθαι, καὶ μὴ νῦν ἱκετεύειν· ἔδει γὰρ παρὰ τῶν πωλούντων ἀγοράσαι τὸ ἔλαιον. Δότε ὑμεῖς ἔλαιον, φασὶν, ἡμῖν. Μάτην παρακαλεῖτε τὰς φρονίμους, ὦ ῥᾴθυμοι· ἔφθασε λυθῆναι τῆς ζωῆς ἡ πανήγυρις, παρῆλθε τοῦ βίου τὸ θέατρον· οὐκ ἔστι νῦν συναλλαγμάτων καιρός· νῦν ἡ τῶν ἔργων ἐπιζητεῖται ἐπίδειξις. Ἔδει προθεωρεῖν τὸν κίνδυνον τοῦ παρόντος αἰῶνος· ἔδει ταύτης φροντίσαι τῆς ἀπαντήσεως· ἔδει ἐνθυμηθῆναι, ὅτι αἱ λαμπάδες χωρὶς ἐλαίου φωτίζειν οὐ δύνανται. Λέγετε, Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν. Οὐδεὶς ἀλλοτρίοις ἐγκαλλωπίζεται ἔργοις· ἕκαστος θερίζει ὅπερ ἔσπειρε. «Δότε ὑμεῖς ἡμῖν ἔλαιον.» Τί οὖν πρὸς αὐτὰς αἱ φρόνιμοι; Μήποτε οὐκ ἀρκέσῃ ἡμῖν καὶ ὑμῖν· πορεύεσθε δὲ μᾶλλον πρὸς τοὺς πωλοῦντας, καὶ ἀγοράσατε. Ἔτι κἂν μικρά τις ὑπολέλειπται ὥρα, δράμετε, κάμετε· οὔπω ἐφέστηκεν ὁ νυμφίος· σπεύσατε πρὸ τοῦ κλεισθῆναι τὰς θύρας, πρὸς τοὺς πωλοῦντας ἀπέλθετε. Καὶ τίνες, ὦ φρόνιμοι, οἱ πωλοῦντες; εἴπατε· ἀγνοοῦσι γὰρ αὗται μὴ κτησάμεναι συναλλάγματος τοιούτου συνήθειαν. Τίνες οἱ πωλοῦντες; Οἱ ταῖς θύραις τῶν ἐκκλησιῶν παρακαθήμενοι πένητες, αἱ λογικαὶ χελιδόνες, αἱ τῶν ψυχῶν εὐαγγελιζόμεναι λογικὸν ἔαρ, οἱ αἰδέσιμοι πρὸς τὸν Δεσπότην μεσῖται, οἱ ἀήττητοι ῥήτορες ἐν τῇ ἡμέρᾳ τῆς διαγνώσεως. Ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι τὸ ἔλαιον, ἦλθεν ὁ νυμφίος, καὶ ἐκλείσθησαν αἱ θύραι. Ὢ τῆς ἐπιβλαβοῦς ῥᾳθυμίας· ὢ τῆς ἀθεραπεύτου ὀδύνης· ὢ τῆς ἀπαραμυθήτου ζημίας· ὢ πένθους ἀπαρακλήτου. Ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι, ἦλθεν ὁ νυμφίος. Ἦλθεν ἡ προσδοκωμένη χαρὰ, ἦλθε τῶν δικαίων τὸ καύχημα, ἦλθε μεσονυκτίῳ τὸ φῶς. Ἀπήντησαν αἱ φρόνιμοι, συνεισῆλθον τῷ νυμφίῳ, καὶ ἐκλείσθησαν αἱ θύραι.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In decem virgines [Sp.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg234.local001/.
