# In decem virgines [Sp.] 2.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In decem virgines [Sp.], Section 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-decem-virgines-sp/2.1

Φρίττω, τὸ γενόμενον ἐνθυμούμενος· τρέμω, τὸ συμβὰν τοῖς γυναίοις ἀστόχημα διηγούμενος. Τὴν παστάδα τὴν φοβερὰν ἰδεῖν ἐπεθύμουν· δι' αὐτὴν γὰρ τοῖς τοῦ κόσμου τερπνοῖς ἀπετάξαντο, τρυφῆς κατεφρόνησαν, δόξης ὑπερεῖδον, ὁδοὺς σκληρὰς ἐφυλάξαντο, παθῶν κατεκράτησαν, ἡδονῶν κατηγωνίσαντο· καὶ ἐπειδὴ ἔλαιον οὐκ εἶχον, εὗρον ἀπαράνοικτα τῆς βασιλείας τὰ κλεῖθρα. Ἐλθοῦσαι γὰρ ἔκρουον, Λέγουσαι· Κύριε, Κύριε, ἄνοιξον ἡμῖν· ἔνδοθεν τοῦ Κριτοῦ φοβερῶς κεκραγότος· Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. Ὢ τῆς ἐσχάτης ἀποφάσεως· κἂν οὔτε δι' ἀγγέλου, ἀλλὰ δι' ἑαυτοῦ τὴν ὀδυνηρὰν ἀπόκρισιν δέδωκεν· ἵνα τῆς φωνῆς ἀκούσασαι, καὶ τὸ πρόσωπον ἰδεῖν μὴ δυνάμεναι, μείζονα τὴν βάσανον ὑπομείνωσιν. Ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. Οὐκ οἶδας ἡμᾶς, Δέσποτα; ἐκ μήτρας ἐπὶ σὲ ἐπεῤῥίφημεν, ἠκολουθήσαμεν ὀπίσω σου ἐκ νεότητος ἡμῶν, τὴν ἁγνείαν διεφυλάξαμεν, ὅπερ ἔπλασας ἡμῖν σῶμα, ἄφθαρτον διετηρήσαμεν, οὐ προυδώκαμεν τὰ μέλη τοῖς πάθεσι, στεφάνους παρὰ τῆς σῆς δεξιᾶς προσεδοκήσαμεν δέξασθαι· καὶ νῦν τὰς θύρας ἐπέκλεισας καὶ λέγεις, «Οὐκ οἶδα ὑμᾶς;» Ναὶ, ὄντως οὐκ οἶδα ὑμᾶς. Διὰ τί, ὦ Δέσποτα; Ὁ Δεσπότης· Διὰ τί; Ἐπειδὴ ἐπείνασα, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ οὐκ ἐποτίσατέ με· ξένος ἤμην, καὶ οὐ συνηγάγετέ με· γυμνὸς, καὶ οὐ περιεβάλλετέ με· ἀσθενὴς καὶ ἐν φυλακῇ, καὶ οὐκ ἤλθετε πρός με. Ἐγγράφως διεστειλάμην ὑμῖν, λέγων· Ἐφ' ὅσον οὐκ ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων καὶ μικρῶν, οὐδὲ ἐμοὶ ἐποιήσατε. Αἱ δὲ εἶπον· Μάτην οὖν, Δέσποτα, τὸν πόνον καὶ τὴν ταλαιπωρίαν τῆς σαρκὸς ὑπεμείναμεν; μάτην ἀγρυπνίαις καὶ νηστείαις ἑαυτὰς κατετήξαμεν; μάτην τὸν οὐράνιον νυμφίον μέχρι τέλους ποθήσασαι, τὴν παρθενίαν ἄτρωτον διεφυλάξαμεν; Ναὶ, φησὶ, παρθένοι μέν ἐστε, ἀλλὰ προῖκας οὐκ ἔχετε· παρθένοι μὲν, ἀλλὰ νυμφικὸν οὐ περίκεισθε κόσμον· τὴν τῆς σαρκὸς ἠσκήσατε ἁγνείαν, ἀλλὰ ἀπανθρωπίᾳ τὴν ἁγνείαν ἐτρώσατε· ἀμόλυντον ὑμῶν τὸ σῶμα, ἀλλ' ὁ τρόπος ἀνελεὴς, οὐ φύσεως, ἀλλ' ἀπανθρωπίας. Ὁ ἐμός ἐστι νυμφὼν κτησαμένων τῆς εὐποιίας τὸ ἔλαιον. Δεῖ τοίνυν τὰς ἐμοὶ νυμφευομένας κατάλληλον τῷ κόσμῳ περικεῖσθαι καὶ τρόπον. Οὐ δύναμαι τοῖς ἐμοῖς θαλάμοις μαχομένην νύμφην λαβεῖν· οὐκ εἰσάγω πόλεμον εἰς παστάδας εἰρηνικάς. Λοιπὸν ἀπέλθετε ἀπ' ἐμοῦ, μή μου μάτην ταῖς θύραις ἐνοχλεῖτε· τῶν ἐλεημόνων ἐστὶν οἰκητήριον ἡ ἐμὴ βασιλεία. Ἐκεῖνος ἐμοὶ εὐκόλως συνεισέρχεται, ὁ τὴν ἐμὴν μιμησάμενος περὶ τοὺς πτωχοὺς εὐσπλαγχνίαν, ὁ πτωχεύσας τῷ πνεύματι, ὁ τοῖς δεομένοις τὴν ἀκοὴν ὑποκλίνας, ὁ τὰ τοῦ πλησίον οἰκειωσάμενος πάθη, ὁ δακρύσας ἐπὶ συμφοραῖς ἀλλοτρίαις, ὁ ἐμπλήσας ἀγαθῶν τὴν ψυχὴν τοῦ πεινῶντος, ὁ τῶν γυμνῶν διαθερμάνας τοὺς ὤμους, ὁ μὴ παρακούσας τῆς φωνῆς τοῦ νοσοῦντος, ὁ δανείσας ὀλιγοψύχῳ παρακλήσεως λόγον, ὁ τὸν ξένον ὑπὸ τὴν στέγην δεξάμενος, ὁ τῷ σπόγγῳ τῆς συμπαθείας τῶν χηρῶν ἀποσμήξας τὸ δάκρυον, ὁ ἐλαφρύνας τῇ προστασίᾳ τῆς ὀρφανίας τὸ βάρος. Ταῦτα εἰδότες, ἀδελφοὶ, μὴ τῇ γλώσσῃ θαυμάζετε, ἀλλὰ τοῖς ἔργοις μιμήσασθε. Σφραγὶς γὰρ γλώσσης ἡ χεὶρ, καὶ ταύτην ἑρμηνεύει τῆς δεξιᾶς ἡ ἐπίδοσις, ζηλοῦσα τὰ ῥήματα. Τὴν φιλοπτωχίαν περὶ πολλοῦ ποιησώμεθα, σκορπίζειν τοῖς πένησι τοὺς ὀβολοὺς μὴ φεισώμεθα, παρακαλῶ· τῶν δεσποτικῶν φωνῶν ἐπακούσωμεν· τοῦ φόβου μαθόντες τὴν πεῖραν ἐκκλίνωμεν· ἑαυτῶν διὰ τῶν πενήτων φροντίσωμεν. Αἱ γὰρ παρθένοι φιλανθρωπίαν μὴ τιμήσασαι, τοῦ νυμφῶνος ἐκβάλλονται. Ποία λοιπὸν τοῖς ἁμαρτωλοῖς ἐλπὶς περιλείπεται ἀπανθρωπίᾳ ὑβρίσασι; Ταῦτα πρὸς τὸ πλῆθος λέγων, τῶν ῥᾳθυμοτέρων τὸ συνειδὸς ἀσφαλίζομαι, βλάπτων οὐδὲν τοὺς εὐγνώμονας, ἀλλὰ καὶ θερμοτέρους πρὸς τὴν εὐσέβειαν ἐργαζόμενος. Οὐκοῦν σκόρπισον, ἀδελφὲ, ἕως ἔτι συνέστηκεν ἡ τοῦ βίου πανήγυρις. Τὰ τῆς ἀπολογίας πραγμάτευσαι· πρὸ τοῦ τεθῶσιν οἱ θρόνοι, θρῆνον ἐπίδειξαι· φθάσον τοῦ νυμφίου τὴν παρουσίαν· δράμε τῆς ἁμαρτίας ὀξύτερον· πρόλαβε τὴν ἐμπρόθεσμον διάγνωσιν· θεράπευσον τὸν κριτήν· μὴ καταδέξῃ τῷ βήματι παραστῆναι γυμνός. Νῦν σκόρπισον χρήματα, ἵνα τότε διαλύσῃς ἐγκλήματα· λάλησον τῷ δικαστῇ καταμόνας, ἵνα μὴ ἐπὶ πάντων καταδικάσῃ σε· λάβε μεσίτην πρὸς τὴν αὐτοῦ θεραπείαν τὸν πένητα· δι' αὐτοῦ τὸν κριτὴν δωροδόκησον· αὐτῷ μόνῳ θάῤῥει τὸ τοιοῦτον μυστήριον· δι' αὐτοῦ πώλει τοῖς καταδίκοις τὸ δίκαιον. Ὁ πτωχὸς λαμβάνει, καὶ ὁ κριτὴς ὑπογράφει συγχώρησιν· ἀγράφως δέχεται, καὶ προσφέρει χειρόγραφα. Ὁ γὰρ ἐλεῶν πτωχὸν, δανείζει Θεῷ. Ὅπερ ἂν νῦν βάλλῃς ἐν τῇ χειρὶ τοῦ πτωχοῦ, γνωρίσεις ἐν τῇ παλάμῃ τοῦ δικαστοῦ. Εἰ διαδράσαι τὴν κρίσιν τοίνυν σπουδάσωμεν, ἐντεῦθεν ἤδη τὸν δικαστὴν διὰ τῶν πτωχῶν δυσωπήσωμεν. Εἰ καὶ ὁπηνίκα τελευταῖα διατυποῖς, γράψον μετὰ τῶν συγγενῶν ἢ φίλων τὴν ἀποδημοῦσαν τοῦ βίου ψυχήν· δὸς αὐτῇ κἂν μικρὰ τῆς ἀνάγκης ἐφόδια· ἐχέτω τοῦ δικαστοῦ τὸ ὄνομα τῆς διαθήκης τὰ γράμματα· μνήμης πτωχοῦ μὴ ἀμοιρείτω ὁ χάρτης. Χαρᾶς πρόξενον, καὶ μὴ θρήνων ἄξιον ἔργασαι τὸν θάνατον· συνηγόρων ἐκτὸς μὴ παραστῇς τῷ φοβερῷ κριτηρίῳ· χόρτασον τὰς κοιλίας τῶν ὀφειλόντων ταῖς γλώσσαις ὑπὲρ σοῦ ῥητορεῦσαι πρὸς τὸν Κύριον. Κτησώμεθα δι' αὐτῶν χρεώστην τὸν κτίσαντα, τοῦ μὴ δοῦναι δίκην κατ' ἐκείνην τὴν ἡμέραν· ὠνησώμεθα χρήμασι τῆς τοιαύτης ἐπιτυχίας ῥήτορας. Ἔχεις γὰρ, φησὶ, μάρτυρα τῆς περὶ ἐμὲ φιλίας τὸν πένητα· οἶδάς με τὰ τῶν πτωχῶν οἰκειούμενον. Ἐξανατέλλω χόρτον τοῖς κτήνεσι, καὶ πᾶσι τὴν τροφὴν χορηγῶ· καὶ ὅμως σοῦ ποιοῦντος τὴν ἐλεημοσύνην, ἐγὼ τῷ πένητι συγκλίνω τὴν χεῖρα, καὶ τὸν ὀβολὸν ὑποδέχομαι. Ἀναβάλλομαι τὸ φῶς ὡς ἱμάτιον· κἂν μόνον σὺ τὸν πτωχὸν περιβάλῃς, ἐγὼ τῆς θέρμης αἰσθάνομαι. Οἶδάς με ἐν οὐρανῷ τῷ Πατρὶ συγκαθήμενον· κἂν μόνον ὁρμήσῃς τοὺς ἐν φυλακῇ ἐπισκέψασθαι, εὑρήσεις με τοῖς δεσμοῖς συγκαθήμενον· κἂν δράμῃς πρὸς νοσοῦντας, τῆς κλίνης οὐκ ἀπολιμπάνομαι. Πανταχοῦ γάρ εἰμι, καὶ τοῖς ἐν ἀνάγκῃ προΐσταμαι. Ὅπερ ἂν δώσῃς τῷ πένητι, ὄψει τοῦτο παρ' ἐμοῦ πληθυνόμενον. Ἐὰν εἰσάγῃς εἰς τὴν οἰκίαν σου τὸν ἄστεγον, καὶ δι' αὐτοῦ λάβῃς με ἐν οἴκῳ σου, τρία ταῦτα παρέξω σοι· καὶ τὸ κέρδος αὐξήσω, καὶ τὸν οἶκόν σου φυλάξω, καὶ μονὴν ἐν οὐρανοῖς ἑτοιμάσω σοι· ἐν ᾗ ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμὸς, ἐν Θεῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In decem virgines [Sp.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg234.local001/.
