Ancient Greek
Section 3
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In dictum Pauli: Nolo vos ignorare 3.1
Not analysed yet
Διὰ δὴ ταῦτα καὶ Παῦλος οὐδὲν περὶ γεέννης τέως εἰπὼν, ἐπειδὴ πολλοῖς τὰ μέλλοντά ἐστιν ἄπιστα, ἀπὸ τῶν ἤδη συμβάντων, καὶ ὧν ἱκανὴν εἶχον πίστιν, αὐτοὺς σωφρονίσαι βούλεται. Εἰ γὰρ καὶ φοβερώτερα τὰ μέλλοντα, ἀλλὰ τοῖς ἀτελεστέροις τῶν ἀνθρώπων τὰ παρελθόντα πιστότερα, καὶ ταῦτα μᾶλλον αὐτοὺς ἐκείνων φοβεῖν εἴωθε. Διὰ ταῦτα ἐντεῦθεν αὐτοῖς διαλέγεται, οἷς οὐδὲ τὸν σφόδρα ἀναισχυντοῦντα ἀπιστῆσαι δυνατὸν ἦν· ὁμοῦ δὲ καὶ Μαρκίωνι καὶ Μάνεντι, καὶ πᾶσι τοῖς τὰ αὐτὰ ἐκείνοις νοσοῦσι καιρίαν δίδωσι τὴν πληγήν. Εἰ γὰρ μή ἐστιν ὁ αὐτὸς Θεὸς τῆς Παλαιᾶς καὶ τῆς Καινῆς, ὁ καὶ ἐκεῖνα νουθετήσας, καὶ ταῦτα μέλλων διατυποῦν, περιττῶς μοι ταῦτα λέγεις, ὦ Παῦλε, καὶ φόβον οὐδένα τοῖς ἀκροαταῖς ἐντίθης. Δύναται γὰρ ὁ ἀκούων λέγειν, ὅτι εἰ ἕτερος ἐκεῖνός ἐστι Θεὸς, καὶ ἕτερος οὗτος, οὐ πάντως οὗτος κατὰ τὴν ἐκείνου κρινεῖ γνώμην, οὐδὲ τοῖς αὐτοῖς πείθεται νόμοις. Τί γὰρ, εἰ τῷ τῆς Παλαιᾶς Θεῷ πάντας ἔδοξε κολάσαι καὶ τιμωρήσασθαι, τί μορμολύττεις καὶ ἐκφοβεῖς; Ἕτερον ἔχω Δεσπότην τὸν μέλλοντά με κρίνειν. Ὥστε εἰ ἕτερος ἦν ὁ τῆς Παλαιᾶς, καὶ ἕτερος ὁ τῆς Καινῆς, τοὐναντίον, ὅπερ ἐβούλετο, ὁ Παῦλος ἐποίησεν· οὐ γὰρ μόνον οὐκ ἐφόβησε τὸν ἀκούοντα, ἀλλὰ καὶ πάσης ἀγωνίας καὶ δέους ἀπήλλαξεν· ὅπερ οὐδὲ τῶν τυχόντων ἀνθρώπων καὶ σφόδρα ἀνοήτων τις ἔπαθεν ἂν, μήτι γε Παῦλος ὁ τοσαύτης γέμων σοφίας. Ὅθεν δῆλον, ὅτι εἷς καὶ ὁ αὐτός ἐστι Θεὸς ὁ καὶ τοὺς Ἰουδαίους ἐπὶ τῆς ἐρήμου καταστρώσας, καὶ ἡμῶν τοὺς ἁμαρτάνοντας κολάζειν μέλλων. Οὐ γὰρ εἰ μὴ εἷς ἦν (πάλιν γὰρ τὸ αὐτὸ ἐρῶ), ἀπὸ τῶν ἤδη γεγενημένων ὑπ' ἐκείνου, καὶ περὶ τῶν μελλόντων ἡμᾶς ἐφόβει· ἐπειδὴ δὲ ὁ αὐτός ἐστιν, ἀναντίῤῥητον εἰσήγαγεν αὐτοῖς τὴν περὶ τῆς τιμωρίας προσδοκίαν, δεικνὺς ὅτι δεδοικέναι χρὴ καὶ φοβεῖσθαι. Οὐ γὰρ ἂν ὁ τοὺς πατέρας ἡμῶν κολάσας ἁμαρτάνοντας, ἡμῶν φείσεται τὰ αὐτὰ πλημμελούντων. Ἄξιον δὲ ἐπ' αὐτὴν τὴν ἀρχὴν ἐλθεῖν τοῦ διηγήματος, καὶ ἑκάστην διερευνήσασθαι ῥῆσιν μετ' ἀκριβείας ἁπάσης. Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί. Τοὺς μαθητὰς ἀδελφοὺς ἐκάλεσεν, οὐκ ἀπὸ τοῦ τῆς ἀξίας, ἀλλ' ἀπὸ τοῦ τῆς ἀγάπης αὐτοὺς προσαγορεύων ὀνόματος. ᾜδει γὰρ, ᾔδει σαφῶς, ὅτι ταύτης ἴσον οὐδὲν, καὶ τὸ μέγιστον τῆς ἀξίας εἶδος, τὸ τῆς ἀγάπης εἶδός ἐστι. Τοῦτο δὲ πρῶτον καὶ ἡμεῖς ζηλώσωμεν. Κἂν σφόδρα καταδεέστεροί τινες ἡμῶν ὦσι, τοῖς τῆς θεραπείας αὐτοὺς καλῶμεν ὀνόμασι, μὴ μόνον ἐλευθέρους, ἀλλὰ καὶ δούλους, μὴ μόνον πλουσίους, ἀλλὰ καὶ πένητας, ἐπεὶ καὶ Παῦλος οὐχὶ τοὺς πλουσίους τοὺς παρὰ Κορινθίοις, οὐδὲ τοὺς ἐλευθέρους καὶ περιφανεῖς, οὐδὲ τοὺς ἐπισήμους μόνον, ἀλλὰ καὶ ἰδιώτας, καὶ οἰκέτας, καὶ πάντας ἁπλῶς ταύτῃ τετίμηκε τῇ προσηγορίᾳ. Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὐ δοῦλος, οὐκ ἐλεύθερος, οὐ βάρβαρος, οὐ Σκύθης, οὐ σοφὸς, οὐκ ἄσοφος, ἀλλὰ πᾶσα ἀξίας ἀνωμαλία βιωτικῆς ἀνῄρηται. Καὶ τί θαυμαστὸν, εἰ Παῦλος τοὺς ὁμοδούλους οὕτως ἐκάλεσεν, ὅπου γε καὶ ὁ Δεσπότης αὐτοῦ τὴν ἡμετέραν οὕτω ἐκάλεσε φύσιν, οὕτω λέγων· Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ Ἐκκλησίας ὑμνήσω σε; Οὐ μόνον δὲ ἐκάλεσεν ἡμᾶς ἀδελφοὺς, ἀλλὰ καὶ γενέσθαι ἀδελφὸς ἡμῶν ἠθέλησε, καὶ ἐγένετο τὴν σάρκα ὑποδὺς τὴν ἡμετέραν, καὶ τῆς φύσεως ἡμῶν κοινωνήσας τῆς αὐτῆς. Ὅπερ οὖν καὶ αὐτὸ θαυμάζων ὁ Παῦλος ἔλεγεν· Οὐ γὰρ ἀγγέλων ἐπιλαμβάνεται ὁ Θεὸς, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται, ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι. Καὶ πάλιν· Ἐπεὶ οὖν καὶ τὰ παιδία κεκοινώνηκε σαρκὸς καὶ αἵματος, παραπλησίως καὶ αὐτὸς μετέσχε τῶν αὐτῶν. Πάντα δὲ ταῦτα ἀκούοντες, ἀλαζονείαν, καὶ τῦφον, καὶ ἀπόνοιαν ἅπασαν τῆς ψυχῆς ἐξορίσωμεν τῆς ἡμετέρας, καὶ μετὰ πολλῆς τοῦτο κατορθώσωμεν τῆς σπουδῆς, τὸ θεραπευτικοῖς ὀνόμασι καὶ τιμὴν ἔχουσι τοὺς πλησίον καλεῖν. Εἰ γὰρ καὶ μικρὸν καὶ ψιλὸν εἶναι δοκεῖ τὸ κατόρθωμα, ἀλλ' ὅμως μεγάλων ἀγαθῶν ἐστιν αἴτιον· ὥσπερ οὖν τὸ ἐναντίον πολλὰς πολλάκις ἔχθρας καὶ ἔρεις καὶ φιλονεικίας ἐποίησεν. Οὐ ταύτην δὲ μόνον τὴν ῥῆσιν, ἀλλὰ καὶ τὴν ἑξῆς μετὰ πολλῆς ἐξεταστέον τῆς ἀκριβείας· οὐδὲ γὰρ ταύτην ἁπλῶς τέθεικεν. Εἰπὼν γάρ· Οὐ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, ἐπήγαγεν· Ὅτι οἱ πατέρες ἡμῶν πάντες· οὐκ εἶπεν, Ὅτι οἱ Ἰουδαῖοι, οὐδὲ οἱ ἐξ Αἰγύπτου ἐξελθόντες· ἀλλὰ τί; Οἱ πατέρες ἡμῶν πάντες· ὁμοῦ καὶ τὴν ταπεινοφροσύνην ἐπιδεικνύμενος τὴν ἑαυτοῦ, ὅτι οὐκ ἀπηξίωσε τὴν πρὸς ἐκείνους συγγένειαν, τοσοῦτον αὐτοὺς ἀναβεβηκὼς κατὰ τὸν τῆς ἀρετῆς λόγον, καὶ τῶν τὴν Παλαιὰν διαβαλλόντων ἐπιστομίζων τὴν ἀναίσχυντον γλῶτταν. Οὐ γὰρ ἂν, εἰ πρὸς ἐκείνην ἀπεχθῶς διέκειτο, ἀπὸ τῶν εὐφημοτέρων ὀνομάτων ἂν ἐμνήσθη, τῶν τότε γενομένων ἁπάντων διαβολὴν ἐχόντων. Πάντες. Οὐδὲ τοῦτο ἁπλῶς τέθεικε τὸ, Πάντες, οὐδὲ παρέργως, ἀλλὰ μετὰ πολλῆς τῆς σοφίας. Οὐδὲ γὰρ ἅπαξ εἰπὼν ἐσίγησεν, ἀλλὰ καὶ δὶς καὶ τρὶς καὶ πολλάκις, ἵνα μάθῃς, ὅτι οὐ παρέργως αὐτὰ προσέῤῥιψεν. Εἰπὼν γάρ· Ὅτι οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν, ἐπήγαγε· Καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον, καὶ πάντες εἰς τὸν Μωϋσῆν ἐβαπτίσαντο, καὶ πάντες τὸ αὐτὸ βρῶμα πνευματικὸν ἔφαγον, καὶ πάντες τὸ αὐτὸ πόμα πνευματικὸν ἔπινον. Ἤκουσας πῶς πολλάκις τὸ, Πάντες, τέθεικεν; Οὐκ ἂν δὲ τοῦτο ἐποίησεν, εἰ μὴ μέγα τι καὶ θαυμαστὸν μυστήριον αἰνίξασθαι ἤθελεν. Εἰ γὰρ ἁπλῶς ἐτίθει, ἤρκει ἅπαξ εἰπόντα σιγῆσαι, καὶ εἰπεῖν οὕτως· Ὅτι οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν, καὶ διὰ τῆς θαλάσσης διῆλθον, καὶ εἰς τὸν Μωϋσῆν ἐβαπτίσαντο, καὶ τὸ αὐτὸ βρῶμα πνευματικὸν ἔφαγον, καὶ τὸ αὐτὸ πόμα πνευματικὸν ἔπιον. Νῦν δὲ οὐχ οὕτως εἶπεν, ἀλλὰ καθ' ἕκαστον τῶν γενομένων τὸ, Πάντες, τιθεὶς, θύραν ἡμῖν τῆς ἑαυτοῦ γνώμης παρήνοιξεν οὐ μικρὰν, ὥστε κατιδεῖν αὐτοῦ τὴν σοφίαν. Τίνος οὖν ἕνεκεν συνεχῶς τῆς λέξεως ταύτης μέμνηται; Βούλεται δεῖξαι πολλὴν οὖσαν τῆς Παλαιᾶς πρὸς τὴν Καινὴν τὴν συγγένειαν, καὶ ὅτι ταῦτα τύπος ἐκείνων ἦν, καὶ σκιὰ τῶν μελλόντων. Καὶ πρῶτον ἀπὸ τούτου τὴν συμφωνίαν δείκνυσι. Βουλόμενος γὰρ δεῖξαι, ὅτι ὥσπερ ἐν τῇ Ἐκκλησίᾳ οὐκ ἔστι δούλου καὶ ἐλευθέρου διάκρισις, οὐδὲ ξένου καὶ πολίτου, οὐδὲ γέροντος καὶ νέου, οὐδὲ σοφοῦ καὶ ἀσόφου, οὐδ' ἰδιώτου καὶ ἄρχοντος, οὐδὲ γυναικὸς καὶ ἀνδρὸς, ἀλλὰ πᾶσα ἡλικία, καὶ πᾶσα ἀξία, καὶ ἑκατέρα ἡ φύσις ὁμοίως εἰς τὴν κολυμβήθραν ἐκείνην ἐμβαίνουσι τῶν ὑδάτων, κἂν βασιλεὺς ᾖ τις, κἂν πτωχὸς, τῶν αὐτῶν ἀπολαύουσι καθαρσίων· καὶ τοῦτό ἐστι μάλιστα τὸ μέγιστον τῆς παρ' ἡμῖν εὐγενείας τεκμήριον, ὅτι ὁμοίως καὶ τὸν προσαίτην, καὶ τὸν τὴν ἁλουργίδα ἔχοντα μυσταγωγοῦμεν, καὶ οὐδὲν πλέον οὗτος ἐκείνου κατὰ τὸν τῶν μυστηρίων ἔχει λόγον· οὕτω καὶ ἐν τῇ Παλαιᾷ συνεχῶς τὸ, Πάντες, τέθεικεν. Οὐδὲ γὰρ ἔχεις εἰπεῖν, ὅτι Μωϋσῆς μὲν διὰ ξηρᾶς, Ἰουδαῖοι δὲ διὰ τῆς θαλάσσης διῆλθον, οὐδ' ὅτι οἱ μὲν εὔποροι δι' ἑτέρας ὁδοῦ, οἱ δὲ πενέστεροι δι' ἑτέρας, οὐδὲ ὅτι αἱ γυναῖκες μὲν ὑπὸ τὸν ἀέρα, ἄνδρες δὲ ὑπὸ τὴν νεφέλην, ἀλλὰ καὶ διὰ τῆς θαλάσσης πάντες, καὶ ὑπὸ τὴν νεφέλην πάντες, καὶ εἰς τὸν Μωϋσῆν πάντες. Ἐπειδὴ γὰρ ἡ διάβασις ἐκείνη τοῦ μέλλοντος βαπτίσματος ἦν τύπος, ἔδει τοῦτο πρῶτον τῶν ὅλων διατυπωθῆναι, τὸ πάντας τῶν αὐτῶν ἀπολαῦσαι, ὥσπερ οὖν καὶ ἐνταῦθα πάντες τῶν αὐτῶν ἐξίσης μετέχουσι. Καὶ πῶς δύναται, φησὶν, ἐκεῖνο τύπος εἶναι τῶν παρόντων; Ἂν μάθῃς πρότερον, τί μὲν ἔστι τύπος, τί δὲ ἀλήθεια, τότε σοι καὶ τούτου παρέξομαι τὰς εὐθύνας.