# In dictum Pauli: Nolo vos ignorare 6.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In dictum Pauli: Nolo vos ignorare, Section 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-dictum-pauli-nolo-vos-ignorare/6.1

Ἀλλὰ τίνος ἕνεκεν τούτων ὑμᾶς ἀνέμνησεν ὁ μακάριος Παῦλος; Διὰ τὴν αἰτίαν, ἣν ἐξ ἀρχῆς εἶπον ὑμῖν, ἵνα μάθῃς ὅτι οὔτε βάπτισμα, οὔτε ἁμαρτημάτων ἄφεσις, οὐ γνῶσις, οὐ μυστηρίων κοινωνία, οὐ τράπεζα ἱερὰ, οὐχ ἡ ἀπόλαυσις τοῦ σώματος, οὐχ ἡ κοινωνία τοῦ αἵματος, οὐκ ἄλλο τούτων οὐδὲν ἡμᾶς ὠφελῆσαι δυνήσεται, ἐὰν μὴ βίον ὀρθὸν, καὶ θαυμαστὸν, καὶ πάσης ἁμαρτίας ἀπηλλαγμένον ἔχωμεν. Ὅτι γὰρ διὰ τοῦτο τούτων ἀνέμνησε, καταλέξας τὸν τύπον τοῦ βαπτίσματος, τὸν διὰ τῆς θαλάσσης καὶ τῆς νεφέλης, τὸν τύπον τῶν μυστηρίων, τὸν διὰ τοῦ μάννα καὶ τῆς πέτρας προδιέγραψεν ἐν τῇ Παλαιᾷ, καὶ εἰπὼν, ὅτι Πάντες τὸ αὐτὸ βρῶμα πνευματικὸν ἔφαγον, καὶ τὸ αὐτὸ πόμα πνευματικὸν ἔπιον, ἐπήγαγε λέγων· Ἀλλ' οὐκ ἐν τοῖς πλείοσιν αὐτῶν εὐδόκησεν ὁ Θεός. Μετὰ τοσαῦτα καὶ τηλικαῦτα θαύματα, φησὶν, οὐκ ἠγάπησεν αὐτοὺς ὁ Θεός. Ἀλλὰ τί; Κατεστρώθησαν ἐν τῇ ἐρήμῳ. Τίνος οὖν ἕνεκα ταῦτα λέγεις ἡμῖν, ὦ Παῦλε; Ταῦτα δὲ τύπος ἡμῖν ἐγενήθησαν εἰς τὸ μὴ γενέσθαι ἡμᾶς ἐπιθυμητὰς κακῶν, καθὼς κἀκεῖνοι ἐπεθύμησαν, μηδὲ εἰδω λολάτρας γίνεσθαι, καθώς τινες αὐτῶν, ὥσπερ γέγραπται· Ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ πιεῖν, καὶ ἀνέστησαν παίζειν. Ὅρα τοῦ Παύλου τὴν σύνεσιν. Εἶπε τὴν ἁμαρτίαν, εἶπε τὴν αἰτίαν τῆς ἁμαρτίας, εἶπε τὴν κόλασιν τὴν ἐπὶ τῇ ἁμαρτίᾳ, διὰ πάντων ἡμᾶς παιδεύων φεύγειν τὴν ἐκείνων μίμησιν. Αἰτία τῆς ἁμαρτίας ἡ ἀδηφαγία· Ἐκάθισε γὰρ ὁ λαὸς φαγεῖν καὶ πιεῖν. Ἡ ἁμαρτία, αὐτὸ τὸ παίζειν. Εἶτα ἡ τιμωρία, ὅτι Κατεστρώθησαν ἐν τῇ ἐρήμῳ. Πάλιν, Μηδὲ πορνεύωμεν, καθώς τινες αὐτῶν ἐπόρνευσαν. Ἐνταῦθα τὴν αἰτίαν τῆς πορνείας οὐκ ἔθηκεν, ἀλλὰ τὴν τιμωρίαν. Ποίαν δὲ ταύτην; Ἔπεσον ἐν μιᾷ ἡμέρᾳ εἰκοσιτρεῖς χιλιάδες. Τίνος δὲ ἕνεκα τὴν πρόφασιν οὐκ εἶπεν, ἀφ' ἧς ἡ πορνεία γέγονε; Τοῖς φιλοπόνοις διδοὺς ἐπὶ τὴν ἱστορίαν ἐλθεῖν, καὶ μαθεῖν τοῦ κακοῦ τὴν ῥίζαν. Οὗτος γὰρ ἰατρείας τρόπος, τὸ λέγειν ἐξ ὧν τίκτεται τὰ νοσήματα, καὶ φάρμακα ἐπιτιθέναι τοῖς τραύμασι. Διὰ τοῦτό φησι· Ταῦτα δὲ πάντα τύποι συνέβαινον ἐκείνοις, ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν. Ὥστε ὁ ποιήσας ἐκεῖνα, καὶ κολάσας τοὺς ἀγνωμονήσαντας, οὗτος ἡμᾶς νουθετεῖ νῦν, οὐ διὰ ῥημάτων μόνον, ἀλλὰ καὶ δι' αὐτῶν τῶν πραγμάτων, ὅπερ μέγιστός ἐστι νουθεσίας τρόπος. Εἶδες πῶς τοῖς ἐν τῇ χάριτι τὸν ἐν τῇ Παλαιᾷ ταῦτα ποιήσαντα διδάσκαλον ἐπέστησε, δεικνὺς ὅτι εἷς ἐστι καὶ ὁ αὐτὸς, ὁ καὶ ἐκεῖνα ποιήσας, καὶ ταῦτα δι' αὐτοῦ φθεγγόμενος; Εἰ γὰρ ἀλλότριος ἦν, οὐκ ἐκεῖνα τούτων τύπους ἐκάλεσεν, οὐκ ἂν εἰς νουθεσίαν ἡμῶν αὐτὰ γεγράφθαι εἶπεν, οὐκ ἂν διδάσκαλον ἡμῖν ἐπέστησεν, ὃν οὐκ ἐνόμιζεν εἶναι Θεὸν, οὐκ ἂν ἀπὸ τῶν ὑπ' ἐκείνου γενομένων τότε ἡμᾶς ἐφόβησεν, ὡς εἰς τὰς ἐκείνου πάλιν μέλλοντας ἐμπίπτειν χεῖρας. Νῦν δὲ δεικνὺς, ὅτι εἰς τὰς ἐκείνου μέλλομεν ἐμπίπτειν πάλιν χεῖρας, καὶ ἑκάτερος ὁ λαὸς, κἀκεῖνος καὶ οὗτος, τοῖς ἐκείνου διοικοῦνται νόμοις, ἀνέμνησε πάντων ἐκείνων, καὶ εἶπεν, ὅτι Πρὸς νουθεσίαν ἡμῶν ἐγράφη. Ταῦτα οὖν εἰδότες, τοῖς τε παρελθοῦσι, τοῖς τε μέλλουσι πιστεύωμεν. Ἂν δέ τινες ὦσιν οἱ τοῖς μέλλουσιν οὐ πιστεύοντες, ἀπὸ τῶν παρελθόντων αὐτοὺς ἐνάγωμεν εἰς τὴν τῆς ἀρετῆς ἐπιμέλειαν τὰ κατὰ τοὺς Σοδομίτας διηγούμενοι, τὰ κατὰ τὸν κατακλυσμὸν λέγοντες, τὰ κατὰ τὴν Αἴγυπτον ἀναμιμνήσκοντες, ἵνα ταῖς ἑτέρων σωφρονισθέντες κολάσεσι, καὶ βίον ἄριστον ἐπιδειξάμενοι, καὶ τὸν περὶ τῆς γεέννης καὶ τῆς ἀναστάσεως δέξωνται λόγον. Ἐπεὶ καὶ νῦν ὅσοι τῇ κρίσει διαπιστοῦσιν, οὐδαμόθεν ἑτέρωθεν, ἀλλ' ἀπὸ βίου διεφθαρμένου καὶ πονηροῦ συνειδότος τοῦτο πάσχουσιν. Ὥστε ἐὰν ἐκκαθάρωμεν ἑαυτῶν τὰς ἁμαρτίας, καὶ τῷ φόβῳ τῶν παρελθόντων παιδεύσωμεν, καὶ περὶ τῶν μελλόντων πείσομεν δέξασθαι λόγον. Ὥσπερ γὰρ δόγματα πονηρὰ βίον ἀκάθαρτον εἰσάγειν εἴωθεν, οὕτω καὶ διεφθαρμένος βίος πονηρίαν δογμάτων πολλάκις ἔτεκεν. Ὅπερ ἵνα μὴ γένηται, καὶ ἡμῖν αὐτοῖς, καὶ τοῖς ἄλλοις ταῦτα κατεπᾴδοντες τὰ ῥήματα, τήν τε ὀρθὴν πίστιν διαμένωμεν ἔχοντες, καὶ πολιτείαν ἀρίστην ἐπιδειξώμεθα, ἐπειδὴ πανταχόθεν ἡμῖν ὁ λόγος ἀπέδειξεν, ὅτι ταύτης χωρὶς οὐδὲν ὄφελος ἡμῖν ὀρθῶν δογμάτων. Γένοιτο δὲ εὐχαῖς τῶν ἁγίων, καὶ τῶν προέδρων ἁπάντων, τήν τε ὀρθότητα τῶν δογμάτων, ἣν ἄνωθεν καὶ ἐκ προγόνων παρελάβομεν, ἀκέραιον διατηρῆσαι, καὶ βίον αὐτῇ συμβαίνοντα προσθεῖναι, ἵνα τῶν ἐπηγγελμένων ἀγαθῶν ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In dictum Pauli: Nolo vos ignorare. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg073.local001/.
