Ancient Greek
Section 1
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In dictum Pauli: Oportet haereses esse 1.1
Not analysed yet
Ἱκανῶς πρώην ἡμῖν διεθερμάνθη τὸ πνευματικὸν τοῦτο θέατρον, ὅτε τὴν Ἱερουσαλὴμ εἰσήγαγον ὑμῖν τῷ λόγῳ θρηνοῦσαν, καὶ τὰς οἰκείας ἐξαγγέλλουσαν συμφοράς. Καὶ γὰρ εἶδον ὑμῶν τοὺς ὀφθαλμοὺς τότε ὠδίνοντας πηγὰς ἀφιέναι δακρύων· εἶδον, ἐξ ὧν ἔπασχον, τὴν ἑκάστου διάνοιαν ὀλοφυρμῶν γέμουσαν καὶ συγκεχυμένην. Διὸ καὶ ταχέως αἰσθόμενος συνέστειλα τὴν τραγῳδίαν, ἥρπασα ἐκ τοῦ μέσου τὸν λόγον, ὥστε τὸν θρῆνον ἐκεῖνον τῆς ἑκάστου καρδίας ἐκρήγνυσθαι μέλλοντα προκατασχεῖν. Ψυχὴ γὰρ πένθει κατασχεθεῖσα, οὔτε εἰπεῖν, οὔτε ἀκοῦσαί τι δύναιτ' ἂν ὑγιές. Τίνος οὖν ἕνεκεν ἐκείνων ὑμᾶς ἀνέμνησα νῦν; Ὅτι καὶ τὰ σήμερον ῥηθήσεσθαι μέλλοντα συγγενῆ τῶν τότε εἰρημένων ἐστίν. Ὥσπερ γὰρ ἐκεῖνα τὴν ἐν τῷ βίῳ ῥᾳθυμίαν ἡμῶν ἀνέστελλε, καὶ τὴν ὀλιγωρίαν τὴν περὶ τὰ πρακτέα διώρθου, οὕτω δὴ τὰ ῥηθησόμενα νῦν περὶ τὴν τῶν δογμάτων ἀκριβῆ παρατήρησιν ἀσφαλεστέρους ἡμᾶς ἐργάσασθαι δύναιτ' ἄν· ὥστε ἐξ ἁπάντων ἀπηρτισμένους εἶναι, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας φθάνοντας κατὰ τὸν θεῖον Ἀπόστολον. Τότε τὸ σῶμα ὑμῖν ἐθεραπεύσαμεν, νῦν τὴν κεφαλὴν ἰατρεύομεν· τότε διὰ τῶν Ἱερεμίου λόγων, νῦν διὰ τῶν τοῦ Παύλου ῥημάτων. Τίνα οὖν ἐστι τὰ Παύλου ῥήματα, ἃ σήμερον ἡμῖν ἐξεργάσασθαι πρόκειται; Δεῖ δὲ καὶ αἱρέσεις εἶναι, φησὶν, ἐν ὑμῖν, ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται ἐν ὑμῖν. Οὐ μικρὸν τὸ ζητούμενον. Εἰ γὰρ συμβουλεύων τοῦτό φησιν ὁ Παῦλος, καὶ δεῖ αἱρέσεις εἶναι, ἀναίτιοι οἱ τὰς αἱρέσεις εἰσάγοντες. Ἀλλ' οὐκ ἔστι τοῦτο, οὐκ ἔστιν· οὐ γὰρ συμβουλεύοντος τὸ ῥῆμά ἐστιν, ἀλλὰ τὸ μέλλον προλέγοντος. Ὥσπερ γὰρ ἰατρὸς, ὁρῶν τὸν κάμνοντα ἀδηφαγίᾳ καὶ μέθῃ προσέχοντα καὶ ἑτέροις κεκωλυμένοις, φησὶν ὅτι τὴν ἀταξίαν ταύτην δεῖ πυρετὸν τεκεῖν, οὐχὶ νομοθετῶν, οὐδὲ συμβουλεύων, ἀλλ' ἐκ τῶν παρόντων τὸ μέλλον μετὰ σκέψεως προλέγων· καὶ γεωργὸς πάλιν, ἢ κυβερνήτης ὁρῶν νεφῶν συνδρομὰς καὶ βροντὰς καταῤῥηγνυμένας μετὰ ἀστραπῶν, φησὶν ὅτι δεῖ τὰ νέφη ταῦτα τεκεῖν ὑετὸν καὶ ὄμβρον σφοδρὸν, οὐδὲ οὗτος παραινῶν, ἀλλὰ τὸ ἐσόμενον προαναφωνῶν· οὕτω καὶ Παῦλος τὸ, Δεῖ, τέθεικε. Πολλάκις γοῦν καὶ ἡμεῖς ὁρῶντες ἀνθρώπους ἀλλήλοις συῤῥηγνυμένους καὶ χαλεπαῖς ἑαυτοὺς πλύνοντας λοιδορίαις, λέγομεν, Δεῖ συμπληγάδας γενέσθαι τούτους καὶ φυλακίζεσθαι, οὐ συμβουλεύοντες οὐδὲ ἡμεῖς, οὐδὲ παραινοῦντες ἐκείνοις, (πῶς γάρ;) ἀλλ' ἀπὸ τοῦ παρόντος τὸ μέλλον στοχαζόμενοι. Οὕτω δὴ καὶ ὁ Παῦλος οὐχὶ συμβουλεύων ταῦτά φησιν, ὅτι Δεῖ καὶ αἱρέσεις ἐν ὑμῖν εἶναι, ἀλλὰ προαναφωνῶν καὶ προφητεύων τὸ μέλλον ἔσεσθαι Ὅτι γὰρ οὐ συμβουλεύει αἱρέσεις εἶναι, αὐτός ἐστιν ὁ λέγων, ὅτι Κἂν ἄγγελος ὑμᾶς εὐαγγελίζηται παρ' ὃ παρελάβετε, ἀνάθεμα ἔστω. Αὐτός ἐστιν ὁ τὴν περιτομὴν, ἐπειδὴ παρὰ καιρὸν παρελαμβάνετο, καὶ ἐθόλου τὸ καθαρὸν τοῦ κηρύγματος, ἐκβάλλων καὶ λέγων, Ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει. Πῶς οὖν, φησὶ, καὶ αἰτίαν προσέθηκεν εἰπὼν, Ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται; Τὸ, Ἵνα, πολλαχοῦ ἐν ταῖς Γραφαῖς οὐκ ἔστιν αἰτιολογίας, ἀλλὰ τῆς τῶν πραγμάτων ἐκβάσεως. Οἷον, ἦλθεν ὁ Χριστὸς, καὶ τὸν τυφλὸν ἀναβλέψαι ἐποίησε· κἀκεῖνος μὲν αὐτὸν προσεκύνησεν· οἱ δὲ Ἰουδαῖοι, τούτου θεραπευθέντος, πάντα ἐποίουν, ὥστε συσκιάσαι τὸ θαῦμα, καὶ τὸν Χριστὸν ἤλαυνον. Τότε τοίνυν φησίν· Εἰς κρῖμα ἐγὼ ἦλθον εἰς τὸν κόσμον τοῦτον, ἵνα οἱ μὴ βλέποντες βλέπωσι, καὶ οἱ βλέποντες τυφλοὶ γένωνται. Ἆρα οὖν διὰ τοῦτο ἦλθεν, ἵνα ἐκεῖνοι τυφλοὶ γένωνται; Οὐ διὰ τοῦτο ἦλθε, τοῦτο δὲ ἐξέβη, καὶ τὴν ἔκβασιν ἐν σχήματι αἰτιολογίας τέθεικε. Πάλιν, νόμος ἐδόθη, ἵνα κωλύσῃ τὴν τῶν ἁμαρτημάτων φορὰν, ἵνα ἐπιεικεστέρους ποιήσῃ τοὺς δεχομένους. Ἀλλὰ τοὐναντίον ἐξέβη παρὰ τὴν ῥᾳθυμίαν ἐκείνων· ηὔξησαν γὰρ τὰ ἁμαρτήματα· καὶ φησὶν ὁ Παῦλος, Νόμος δὲ παρεισῆλθεν, ἵνα πλεονάσῃ τὸ παράπτωμα· καὶ μὴν οὐ διὰ τοῦτο ἐπεισῆλθεν, ἀλλ' ἵνα ἐλαττώσῃ τὸ παράπτωμα. Τοῦτο δὲ ἐξέβη παρὰ τὴν ἀγνωμοσύνην τῶν δεξαμένων αὐτόν. Οὕτω δὴ καὶ ἐνταῦθα, τὸ, Ἵνα, οὐχὶ αἰτιολογίας ἐστὶν, ἀλλὰ ἐκβάσεως. Ὅτι γὰρ ἄλλη τίς ἐστιν αἰτία τῶν αἱρέσεων, καὶ οὐ διὰ τοῦτο ἐγένοντο αἱρέσεις, ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται, ἀλλ' ἑτέρωθεν ἔλαβον τὰς προφάσεις, ἄκουσον τοῦ Χριστοῦ δῆλον τοῦτο ποιοῦντος ἡμῖν· Ὡμοιώθη, φησὶν, ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ σπείροντι καλὸν σπέρμα ἐν τῷ ἀγρῷ αὐτοῦ· καὶ ἐν τῷ καθεύδειν τοὺς ἀνθρώπους, ἦλθεν ἐχθρὸς ἄνθρωπος, καὶ ἔσπειρε τὰ ζιζάνια. Ὁρᾷς, ὅτι διὰ τοῦτο αἱρέσεις, ἐπειδὴ ἐκαθεύδησαν οἱ ἄνθρωποι, ἐπειδὴ ἐῤῥᾳθύμησαν; ἐπειδὴ οὐ προσέσχον μετὰ ἀκριβείας τοῖς λεγομένοις; Ἵν' οὖν μὴ λέγῃ τις, Τίνος ἕνεκεν συνεχώρησεν ὁ Χριστός; φησὶν ὁ Παῦλος, ὅτι Οὐδέν σε βλάπτει ἡ συγχώρησις αὕτη· ἐὰν ᾖς δόκιμος, φανερώτερος ἔσῃ μᾶλλον. Οὐ γάρ ἐστιν ἴσον, μηδενὸς ὑποσκελίζοντος, μηδὲ ἀπατῶντος, ἐπὶ τῆς ὀρθῆς στῆναι πίστεως, καὶ μυρίων προσρηγνυμένων κυμάτων, ἄσειστον καὶ ἀπερίτρεπτον μεῖναι. Καθάπερ οὖν τὰ δένδρα αἱ τῶν ἀνέμων προσβολαὶ πάντοθεν ῥιπίζουσαι ἰσχυρότερα ποιοῦσιν, ἂν ᾖ καλῶς ἐῤῥιζωμένα καὶ μετὰ ἀκριβείας· οὕτω δὴ καὶ τὰς ψυχὰς τὰς πεπηγυίας ἐν τῷ θεμελίῳ τῆς ὀρθῆς πίστεως, ὅσαι ἂν προσβάλωσιν αἱρέσεις, οὐ περιτρέπουσιν, ἀλλὰ καὶ ἰσχυροτέρας ποιοῦσι. Τί οὖν πρὸς τοὺς ἀσθενοῦντας, φησὶ, καὶ περιτρεπομένους καὶ ὑποσκελιζομένους ῥᾳδίως; Οὐδὲ ἐκεῖνοι παρὰ τὴν τῆς αἱρέσεως προσβολὴν, ἀλλὰ παρὰ τὴν οἰκείαν ἀσθένειαν τοῦτο πάσχουσιν. Ἀσθένειαν δὲ οὐ φυσικὴν λέγω, ἀλλὰ τὴν ἐκ προαιρέσεως, τὴν καὶ ἐκγλημάτων ἀξίαν καὶ ὑπὸ κόλασιν καὶ τιμωρίαν κειμένην, ἣν καὶ ἡμεῖς κύριοι διορθῶσαι. Διὸ κατορθοῦντές τε ἐπαινούμεθα, καὶ μὴ κατορθοῦντες κολαζόμεθα.