Ancient Greek
Section 5
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In dictum Pauli: Oportet haereses esse 5
Not analysed yet
Εἶτα πολλὰ διαλεχθεὶς περὶ τῶν ἀναξίως κοινωνούντων τοῖς μυστηρίοις, καὶ σφόδρα αὐτῶν καθαψάμενος καὶ διελέγξας, διδάξας τε ὅτι τοῖς τὸν Χριστὸν ἀποκτείνασι τὴν αὐτὴν ὑποστήσονται τιμωρίαν οἱ τὸ αἷμα αὐτοῦ καὶ τὸ σῶμα ἁπλῶς καὶ ὡς ἔτυχε λαμβάνοντες, πάλιν εἰς τὴν προκειμένην ὑπόθεσιν τὸν λόγον ἐξήγαγεν, εἰπών· Ὥστε, ἀδελφοὶ, συνερχόμενοι εἰς τὸ φαγεῖν, ἀλλήλους ἐκδέχεσθε. Εἰ δέ τις πεινᾷ, ἐν οἴκῳ ἐσθιέτω, ἵνα μὴ εἰς κρίμα συνέρχησθε. Ὅρα πῶς λανθανόντως καὶ λαιμαργίαν αὐτῶν κατέγνω, καὶ οὐκ εἶπεν, Εἰ δὲ πεινᾶτε, ἀλλ', Εἰ δέ τις πεινᾷ, ἵνα ἕκαστος αἰσχυνόμενος αὐτὸς ὑπεύθυνος φανῆναι τοῖς ἐγκλήμασι, προλαβὼν διορθώσηται. Καὶ εἰς κολάσεως δὲ φόβον τὸν λόγον κατέκλεισεν, εἰπών· Ἵνα μὴ εἰς κρίμα συνέρχησθε, τουτέστιν, εἰς κατάκριμα καὶ εἰς ὀνειδισμόν. Οὐ γάρ ἐστι τροφὴ, φησὶν, οὐδὲ τράπεζα ἡ μετὰ αἰσχύνης τοῦ ἀδελφοῦ, ἡ μετὰ καταφρονήσεως τῆς ἐκκλησίας, ἡ μετὰ λαιμαργίας ἢ ἀσωτίας γινομένη. Οὐκ ἔστιν εὐφροσύνη ταῦτα, ἀλλὰ κόλασις καὶ τιμωρία. Μεγάλην γὰρ ἐπισπᾶσθε καθ' ἑαυτῶν δίκην τοὺς ἀδελφοὺς ὑβρίζοντες, τῆς ἐκκλησίας καταφρονοῦντες, οἰκίαν ἰδιωτικὴν τὸν ἅγιον τόπον ποιοῦντες διὰ τὸ καθ' ἑαυτοὺς ἐσθίειν. Ταῦτα καὶ ὑμεῖς ἀκούσαντες, ἀγαπητοὶ, ἐπιστομίζετε τοὺς ἁπλῶς τῇ ἀποστολικῇ κεχρημένους ῥήσει καὶ διδασκαλίᾳ· διορθοῦτε τοὺς ἐπὶ βλάβῃ τῇ ἑαυτῶν καὶ τῇ ἑτέρων ταῖς Γραφαῖς κεχρημένους. Ἔγνωτε γὰρ περὶ τίνος φησὶ τὸ, Δεῖ δὲ καὶ αἱρέσεις εἶναι ἐν ὑμῖν, περὶ τῆς διχοστασίας τῆς ἐν ταῖς τραπέζαις γινομένης, ἐπειδὴ Ὁ μὲν πεινᾷ, ὁ δὲ μεθύει. Καὶ μετὰ τῆς ὀρθῆς πίστεως καὶ πολιτείαν συμβαίνουσαν τοῖς δόγμασιν ἐπιδειξώμεθα, πολλὴν περὶ τοὺς πένητας φιλοφροσύνην, πολλὴν ὑπὲρ τῶν δεομένων ποιούμενοι πρόνοιαν· ἐμπορίαν πνευματικὴν ἐμπορευσώμεθα, μηδὲν πλέον τῆς χρείας ἐπιζητῶμεν. Τοῦτο πλοῦτος, τοῦτο ἐμπορία, τοῦτο θησαυρὸς ἀνελλιπὴς, τὸ πάντα τὰ ὄντα εἰς τὸν οὐρανὸν μετατιθέναι, καὶ θαῤῥεῖν λοιπὸν ὑπὲρ τῆς φυλακῆς τῶν ἀποκειμένων. Διπλοῦν γὰρ ἡμῖν ἀπὸ τῆς ἐλεημοσύνης ἔσται τὸ κέρδος, ὅτι τε οὐκέτι δεδοίκαμεν ὑπὲρ τῶν καταβληθέντων χρημάτων, μήποτε λῃσταὶ καὶ τοιχωρύχοι καὶ οἰκετῶν κακουργία αὐτὰ λυμήνηται, καὶ ὅτι κείμενα οὐχ ἁπλῶς κατορώρυκται ἄκαρπα· ἀλλ' ὥσπερ ῥίζα ἐν λιπαρῷ φυτευθεῖσα χωρίῳ, καθ' ἕκαστον ἐνιαυτὸν ὡρίμους φέρει τοὺς καρποὺς, οὕτω καὶ ἀργύριον ἐν ταῖς τῶν πενήτων χερσὶ φυτευθὲν, οὐ καθ' ἕκαστον ἐνιαυτὸν μόνον, ἀλλὰ καὶ καθ' ἑκάστην ἡμέραν πνευματικοὺς ἡμῖν φέρει τοὺς καρποὺς, παῤῥησίαν πρὸς τὸν Θεὸν, ἁμαρτημάτων συγχώρησιν, ἀγγέλων ἐγγύτητα, συνειδὸς ἀγαθὸν, εὐφροσύνην πνευματικῆς ἀγαλλιάσεως, ἐλπίδα ἀκαταίσχυντον, τὰ θαυμαζόμενα ἀγαθὰ, ἅπερ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτὸν, καὶ τοῖς ἐν θερμῇ καὶ ζεούσῃ ψυχῇ ἐκζητοῦσι τὸ ἔλεος τῆς ἐπιφανείας αὐτοῦ· ἧς γένοιτο πάντας ἡμᾶς τὸν παρόντα βίον εὐαρέστως διανύσαντας ἐπιτυχεῖν, τῆς αἰωνίου τῶν σωζομένων χαρᾶς, χάριτι καὶ οἰκτιρμοῖς τοῦ ἀληθινοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ παναγίῳ αὐτοῦ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.