Ancient Greek · ~12 min
Sect 11
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Ecclesiasten [Sp.] 11.1
Not analysed yet
Ἀπόστειλον τὸν ἄρτον σου ἐπὶ προσώπου τοῦ ὕδατος, ὅτι ἐν πλήθει τῶν ἡμερῶν σου εὑρήσεις αὐτόν. Ἀκούετε τί φησιν. Ἐπεὶ <οὐ> παραχρῆμα καὶ οὐ παρ' αὐτὸν τὸν καιρὸν ὁ καρπὸς ἀποδίδοται, ἀλλὰ μετὰ ταῦτα χρόνῳ πολλῷ πάντως ἀποδοθήσεται. Καθάπερ γὰρ εἰς ὕδωρ ῥιπτούμενος ἄρτος εὐθέως παρατρέχει καὶ παρασύρεται, οὕτως ἐν τῇ ἐλεημοσύνῃ ἔδωκας καὶ εὐθέως οὐδὲν ἔλαβες, ἀλλὰ πάντως λήψει. Τί οὖν, ἐὰν εὐθέως οὐ πείθωμαι, φησίν, ἀλλ' ἐν τῷ μέλλοντι καιρῷ; Δὸς μερίδα τοῖς ἑπτὰ καί γε τοῖς ὀκτώ. Τουτέστιν τῷ πλήθει· μὴ ἀποστερήσῃς αὐτούς, κἂν πολλοὶ ὦσιν. Ὅτι οὐ γινώσκεις τί ἔσται πονηρὸν ἐπὶ τὴν γῆν. Τουτέστιν, χρείαν ἔχεις τοῦ ἐράνου τούτου. Ἐὰν πλησθῶσιν τὰ νέφη ὑετοῦ, ἐπὶ τὴν γῆν ἐκχέουσιν. Ὥσπερ ταῦτα τότε ἀφιᾶσιν τὸν ὑετόν, ὅταν πληρωθῇ, οὕτω καὶ ἡ ἐλεημοσύνη, ὅταν ἀπαρτισθῇ, τότε ἀποδώσει τὴν ἀμοιβήν. Ἐὰν πέσῃ ξύλον ἐν τῷ νότῳ καὶ ἐὰν ἐν τῷ βορέᾳ, οὗ πεσεῖται τὸ ξύλον, ἐκεῖ ἔσται. Ὥσπερ τοῦτο, φησίν, μένει ἔνθα ἂν πέσῃ, εἰ ἐν ἐρήμῳ, οὕτω καὶ τὴν ἐλεημοσύνην οὐδεὶς μετακινῆσαι δυνήσεται· πάντως γὰρ μένει. Τηρῶν ἄνεμον οὐ σπερεῖ, καὶ βλέπων ἐν ταῖς νεφέλαις οὐ θερίζει. Ἐμοὶ δοκεῖ τοῦτο λέγειν ὥστε μὴ μετὰ ἀκριβείας τὴν ἐλεημοσύνην ποιεῖν, περιεργαζόμενον τοὺς τρόπους τῶν λαμβανόντων. Εἰ μὲν γὰρ δικαστὴς ἐκάθισας, καλῶς ἂν ταῦτα ἐποίησας· εἰ δὲ φιλάνθρωπος εἶ καὶ ἐλεήμων, τὸ ὄνομα αἰδέσθητι τῆς ἐλεημοσύνης. Ἐμοὶ δὲ δοκεῖ καὶ εἰς αὐτὰ ταῦτα χρήσιμον εἶναι τοῦτο, ὅπερ περὶ τοῦ σπόρου καὶ τῆς γεωργίας φησίν, ὥστε μὴ πανταχοῦ ἀσφαλῆ εἶναι μηδὲ ἀκριβῆ. Οὐ γὰρ οἶδας τί ἔσται ἡ ὁδὸς τῆς οἰκονομίας ταύτης καὶ τοῦ πνεύματος. Πολλαχοῦ σοι διαπίπτει ταῦτα, φησίν· οὐ δυνατὸν γὰρ εἶναι τὴν οἰκονομίαν τοῦ θεοῦ δήλην. Ὡς ὀστᾶ γὰρ τῆς κυοφορούσης, οὕτως οὐ γνώσει τὰ ποιήματα τοῦ θεοῦ, ὅσα ποιήσει τὰ σύμπαντα. Ἐν πρωΐᾳ σπεῖρον τὸ σπέρμα σου, καὶ ἐν ἑσπέρᾳ μὴ ἀφιέτω ἡ χείρ σου, ὅτι οὐ γινώσκεις ποῖον στοιχήσει, τοῦτο ἢ τοῦτο. Τουτέστιν, καὶ πρόϊμον καὶ ὄψιμον σπεῖρον, μὴ ἀμέλει. Πᾶς καιρὸς ἔστω σοι καιρός· ἂν γὰρ ἑνὸς ἐκπέσῃς, τοῦ ἑτέρου οὐκ ἐκπέσῃς. Πολλὰς κελεύει παρέχειν ἀφορμὰς τοῖς βουλομένοις σῴζεσθαι καὶ εὐδοκιμεῖν. Καὶ ἐὰν τὰ δύο ἐπὶ τὸ αὐτὸ ἀγαθά. Ἐὰν γὰρ ἀμφότερα συμπέσῃ καλῶς, ἐπὶ τοῦ ἑνὸς οὐκ ἐκπέσῃς. Καὶ σὺ τοίνυν καὶ δι' οἰκονομίας καὶ διὰ πάντων καὶ δι' ἐλεημοσύνης καὶ διὰ σωφροσύνης καὶ διὰ πάντων ἔχου τῆς σαυτοῦ σωτηρίας. Γλυκὺ τὸ φῶς καὶ ἀγαθὸν τοῖς ὀφθαλμοῖς. Τοῦ θεοῦ θαυμάζει τὴν πρόνοιαν, πῶς ἐποίησεν ἥδιστον τὸν παρόντα βίον καὶ ποθεινὸν ἡμῖν· καὶ ἀπὸ τούτου παρασκευάζει ταῦτα ποιεῖν τὰ δυνάμενα ποιεῖν ἡμᾶς ζῆν. Εἶτα ἐγκωμιάζει πάλιν τὴν ζωήν· οὐδέποτε κόρον λαμβάνει τοῦ φωτός, καὶ τοιούτου ὄντος. Ὅτι γὰρ διὰ τοῦτο ποιεῖ, ὅρα πῶς παραινεῖ τῷ νέῳ προσέχειν ἑαυτῷ, ἕως ἂν ἔλθῃ ὁ θάνατος. Εὐφραίνου, γάρ φησιν, νεανίσκε ἐν νεότητί σου, καὶ ἀγαθυνάτω σε ἡ καρδία σου, καὶ περιπάτει ἐν ὁδοῖς ἄμωμος, καὶ γνῶθι ὅτι ἐπὶ πᾶσιν τούτοις ἄξει σε ὁ θεὸς ἐν κρίσει. Καὶ ἀπόστησον θυμὸν ἀπὸ καρδίας σου.