# In Ecclesiasten [Sp.] 3.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Ecclesiasten [Sp.], Sect 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-ecclesiasten-sp/3.1

Τοῖς πᾶσιν χρόνος, καὶ καιρὸς τῷ παντὶ πράγματι ὑπὸ τὸν οὐρανόν. Ἐνταῦθα παιδευόμεθα μήτε ἀλγεῖν ἐπὶ τοῖς δεινοῖς, μήτε χαίρειν ἐπὶ τοῖς καλοῖς. Οὐ γὰρ δή, καθάπερ ἡμεῖς θορυβούμεθα καὶ λέγομεν ὅτι «συνέβη τόδε, οὕτω συμβαίνει ἀπὸ ἁμαρτίας ἡμετέρας», ἀλλὰ φύσιν τοιαύτην ὁ βίος ἔχει· πρὸς δὲ τὴν φύσιν ἀγανακτεῖν οὐ χρή. Ὥσπερ οὐ δυσχεραίνομεν ἐπὶ χειμῶνος, οὐδὲ ἐπὶ θέρους, οὕτως οὐδὲ ἐπὶ τοῖς παροῦσι πράγμασιν· ἕκαστον γὰρ δεῖ γενέσθαι καὶ ἕκαστον ἔχει καιρόν. Μὴ ὡς ἐπὶ παραδόξοις ἄλγει· ὥσπερ τὰ κακά, οὕτως καὶ τὰ καλὰ ἀνάγκη συμβῆναι· μᾶλλον δὲ οὐ κακά, ἀλλ' οὕτω φαινόμενα, οἷον δεῖ χαίρειν, ἀλλὰ καὶ ἀλγεῖν. Καὶ ὅρα πόθεν πιστοῦται τὸν λόγον· τοῦτο δὲ ἀπὸ τῶν συμβαινόντων παρ' ἡμῶν, δεικνὺς ὅτι ἀναγκαίως γίγνεται. Οὐκ ἀεὶ τὸ οἰκοδομεῖν καλόν, οὐκ ἀεὶ τὸ φυτεύειν, ἀλλ' ἔστιν ὅπου καὶ ἐναντίον καὶ οὐ μόνον καλόν. Καὶ ἄρχεται ἀπὸ τῶν συνεκτικῶν καὶ ὃ μάλιστα ἡδονῶν καὶ ἀθυμίας ἐστὶν αἴτιον. Καιρὸς τοῦ τεκεῖν καὶ καιρὸς τοῦ ἀποθανεῖν. Τί ἀλγεῖς ἐπὶ θανάτῳ; Μὴ γὰρ παρὰ προσδοκίαν γέγονεν; Μὴ γὰρ παρ' ἐλπίδας; Κατὰ καιρὸν ἦλθεν ἴσως ἀναγκαῖον τῷ γενέσθαι. Τὸ ἀποθανεῖν ταχύτερον, πῶς καὶ τίνι τρόπῳ ἴσως εὔκαιρον; Καιρὸς τοῦ φυτεύειν καὶ καιρὸς τοῦ ἐκτῖλαι τὸ πεφυτευμένον. Εἶτα αὐτὸ ἀπὸ τῶν φυτῶν πιστοῦται· μὴ ἀεὶ φυτεύειν δεῖ, οὐδὲ ἑστάναι; Καθάπερ γὰρ σὺ οὐ συγχωρεῖς τὰς γεγηρακυίας μένειν ἀμπέλους, ἀλλ' ἀναιρεῖς, οὕτω καὶ ὁ θεός· ἀκολουθία πραγμάτων ἐστίν, μὴ ἄλγει. Ὅρα πῶς χρήσιμον καὶ πρὸς εὐθυμίαν τὸ βιβλίον. Καιρὸς τοῦ ἀποκτεῖναι καὶ καιρὸς τοῦ ἰᾶσθαι. Καὶ ταῦτα ἐναντία. Καὶ ποῖος καιρὸς τοῦ ἀποκτέννειν; Οἷον τοὺς πονηρούς. Παρὰ τῷ θεῷ καιρὸς τούτου καὶ τούτου. Καιρὸς τοῦ καθελεῖν καὶ καιρὸς τοῦ οἰκοδομεῖν, καιρὸς τοῦ κλαῦσαι καὶ καιρὸς τοῦ γελάσαι. Καὶ ποῖος καιρός ἐστιν ἄκαιρος; Ὅτε ἄκαιρός ἐστιν ὁ γέλως καὶ ἄχρηστος. Εἰ γὰρ ἐκείνων τῶν γενικῶν καιρός, πολλῷ μᾶλλον τούτων δι' ἐκεῖνα· οὐχ ἁπλῶς συμπτώματα ταῦτά ἐστιν; Καὶ ταῦτα ὁ θεὸς ὥρισεν· μὴ ἀεὶ γελᾶν, ἵνα μὴ διαχυθῶμεν, μὴ ἀεὶ κλαίειν, ἵνα μὴ καταπίπτωμεν. Καιρὸς τοῦ περιλαβεῖν· περὶ γάμου. Καιρὸς τοῦ ζητῆσαι καὶ καιρὸς τοῦ ἀπολέσαι. Καὶ μὴν ἐξ ἡμετέρας ῥαθυμίας γίγνεται. Μὴ νόμιζε, φησίν. Ἔστιν καιρὸς ὅτε δεῖ σε ἀπολέσαι. Ἢ ἵνα μὴ πενθῶμεν τοῦτό φησιν, ἢ, ἵνα καὶ ἑκόντες προώμεθα· ἔστιν ὅπου τὸ μὴ ζητῆσαι εὔκαιρον, ἀλλὰ βέλτιον ἀπολέσαι. Καιρὸς τοῦ φιλῆσαι καὶ καιρὸς τοῦ μισῆσαι· οὐκοῦν καὶ φιληθῆναι καὶ μισηθῆναι. Σύμπαντα ἃ ἐποίησεν καλὰ ἐν καιρῷ αὐτῶν. Τί τοίνυν μοχθεῖς; Πάντα θαυμαστά, πάντα ὅσα γέγονεν ἐν καιρῷ αὐτῶν καλά. Μὴ ἁπλῶς τὴν λύπην εἴπῃς, ἀλλὰ μετὰ τοῦ καιροῦ δεῖξόν μοι ταύτην, καὶ δείκνυμί σοι τῆς ἡδονῆς οὖσαν βελτίω καὶ τοῦ γέλωτος. Διὸ καί φησιν· βέλτιον πορευθῆναι εἰς οἶκον πένθους ἢ εἰς οἶκον γέλωτος. Οὐδὲν τούτων αὐτὸ καθ' ἑαυτὸ καλόν, οὔτε κακόν· τὸ ἀποθανεῖν βέλτιον τοῦ γενέσθαι, οἷον ἐν γήρᾳ. Οὐδὲ γὰρ ἄλλο τι τοῦ καιροῦ χωρὶς καλόν, κἂν τροφὴν εἴπῃς, κἂν πότον. Καί γε σύμπαντα τὸν αἰῶνα ἔδωκεν ἐν καρδίᾳ αὐτῶν, ὅπως μὴ εὕρῃ ἄνθρωπος τὸ ποίημα ὃ ἐποίησεν ὁ θεὸς ἀπ' ἀρχῆς καὶ μέχρι τέλους. Οὐ βούλεται, φησίν, ὁ θεὸς τὰ ἔργα αὐτοῦ φανερὰ εἶναι τοῖς ἀνθρώποις, καταστέλλων αὐτῶν τὴν πολυπραγμοσύνην. Οὕτω, φησίν, τοὺς χρόνους κατεσκεύασεν σοφῶς, ὡς μὴ δύνασθαι εὑρεῖν τοὺς ἀνθρώπους τὰ γενόμενα· τὸ γὰρ πλῆθος τῶν ἡμερῶν ἴσως ἐπισκοτεῖ καὶ λήθην ἐμποιεῖ. Ἢ τοῦτό φησιν ὅτι, καίπερ τὸν χρόνον εἰδότες καθ' ὃν γίγνεται τὰ ἔργα, οὐ δυνατὸν συνιδεῖν. Ἔγνων ὅτι οὐκ ἔστιν ἀγαθὸν ἐν αὐτοῖς, εἰ μὴ τοῦ εὐφρανθῆναι καὶ τοῦ ποιεῖν ἀγαθὸν ἐν ζωῇ αὐτοῦ. Τοῦτό ἐστιν ποίημα ἀγαθόν, ἐλεῆσαι. Μέλλων γὰρ ἐπὶ εὐποιΐαν παρακαλεῖν, πρότερον αὐτὸ νομοθετεῖ, πάσχειν εὖ· ὁ γὰρ ἑαυτῷ χρηστὸς καὶ ἑτέρῳ ἔσται. Τοῦτο δόμα θεοῦ ἐστιν. Κἂν λέγῃ δόμα θεοῦ, τοῦτο ὥρισεν ὁ θεὸς μόνον εἶναι καλόν, ἀπὸ τοῦ μόχθου βουλόμενος ἡμᾶς ἀπαγαγεῖν τοῦ παρόντος βίου καὶ τοῦ ἐν τούτοις μοχθεῖν. Ἔγνων <ὅτι> πάντα, ὅσα ἐποίησεν ὁ θεός, αὐτὰ ἔσται εἰς τὸν αἰῶνα· ἐπ' αὐτῶν οὐκ ἔστιν προσθεῖναι καὶ ἀπ' αὐτῶν οὐκ ἔστιν ἀφελεῖν. Ἐνταῦθα πάλιν αὐτοῦ τὴν σοφίαν θαυμάζει, ὅτι οὕτως διαρκὲς καὶ ἀνελλιπὲς αὐτοῦ τὸ ἔργον ὡς πανταχοῦ ἀρκεῖν. Καὶ ὁ θεὸς ἐποίησεν, ἵνα φοβηθῶσιν ἀπὸ προσώπου αὐτοῦ. Ὅρα καὶ ταῦτα· οὐχ ἵνα παρασαλευθῶσιν μόνον, ἀλλ' ἵνα αὐτὸν καὶ θαυμάζωσιν· εἰκὸς οὖν τὰ πρὸς ὑπόθεσιν θεογνωσίας γεγενημένα, μεγάλα τινὰ καὶ θαυμαστά. Τὸ γενόμενον ἤδη ἐστίν, καὶ ὅσα τοῦ γίνεσθαι ἤδη γέγονεν. Τὰ δὲ τῶν ἀνθρώπων οὐ τοιαῦτα, ἀλλ' ἀεὶ γίγνεται. Καὶ ὁ θεὸς ζητήσει τὸν διωκόμενον. Ὅρα πῶς μεταξὺ φιλοσοφίας ἐντίθησιν ῥήματα καὶ οὐ λέγει ἐνταῦθα «ματαιότης» περὶ τῶν πασχόντων κακῶς· ἐπειδὴ γὰρ εἶπεν ὅτι δι' ἡμᾶς ἐποίησεν τὰ ἔργα, ὥστε αὐτὸν ἐπιγινώσκεσθαι, καὶ θεογνωσίας αἴτιον τοῦτο. Τί οὖν; φησίν, τὰς ἀδικίας πῶς περιορᾷ; Ἔρχεται λοιπὸν καὶ ἐπὶ τὸν τῆς προνοίας λόγον, ὅτι καὶ τοῦτο δείκνυσιν ὄντα τὸν θεόν. Ὁ θεὸς ζητήσει τὸν διωκόμενον· κἂν μὴ νῦν, ἀλλὰ μετὰ ταῦτα· ἀπὸ τῆς πείρας οἶδα ταῦτα, φησίν. Καὶ ἔτι εἶδον ὑπὸ τὸν ἥλιον τὸν τόπον τῆς κρίσεως, ἐκεῖ ὁ ἀσεβής, καὶ τὸν τόπον τοῦ δικαίου, ἐκεῖ ὁ εὐσεβής. Εἶδον καὶ κολαζομένους· ὅπερ καὶ ὁ πατὴρ αὐτοῦ φησιν. Καὶ εἶπα ἐγὼ ἐν καρδίᾳ μου· σὺν τὸν δίκαιον καὶ σὺν τὸν ἀσεβῆ κρινεῖ ὁ θεός. Καὶ ἐκεῖνος ἔπαθλον τῆς ἀρετῆς λήμψεται καὶ οὗτος τῆς κακίας. Εἶδον τὸν τόπον· οὐχὶ τόπον τῆς κολάσεως λέγει· ὑπὸ τὸν ἥλιον, γάρ φησιν· οὐ λέγω σοι τὰ μέλλοντα, εἶδον πολλαχοῦ συμβάντα ταῦτα. Ὅτι καιρὸς τῷ παντὶ πράγματι καὶ ἐπὶ παντὶ τῷ ποιήματι. Ὥστε μὴ ζητεῖν· οἶδεν τοὺς καιροὺς ὁ θεός, πότε καὶ πότε ἐκείνους κολασθῆναι δεῖ. Ἐκεῖ εἶπα ἐγὼ ἐν καρδίᾳ μου περὶ λαλιᾶς υἱῶν ἀνθρώπων, ὅτι διακρινεῖ αὐτοὺς ὁ θεός. Ἐκεῖ εἶπον· μὴ λάβῃς εἰς δόγματα ταῦτα, ἅπερ οὕτως διαπορῶν ἔλεγεν, ἐπεὶ καὶ ὁ Δαυὶδ εἰσάγει τινὰ λέγοντα· καὶ εἶπον· ἄρα ματαίως ἐδικαίωσα τὴν καρδίαν μου καὶ ἐνιψάμην ἐν ἀθῴοις τὰς χεῖράς μου, καί· εἶπον ἐν τῇ ἐκστάσει μου· ἀπέρριμμαι ἀπὸ προσώπου τῶν ὀφθαλμῶν σου, καί· εἶπον ἐν τῇ εὐθηνίᾳ μου· οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα. Περὶ λαλιᾶς υἱῶν ἀνθρώπου ὅτι διακρινεῖ αὐτοὺς ὁ θεός· ἐπειδὴ πολλοὶ τοῦ θεοῦ κατηγοροῦσιν καὶ διαγελῶσιν εἰκῇ, τότε αὐτοὺς παιδεύσει, τότε αὐτοὺς διδάξει. Καὶ τοῦ δεῖξαι ὅτι αὐτοὶ κτήνη εἰσὶν καί γε αὐτοῖς. Ὅρα τοίνυν ὃ καὶ νῦν γίγνεται. Πολλοὶ τοῦ θεοῦ κατηγοροῦσιν, πολλοὶ αὐτὸν ἄδικον εἶναί φασιν, πολλοὶ αὐτὸν μὴ προνοεῖν· οὗτοι τῶν κτηνῶν τί διαφέρουσιν; Ὅταν οὖν ὁ θεὸς τὸ κατ' ἀξίαν ἀπονέμῃ ἑκάστῳ, τοῦ καιροῦ καλοῦντος, τότε δείξει τὴν ἄνοιαν αὐτῶν, τότε διακρινεῖ αὐτούς. Ὅτι συνάντημα υἱῶν τοῦ ἀνθρώπου καὶ συνάντημα τοῦ κτήνους· ὡς ὁ θάνατος τούτου, οὕτως ὁ θάνατος τούτου. Δείκνυσιν ὅτι θάνατος εἷς ἑκατέροις, σῶμα ἕν, πλάσις μία· καὶ εἰ τοῦτο ἀγνοοῦσιν εἰκότως κτήνη, ὅτι πνεῦμα ἓν τοῖς πᾶσιν. Καὶ τίς οἶδεν πνεῦμα υἱῶν τοῦ ἀνθρώπου [καὶ συνάντημα τοῦ κτήνους· ὡς ὁ θάνατος τούτου, οὕτως ὁ θάνατος τούτου. Καὶ τίς οἶδεν πνεῦμα υἱῶν τοῦ ἀνθρώπου] εἰ ἀναβαίνει ἄνω, καὶ πνεῦμα τοῦ κτήνους εἰ καταβαίνει κάτω εἰς τὴν γῆν; Τοῦτο δέ φησιν περὶ ἐκείνων, ὅτι κτήνη εἰσίν. Εἰ γὰρ ταῦτα ἑώρων καὶ περὶ ἀναστάσεως ἐφιλοσόφουν, οὐκ ἂν ταῦτα ἐφθέγξατο, οὐκ ἂν εἶπεν· ἐπεὶ ὅτι γε αὐτὸς οὐχ οὕτως διέκειτο δῆλον ἐκ τῶν μετὰ ταῦτα· ὅτι ἄξει ὁ θεὸς αὐτοὺς εἰς κρίσιν. Ὅτι τίς ἄξει αὐτὸν τοῦ ἰδεῖν ἐν ᾧ ἂν γένηται μετ' αὐτόν; Ἐπειδὴ πολλοὶ βούλονται καταλεῖψαι χρήματα, τίς αὐτὸν δυνήσεται ἐνεγκεῖν, ὥστε ἰδεῖν τὰ γενόμενα; φησίν. Ὅρα πῶς συνεχῶς αὐτοὺς τέως ἐμβάλλει εἰς τὸ καταφρονεῖν χρημάτων καὶ μὴ ζητεῖν μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Ecclesiasten [Sp.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg495.local001/.
