# In epistulam ad Colossenses homiliae 1-12 1.1-3

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Colossenses homiliae 1-12, ΟΜΙΛΙΑ Δ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-colossenses-homiliae-1-12/1.1-3

Καὶ ὑμᾶς ποτε ἐχθροὺς ὄντας καὶ ἀπηλλοτριωμένους τῇ διανοίᾳ ἐν τοῖς ἔργοις τοῖς πονηροῖς, νυνὶ δὲ ἀποκατήλλαξε τῷ σώματι τῆς σαρκὸς αὑτοῦ διὰ τοῦ θανάτου, παραστῆσαι ὑμᾶς ἁγίους καὶ ἀμώμους καὶ ἀνεγκλήτους καὶ ἐνώπιον αὐτοῦ. α. Ἐνταῦθα λοιπὸν δείκνυσιν, ὅτι καὶ ἀναξίους ὄντας καταλλαγῆς κατήλλαξε. Τὸ μὲν γὰρ εἰπεῖν, ὅτι ὑπὸ τὴν ἐξουσίαν τοῦ σκότους ἦσαν, δείκνυσι τὴν συμφοράν, ἐν ᾗ ἦσαν. Ἀλλ’ ἵνα μὴ ἀκούσας ἐξουσίαν σκότους, ἀνάγκην νομίσῃς εἶναι, ἐπάγει· Καὶ ὑμᾶς ὄντας ἀπηλλοτριωμένους· ὥστε δοκεῖ μὲν τὸ αὐτὸ λέγειν, οὐκ ἔστι δέ· οὐ γάρ ἐστιν ἴσον ἀνάγκῃ κακῶς παθόντα, καὶ ἑκόντα τοῦτο ὑπομείναντα ἀπαλλάξαι τῶν δεινῶν. Ἐκεῖνος μὲν γὰρ ἐλεεῖσθαι ἄξιος, οὗτος δὲ μισεῖσθαι. Ἀλλ’ ὅμως ὑμᾶς, φησίν, οὐχὶ ἄκοντας οὐδὲ ἀναγκαζομένους, ἀλλ’ ἑκόντας καὶ μετὰ τοῦ βούλεσθαι ἀποπηδῶντας αὐτοῦ, καὶ ἀναξίους ὄντας ἀπήλλαξε. Καὶ ἐπειδὴ τῶν ἐν τοῖς οὐρανοῖς ἐμνήσθη, δείκνυσιν ὅτι ἡ ἔχθρα πᾶσα ἐντεῦθεν εἶχε τὴν ἀρχήν, οὐκ ἐκεῖθεν. Ἐκεῖνοι μὲν γὰρ πάλαι ἐβούλοντο, καὶ ὁ θεός· ὑμεῖς δὲ οὐκ ἠθελήσατε. Καὶ διόλου δείκνυσι τοὺς ἀγγέλους μηδὲν ἰσχύσαντας ἐν τοῖς κάτω χρόνοις, εἴ γε ἔμενον ἐχθροί, καὶ οὔτε πεῖσαι ἠδύναντο, οὔτε πεισθέντας ἀπαλλάξαι τοῦ διαβόλου. Οὐδὲ γὰρ τὸ πεῖσαι εἶχέ τι κέρδος, τοῦ κατέχοντος μὴ δεθέντος· οὐδὲ τὸ δεθῆναι εἶχέ τι κέρδος, τῶν κατεχομένων μὴ βουλομένων ἐπανελθεῖν. Ἀλλ’ ἀμφότερα ἔδει, ὧν ἐκεῖνοι μὲν οὐδέν, ὁ Χριστὸς δὲ ἀμφότερα πεποίηκεν. Ὥστε τοῦ τὸν θάνατον λῦσαι θαυμασιώτερον τὸ πεῖσαι. Ἐκεῖνο μὲν γὰρ ὅλον αὐτοῦ ἦν, καὶ αὐτὸς μόνος κύριος ἦν· τούτου δὲ οὐχὶ αὐτὸς μόνος, ἀλλὰ καὶ ἡμεῖς· εὐκολώτερον δὲ ταῦτα ἀνύομεν, ὧν αὐτοὶ κύριοί ἐσμεν. Ἅτε οὖν καὶ μεῖζον ὂν, ὕστερον αὐτὸ τίθησι. Καὶ οὐχ ἁπλῶς εἶπεν, Ἐχθραίνοντας, ἀλλά, Ἀπηλλοτριωμένους, ὃ πολλῆς ἔχθρας ἐστίν· οὐδὲ ἠλλοτριωμένους, ἀλλὰ μηδὲ προσδοκῶντας ἐπανελθεῖν. Καὶ ἐχθροὺς, φησί, τῇ διανοίᾳ, διὰ τούτου δηλῶν, ὅτι οὐχὶ μέχρι τῆς προαιρέσεως μόνον ἡ ἀλλοτρίωσις ἦν αὐτῶν· ἀλλὰ τί; Καὶ ἐν τοῖς ἔργοις τοῖς πονηροῖς. Καὶ ἐχθροὶ ἦτε, φησί, καὶ τὰ τῶν ἐχθρῶν ἐπράττετε. Νυνὶ δὲ ἀποκατήλλαξεν ἐν τῷ σώματι τῆς σαρκὸς αὑτοῦ διὰ τοῦ θανάτου, παραστῆσαι ὑμᾶς ἁγίους καὶ ἀμώμους καὶ ἀνεγκλήτους κατενώπιον αὐτοῦ. Ἐνταῦθα τίθησι καὶ τὸν τρόπον τῆς καταλλαγῆς, ὅτι ἐν τῷ σώματι, καὶ ὅτι οὐχ ἁπλῶς πληγείς, οὐδὲ μαστιγωθείς, οὐδὲ πραθείς, ἀλλὰ καὶ ἀποθανὼν τῷ αἰσχίστῳ θανάτῳ. Πάλιν τοῦ σταυροῦ μέμνηται, καὶ πάλιν ἑτέραν τίθησιν εὐεργεσίαν. Οὐ γὰρ ἀπήλλαξε μόνον, ἀλλὰ καὶ ὅ φησιν ἀνωτέρω, Τῷ ἱκανώσαντι ἡμᾶς, τοῦτο δὲ καὶ ἐνταῦθα αἰνίττεται. Διὰ τοῦ θανάτου αὑτοῦ, φησί, παραστῆσαι ὑμᾶς ἁγίους καὶ ἀμώμους καὶ ἀνεγκλήτους κατενώπιον αὐτοῦ. Οὐ γὰρ δὴ μόνον τῶν ἁμαρτημάτων ἀπήλλαξεν, ἀλλὰ καὶ ἐν τοῖς εὐδοκιμηκόσι κατέστησεν. Οὐ γὰρ ἵνα κακῶν ἀπαλλάξῃ μόνον τοσαῦτα ἔπαθεν, ἀλλ’ ἵνα καὶ τῶν πρώτων ἐπιτύχωμεν· ὥσπερ ἂν εἴ τις κατάδικον μὴ μόνον τῆς τιμωρίας ἐλευθερώσῃ, ἀλλὰ καὶ εἰς τιμὴν ἀναγάγῃ. Καὶ τοῖς οὐδὲν ἡμαρτηκόσιν ἐγκατέταξε· μᾶλλον δὲ οὐ τοῖς μὴ ἡμαρτηκόσι μόνον, ἀλλὰ καὶ τοῖς κατωρθωκόσι τὰ μέγιστα· καὶ τὸ δὴ μεῖζον, ὅτι ἁγιωσύνην τὴν κατενώπιον αὐτοῦ δέδωκε. Τὸ δὲ ἀνέγκλητον, ἐπίτασις τοῦ ἀμώμου· ἀνέγκλητον γὰρ τότε λέγεται, ὅταν μηδὲ μέχρι καταγνώσεως, μηδὲ μέχρι ἐγκλήματος ᾖ τι πεπραγμένον ἡμῖν. Ἀλλ’ ἐπειδὴ τὸ ὅλον αὐτοῦ τέθεικεν εἰπών, ὅτι διὰ τοῦ θανάτου ταῦτα κατώρθωσεν, ἵνα μή τις εἴπῃ, Οὐκοῦν οὐδενὸς χρῄζομεν, διὰ τοῦτο ἐπήγαγεν· Εἴ γε ἐπιμένετε τῇ πίστει τεθεμελιωμένοι καὶ ἑδραῖοι, καὶ μὴ μετακινούμενοι ἀπὸ τῆς ἐλπίδος τοῦ Εὐαγγελίου. Τὴν ῥᾳθυμίαν αὐτῶν ἐνταῦθα ἐπικόπτει. Καὶ οὐχ ἁπλῶς εἶπεν, Ἐπιμένετε· ἔστι γὰρ ἐπιμένειν σαλευόμενον, καὶ διχοστατοῦντα· ἔστιν ἑστάναι καὶ μένειν περιφερόμενον. Εἴ γε ἐπιμένετε, φησί, τεθεμελιωμένοι καὶ ἑδραῖοι, καὶ μὴ μετακινούμενοι. Βαβαί, ἡλίκῃ κέχρηται τροπῇ. οὐ μόνον μὴ σαλευόμενοι, φησίν, ἀλλὰ μηδὲ κινούμενοι. Καὶ ὅρα· οὐδὲν φορτικὸν τέως τίθησιν, οὐδὲ ἐπίπονον, ἀλλὰ πίστιν καὶ ἐλπίδα. Τουτέστιν, ἐὰν μένητε πιστεύοντες, ὅτι ἀληθὴς ἡ ἐλπὶς τῶν μελλόντων. Ἐνταῦθα μὲν γὰρ δυνατόν· ἐπὶ δὲ τῆς ἀρετῆς οὐκ ἔνι μὴ μετασαλευθῆναι, κἂν μικρόν· οὕτως οὐκ ἔστιν ἐπαχθές. Ἀπὸ τῆς ἐλπίδος, φησί, τοῦ Εὐαγγελίου, οὗ ἠκούσατε, τοῦ κηρυχθέντος ἐν πάσῃ κτίσει τῇ ὑπὸ τὸν οὐρανόν. Τίς δέ ἐστιν ἡ ἐλπὶς τοῦ Εὐαγγελίου, ἀλλ’ ἢ ὁ Χριστός; Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, καὶ πάντα ταῦτα ὁ ἐργασάμενος. Ὥστε ὁ ἑτέροις ἐπιγράφων, μετακεκίνηται· πάντα γὰρ ἀπώλεσεν, ἐὰν μὴ εἰς τὸν Χριστὸν πιστεύῃ. Ἠκούσατε, φησί. Πάλιν αὐτοὺς φέρει μάρτυρας, εἶτα τὴν οἰκουμένην ἅπασαν. Οὐ λέγει, τοῦ κηρυττομένου, ἀλλ’, ἤδη πιστευθέντος καὶ Κηρυχθέντος· ὅπερ καὶ ἀρχόμενος ἐποίησεν, ἀπὸ τῆς τῶν πολλῶν μαρτυρίας καὶ τούτους στῆσαι βουλόμενος. Οὗ ἐγενόμην ἐγὼ Παῦλος διάκονος. Καὶ τοῦτο εἰς τὸ ἀξιόπιστον συντελεῖ. Ἐγώ, φησί, Παῦλος διάκονος. Μέγα γὰρ αὐτοῦ ἦν τὸ ἀξίωμα λοιπὸν πανταχοῦ ᾀδομένου, καὶ τῆς οἰκουμένης ὄντος διδασκάλου. Νῦν χαίρω ἐν τοῖς παθήμασί μου ὑπὲρ ὑμῶν, καὶ ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου ὑπὲρ τοῦ σώματος αὐτοῦ, ὅ ἐστιν ἡ ἐκκλησία.

---

Joannes Chrysostomus, In epistulam ad Colossenses homiliae 1-12. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg161.local001/.
