# In epistulam ad Colossenses homiliae 1-12 1.1-4

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Colossenses homiliae 1-12, ΟΜΙΛΙΑ Ε.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-colossenses-homiliae-1-12/1.1-4

Τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν, νυνὶ δὲ ἐφανερώθη τοῖς ἁγίοις αὐτοῦ, οἷς ἠθέλησεν ὁ θεὸς γνωρίσαι τίς ὁ πλοῦτος τῆς δόξης τοῦ μυστηρίου τοῦ ἐν τοῖς ἔθνεσιν, ὅς ἐστι Χριστὸς ἐν ὑμῖν, ἡ ἐλπὶς τῆς δόξης, ὃν ἡμεῖς καταγγέλλομεν, νουθετοῦντες πάντα ἄνθρωπον, καὶ διδάσκοντες πάντα ἄνθρωπον ἐν πάσῃ σοφίᾳ, ἵνα παραστήσωμεν πάντα ἄνθρωπον τέλειον ἐν Χριστῷ Ἰησοῦ. α. Εἰπὼν ὧν ἐτύχομεν, καὶ δείξας τοῦ θεοῦ τὴν φιλανθρωπίαν καὶ τὴν τιμὴν τῷ μεγέθει τῶν δοθέντων, πάλιν ἑτέραν ἐπίτασιν εἰσάγει, ὅτι οὐδὲ πρὸ ἡμῶν τις αὐτὸν ἔμαθεν· ὃ καὶ ἐν τῇ πρὸς Ἐφεσίους ποιεῖ λέγων· Οὔτε ἄγγελοι, οὔτε ἀρχαί, οὔτε ἄλλη τις κτιστὴ δύναμις, ἀλλὰ μόνος ὁ τοῦ θεοῦ υἱὸς ᾔδει. Διὸ καὶ οὐχ ἁπλῶς κεκρυμμένον εἶπεν, ἀλλ’ Ἀποκεκρυμμένον· καὶ ὅτι εἰ καὶ νῦν γέγονεν, ἀλλὰ παλαιόν ἐστι, καὶ ἄνωθεν ταῦτα ὁ θεὸς ἐβούλετο, καὶ οὕτω διετετύπωτο· διὰ τί δέ, οὐκέτι λέγει. Ἀπὸ τῶν αἰώνων, φησίν, ἐξ ἀρχῆς. Καὶ μυστήριον εἰκότως καλεῖ, ὃ οὐδεὶς ᾔδει πλὴν ὁ θεός. Καὶ ποῦ κεκρυμμένον; Ἐν τῷ Χριστῷ· ὥσπερ ἐν τῇ πρὸς Ἐφεσίους λέγει· ἢ ὥσπερ ὅταν λέγῃ ὁ προφήτης, Ἀπὸ τοῦ αἰῶνος, καὶ ἕως τοῦ αἰῶνος σὺ εἶ. Νυνὶ δὲ ἐφανερώθη, φησί, τοῖς ἁγίοις αὐτοῦ. Ὥστε τῆς τοῦ θεοῦ οἰκονομίας ἐστὶ τὸ ὅλον. Νυνὶ δὲ, φησίν, ἐφανερώθη. Οὐκ εἶπεν, Ἐγένετο, ἀλλ’, Ἐφανερώθη τοῖς ἁγίοις αὐτοῦ. Ὥστε καὶ νῦν ἔτι κρύπτεται, εἴπερ τοῖς ἁγίοις ἐφανερώθη μόνοις. Μὴ τοίνυν ὑμᾶς ἀπατάτωσαν ἐκεῖνοι· οὐ γὰρ ἴσασι, διὰ τί μόνοις, Οἷς ἠθέλησε, φησίν. Ὅρα πῶς πανταχοῦ ἐπιστομίζει τὰς ἐρωτήσεις αὐτῶν. Οἷς ἠθέλησεν ὁ θεός, φησί, γνωρίσαι. Τὸ δὲ θέλειν αὐτοῦ, οὐκ ἄλογον. Τοῦτο δὲ εἶπε, χάριτος μᾶλλον ὑπευθύνους ποιῶν, ἢ ἀφιεὶς αὐτοὺς ἐπὶ κατορθώματι μέγα φρονεῖν. Τίς ὁ πλοῦτος τῆς δόξης τοῦ μυστηρίου τούτου ἐν τοῖς ἔθνεσι. Σεμνῶς εἶπε, καὶ ὄγκον ἐπέθηκεν, ἀπὸ πολλῆς διαθέσεως ἐπιτάσεις ζητῶν ἐπιτάσεων. Καὶ γὰρ καὶ τοῦτο ἐπιτάσεως, τὸ ἀορίστως εἰπεῖν, Ὁ Πλοῦτος τῆς δόξης τοῦ μυστηρίου τούτου ἐν τοῖς ἔθνεσι. Μάλιστα μὲν γὰρ ἐν τοῖς ἔθνεσι φαίνεται, καθὼς καὶ ἀλλαχοῦ φησι, Τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τὸν θεόν· φαίνεται δὲ καὶ ἐν ἑτέροις, πολλῷ δὲ πλέον ἐν τούτοις ἡ πολλὴ τοῦ μυστηρίου δόξα. Τὸ γὰρ ἀθρόως ἀνθρώπους λίθων ἀναισθητοτέρους εἰς ἀγγέλων ἀγαγεῖν ἀξίωμα ἁπλῶς διὰ ψιλῶν ῥημάτων καὶ πίστεως μόνης χωρὶς ἐργωδίας πάσης, ὄντως δόξα καὶ πλοῦτος μυστηρίου· ὥσπερ ἂν εἴ τις κύνα λιμῷ καὶ ψώρᾳ διεφθαρμένον, αἰσχρόν τινα καὶ δυσειδῆ καὶ οὐδὲ κινεῖσθαι δυνάμενον, ἀλλ’ ἐῤῥιμμένον, ἐξαίφνης καὶ ἄνθρωπον ποιήσειε, καὶ ἐπὶ τοῦ θρόνου δείξειε τοῦ βασιλικοῦ. Ὅρα γάρ· τοὺς λίθους προσεκύνουν, καὶ τὴν γῆν· ἔμαθον ὅτι καὶ οὐρανοῦ καὶ ἡλίου ἀμείνους εἰσί, καὶ ὁ κόσμος ἅπας αὐτοῖς δουλεύει· αἰχμάλωτοι καὶ δεσμῶται ἦσαν τοῦ διαβόλου· ἀθρόον γεγόνασιν αὐτοῦ τῆς κεφαλῆς ἐπάνω καὶ ἐπέταττον αὐτῷ, καὶ ἐμάστιζον αὐτόν· δαιμόνων ὄντες θεραπευταὶ καὶ δοῦλοι, τοῦ τῶν ἀγγέλων Δεσπότου καὶ τῶν ἀρχαγγέλων γεγόνασι σῶμα· οὐδὲ τί ἐστι θεὸς εἰδότες, γεγόνασιν ἐξαίφνης καὶ σύνθρονοι τοῦ θεοῦ. Βούλει μυρίους ἰδεῖν ἀναβαθμοὺς, οὓς ὑπερεπήδησαν; Ἔδει μαθεῖν πρῶτον, ὅτι οἱ λίθοι οὐ θεοί· δεύτερον, ὅτι οὐ μόνον οὐ θεοί, ἀλλὰ καὶ ἀνθρώπων ἐλάττους· τρίτον, ὅτι καὶ ἀλόγων· τέταρτον, ὅτι καὶ φυτῶν· πέμπτον, ὅτι τὰ ἄκρα συνήγαγον εἰς ταυτόν, ὅτι οὐ μόνον λίθοι, ἀλλ’ οὐδὲ γῆ, οὐδὲ ζῶα, οὐδὲ φυτά, οὐδὲ ἄνθρωπος, οὐδὲ οὐρανός· ἢ ἄνωθεν πάλιν, ὅτι οὐ λίθοι, οὐ ζῶα, οὐ φυτά, οὐ στοιχεῖα, οὐ τὰ ἄνω, οὐ τὰ κάτω, οὐκ ἄνθρωπος, οὐ δαίμονες, οὐκ ἄγγελοι, οὐκ ἀρχάγγελοι, οὐχ ἑτέρα τις τῶν ἄνω δυνάμεων ἐκείνων ὑπὸ τῆς ἀνθρωπίνης φύσεως θεραπεύεσθαι ὀφείλει. Καθάπερ ἀπό τινος βυθοῦ ἀνιμωμένους ἔδει μαθεῖν, ὅτι ὁ πάντων Δεσπότης οὗτος θεός ἐστιν, ὅτι θεραπεύειν αὐτὸν μόνον χρή, ὅτι καλὸν ἡ θαυμαστὴ πολιτεία, ὅτι ὁ παρὼν θάνατος οὐ θάνατος, ὅτι ἡ ζωὴ οὐ ζωή, ὅτι τὸ σῶμα ἀνίσταται, ὅτι ἄφθαρτον γίνεται, ὅτι εἰς οὐρανοὺς ἄνεισιν, ὅτι ἀθανασίας ἐπιτυγχάνει, ὅτι μετὰ ἀγγέλων ἕστηκεν, ὅτι μεθίσταται. Ἀλλὰ τοῦτον τὸν ἐκεῖ κάτω, ταῦτα πάντα ὑπερπηδήσαντα, ἄνω ἐκάθισεν ἐπὶ τοῦ θρόνου, τῶν ἀγγέλων καὶ τῶν ἀρχαγγέλων καὶ τῶν θρόνων καὶ τῶν κυριοτήτων ποιήσας κυριώτερον τὸν ὑποκάτω λίθων ὄντα. Ὄντως καλῶς εἶπε, Τίς ὁ πλοῦτος τῆς δόξης τοῦ μυστηρίου τούτου. Ὥσπερ ἂν εἴ τις μωρόν τινα φιλόσοφον ἐξαίφνης δείξειε· μᾶλλον δὲ ὅσα ἂν εἴποι τις, οὐδὲν ἐρεῖ· καὶ γὰρ καὶ τὰ τοῦ Παύλου ἀόριστά ἐστι. Τίς ὁ πλοῦτος, φησί, τῆς δόξης τοῦ μυστηρίου τούτου ἐν τοῖς ἔθνεσιν, ὅς ἐστι Χριστὸς ἐν ὑμῖν. Πάλιν ἔδει μαθεῖν, ὅτι ὁ πάντων ἀνώτερος, καὶ ἀγγέλων ἄρχων, καὶ τῶν ἄλλων ἁπασῶν δυνάμεων κρατῶν, κατέβη κάτω, καὶ ἄνθρωπος γέγονε, καὶ μυρία ἔπαθε, καὶ ἀνέστη καὶ ἀνελήφθη.

---

Joannes Chrysostomus, In epistulam ad Colossenses homiliae 1-12. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg161.local001/.
