# In epistulam ad Colossenses homiliae 1-12 1.1-5

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Colossenses homiliae 1-12, ΟΜΙΛΙΑ ϛ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-colossenses-homiliae-1-12/1.1-5

Ὡς οὖν παρελάβετε τὸν Χριστὸν Ἰησοῦν τὸν κύριον, ἐν αὐτῷ περιπατεῖτε, ἐῤῥιζωμένοι καὶ ἐποικοδομούμενοι ἐν αὐτῷ, καὶ βεβαιούμενοι ἐν τῇ πίστει, καθὼς ἐδιδάχθητε, περισσεύοντες ἐν αὐτῇ ἐν εὐχαριστίᾳ. α. Πάλιν αὐτοὺς τῇ οἰκείᾳ προκαταλαμβάνει μαρτυρίᾳ, λέγων, Ὡς οὖν παρελάβετε. Οὐδὲν ξένον, φησίν, ἐπεισάγομεν· οὐκοῦν μηδὲ ὑμεῖς. Ἐν αὐτῷ περιπατεῖτε· αὐτὸς γάρ ἐστιν ἡ ὁδὸς ἡ προσάγουσα εἰς τὸν πατέρα· μὴ ἐν τοῖς ἀγγέλοις· οὐ φέρει αὕτη ἡ ὁδὸς ἐκεῖ. Ἐῤῥιζωμένοι· τουτέστι, πεπηγότες· μὴ ποτὲ μὲν ταύτην, ποτὲ δὲ ἐκείνην, ἀλλ’ ἐῤῥιζωμένοι· τὸ δὲ ἐῤῥιζωμένον οὐκ ἄν ποτε μετασταίη. Ὅρα πῶς κυρίας τὰς λέξεις τίθησι. Καὶ ἐποικοδομούμενοι, φησί· τουτέστι, τῇ διανοίᾳ φθάνοντες εἰς αὐτόν. Καὶ βεβαιούμενοι ἐν αὐτῷ· τουτέστι, κατέχοντες αὐτόν, καὶ ὡς ἐπὶ θεμέλιον οἰκοδομούμενοι. Δείκνυσιν αὐτοὺς καταπεσόντας· τὸ γάρ, Οἰκοδομούμενοι, τοῦτο δηλοῖ. Οἰκοδομὴ γάρ ἐστιν ὄντως ἡ πίστις, καὶ δεῖ καὶ τοῦ θεμελίου ἰσχυροῦ, καὶ τῆς οἰκοδομίας ἀσφαλοῦς. Ἄν τε γὰρ μὴ ἐπ’ ἀσφαλείᾳ τις οἰκοδομήσῃ, σαλεύεται· ἄν τε ἐπ’ ἀσφαλείας, καὶ μὴ ἑστήκῃ, οὐκέτι ἵσταται. Καθὼς ἐδιδάχθητε. Πάλιν τό, Καθώς, δηλωτικόν ἐστι τοῦ μηδὲν καινόν τι λέγειν. Περισσεύοντες, φησίν, ἐν αὐτῇ ἐν εὐχαριστίᾳ. Τοῦτο γὰρ εὐγνωμόνων· οὐ λέγω ἁπλῶς εὐχαριστεῖν, ἀλλὰ μετὰ πολλῆς τῆς παρουσίας, πλέον ἢ ἐμάθετε, εἰ οἷόν τε, μετὰ πολλῆς τῆς φιλοτιμίας. Βλέπετε μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν. Ὁρᾷς πῶς ἔδειξε κλέπτην ὄντα, καὶ ἀλλότριον, καὶ ἡρέμα ἐπεισιόντα; ἤδη γὰρ παρέστησεν αὐτὸν εἰσιόντα. Καὶ καλῶς εἶπε, Συλαγωγῶν. Ὥσπερ ἄν τις χῶμα κάτωθεν διορύττων μὴ παρέχῃ αἴσθησιν, τὸ δὲ ὑπονοστεῖ· οὕτω καὶ ἐκεῖνος ποιεῖ. Βλέπετε οὖν· τοῦτο γὰρ ἔργον ἐκείνῳ τὸ μηδὲ αἴσθησιν παρέχειν. Διὰ τῆς φιλοσοφίας. Εἶτα, ἐπειδὴ δοκεῖ σεμνὸν εἶναι τὸ τῆς φιλοσοφίας, προσέθηκε, Καὶ κενῆς ἀπάτης. Ἔστι γὰρ καὶ καλὴ ἀπάτη, οἵαν ἠπατήθησαν πολλοί, ἣν οὐδὲ ἀπάτην δεῖ καλεῖν· περὶ ἧς φησιν ὁ Ἱερεμίας· Ἠπάτησάς με, κύριε, καὶ ἠπατήθην. Τὸ γὰρ τοιοῦτον οὐδὲ ἀπάτην δεῖ καλεῖν· ἐπεὶ καὶ τὸν πατέρα ἠπάτησεν ὁ Ἰακὼβ, ἀλλ’ οὐκ ἀπάτη, ἀλλ’ οἰκονομία ἦν. Διὰ τῆς φιλοσοφίας, φησί, καὶ κενῆς ἀπάτης, κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων, κατὰ τὰ στοιχεῖα τοῦ κόσμου, καὶ οὐ κατὰ Χριστόν. Τέως τοῦ ἐλέγχου ἅπτεται τῆς τῶν ἡμερῶν παρατηρήσεως, στοιχεῖα κόσμου ἥλιον καὶ σελήνην λέγων, καθάπερ καὶ ἐν τῇ πρὸς Γαλάτας ἔλεγε· Πῶς πάλιν ἐπιστρέφετε ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα; Καὶ οὐκ εἶπεν, Ἡμερῶν παρατηρήσεις, ἀλλὰ Δι’ ὅλου τοῦ κόσμου τοῦ παρόντος, ἵνα τὸ εὐτελὲς δείξῃ· εἰ γὰρ ὁ κόσμος οὐδέν, πολλῷ μᾶλλον καὶ τὰ στοιχεῖα. Δείξας οὖν πρῶτον ὅσα εὐεργετήθησαν, ὅσα εὖ ἔπαθον, τότε ἐπάγει τὴν κατηγορίαν, ἵνα μείζονα δείξῃ, καὶ ἕλῃ τοὺς ἀκούοντας. Τοῦτο καὶ οἱ προφῆται ποιοῦσιν ἀεί· πρότερον τὰς εὐεργεσίας δεικνύουσι, καὶ τότε τὰς κατηγορίας αὔξουσι, καθάπερ ὁ Ἡσαΐας φησίν· Υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν· καὶ πάλιν, Λαός μου, τί ἐποίησά σοι, ἢ τί ἐλύπησά σε, ἢ τί παρηνώχλησά σοι; καὶ ὁ Δαυῒδ, ὡς ὅταν λέγῃ· Ἐπήκουσά σου ἐν ἀποκρύφῳ καταιγίδος· καὶ πάλιν, Ἄνοιξον τὸ στόμα σου, καὶ πληρώσω αὐτό. Καὶ πανταχοῦ οὕτως εὑρήσεις. Μάλιστα μὲν οὖν οὐδὲ εἴ τι ἔλεγον, πείθεσθαι ἔδει· νῦν δὲ καὶ χωρὶς τῶν εὐεργεσιῶν φεύγειν ἐκεῖνα δεῖ. Καὶ οὐ κατὰ Χριστὸν, φησί. Μάλιστα μὲν γάρ, εἰ καὶ οὕτως ἦν ἐξ ἡμισείας, ὥστε δύνασθαι καὶ τούτῳ κἀκείνῳ δουλεύειν, οὐδὲ οὕτως ἔδει· νῦν δὲ οὐκ ἀφίησιν ὑμᾶς εἶναι κατὰ Χριστόν. Ἐκεῖθεν αὐτὰ φέρουσι. Πρότερον δὲ διασαλεύσας τὰς Ἑλληνικὰς παρατηρήσεις, τότε καὶ τὰς Ἰουδαϊκὰς ἀναιρεῖ. Καὶ γὰρ Ἕλληνες καὶ Ἰουδαῖοι παρετήρουν πολλά, ἀλλ’ οἱ μὲν ἀπὸ φιλοσοφίας, οἱ δὲ ἀπὸ νόμου. Πρότερον τοίνυν πρόσεισι τούτοις, ἔνθα μείζων ἡ κατηγορία. Πῶς, Οὐ κατὰ Χριστόν; Ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς, καὶ ἐστὲ ἐν αὐτῷ πεπληρωμένοι, ὅς ἐστιν ἡ κεφαλὴ πάσης ἀρχῆς καὶ ἐξουσίας.

---

Joannes Chrysostomus, In epistulam ad Colossenses homiliae 1-12. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg161.local001/.
