# In epistulam ad Colossenses homiliae 1-12 1.1-7

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Colossenses homiliae 1-12, ΟΜΙΛΙΑ Η.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-colossenses-homiliae-1-12/1.1-7

Νεκρώσατε τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν, καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολατρεία, δι’ ἃ ἔρχεται ἡ ὀργὴ τοῦ θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας, ἐν οἷς καὶ ὑμεῖς περιεπατήσατέ ποτε, ὅτε ἐζῆτε ἐν αὐτοῖς. α. Οἶδα πολλοὺς ἀπεχθανομένους ἐν τῇ πρὸ ταύτης διαλέξει· ἀλλὰ τί πάθω; ἠκούσατε τί ἐπέταξεν ὁ Δεσπότης. Μὴ γὰρ ἐγὼ αἴτιος; τί ποιήσω; Οὐχ ὁρᾶτε τοὺς ἀπαιτοῦντας, ὅταν ἀγνωμονῶσιν οἱ ὑπεύθυνοι, πῶς κλοιὰ τούτοις περιτιθέασιν; Ἠκούσατε τί σήμερον ὁ Παῦλος ἐβόα; Νεκρώσατε, φησί, τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν, καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολατρεία. Τί τῆς τοιαύτης πλεονεξίας χεῖρον; Τοῦτο βαρύτερον οὗπερ ἔλεγον, ἡ μανία καὶ ἡ βλακεία ἡ περὶ ἄργυρον. Καὶ τὴν πλεονεξίαν, φησίν, ἥτις ἐστὶν εἰδωλολατρεία· ὁρᾶτε ποῦ τὸ κακὸν τελευτᾷ; Μὴ δὴ δυσχεράνητε· οὐ γὰρ ἑκὼν οὐδὲ ἁπλῶς ἐχθροὺς ἔχειν θέλω, ἀλλ’ ἐβουλόμην ὑμᾶς εἰς τοῦτο ἀρετῆς ἥκειν, ὡς ἐμὲ παρ’ ὑμῶν ἀκούειν τὰ δέοντα. Ὥστε οὐκ αὐθεντίας ἐστὶν οὐδὲ ἀξιώματος, ἀλλ’ ὀδύνης καὶ ἀλγηδόνος. Σύγγνωτέ μοι, σύγγνωτε· οὐ θέλω ἀσχημονεῖν ὑπὲρ τοιούτων διαλεγόμενος, ἀλλ’ ἀναγκάζομαι. Οὐχ ὑπὲρ τῆς τῶν πενήτων ὀδύνης ταῦτα λέγω, ἀλλ’ ὑπὲρ τῆς ὑμετέρας σωτηρίας· ἀπολοῦνται γάρ, ἀπολοῦνται οἱ μὴ θρέψαντες τὸν Χριστόν. Τί γάρ, εἰ τρέφεις πένητα; ἀλλ’ ἕως ἂν οὕτω σπαταλᾷς καὶ οὕτω τρυφᾷς, πάντα περιττά. Οὐ γὰρ τὸ δοῦναι ζητεῖται πολλά, ἀλλὰ τὸ μὴ ἔλαττον τῆς οἰκείας οὐσίας· τοῦτο γὰρ παίζοντός ἐστι. Νεκρώσατε οὖν τὰ μέλη ὑμῶν, φησίν, τὰ ἐπὶ τῆς γῆς. Τί λέγεις; οὐ σὺ εἶπας, ὅτι Ἐτάφητε; ὅτι Συνετάφητε; ὅτι Περιετμήθητε; ὅτι Ἀπεξεδυσάμεθα τὸ σῶμα τῶν ἁμαρτιῶν τῆς σαρκός; πῶς οὖν πάλιν λέγεις, Νεκρώσατε; Μὴ παίζῃς· ὡς ὄντων αὐτῶν ἐν ἡμῖν οὕτω διαλέγῃ; Οὐκ ἔστιν ἐναντιολογία· ἀλλ’ ὥσπερ εἴ τις ἐῤῥυπωμένον ἀνδριάντα ἀποσμήξας, μᾶλλον δὲ ἀναχαλκεύσας, καὶ λαμπρὸν δείξας ἄνωθεν, λέγοι μὲν ὅτι κατεπόθη ὁ ἰὸς καὶ ἀπώλετο, παραινοῖ δὲ πάλιν σπουδάζειν ἀποτίθεσθαι τὸν ἰόν, οὐκ ἐναντιολογεῖ· οὐ γὰρ ὃν ἀπέσμηξεν ἰόν, ἀλλὰ τὸν ἐπιγινόμενον μετὰ ταῦτα παραινεῖ ἀποθέσθαι· οὕτως οὐ τὴν προτέραν νέκρωσιν λέγει, οὐδὲ τὰς πορνείας ἐκείνας, ἀλλὰ τὰς ἐπιγινομένας ὕστερον. Ἀλλ’ ἰδοὺ, φασὶν αἱρετικοί, τὴν δημιουργίαν Παῦλος διαβάλλει· εἶπε γὰρ ἔμπροσθεν, Τὰ ἄνω φρονεῖτε, μὴ τὰ ἐπὶ γῆς· πάλιν φησί, Νεκρώσατε ὑμῶν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς. Ἀλλὰ τό, ἐπὶ γῆς, ἐνταῦθα δηλωτικόν ἐστιν ἁμαρτίας, οὐ δημιουργίας διαβολή. Οὕτω γὰρ τὰ ἐπὶ γῆς αὐτὰ καλεῖ τὰ ἁμαρτήματα, ἢ τῷ ἀπὸ γεώδους λογισμοῦ καὶ ἐπὶ γῆς ἐνεργεῖσθαι, ἢ τῷ γηΐνους δεικνύναι τοὺς ἁμαρτάνοντας. Πορνείαν, ἀκαθαρσίαν, φησί. Παρῆκε τὰ πράγματα, ἃ οὐδὲ εἰπεῖν καλόν, καὶ διὰ τῆς ἀκαθαρσίας ἅπαντα ἐνέφηνε. Πάθος, φησίν, ἐπιθυμίαν κακήν. Ἰδοὺ γενικῶς τὸ πᾶν εἶπε· πάντα γὰρ ἐπιθυμία κακή, βασκανία, ὀργή, λύπη. Καὶ τὴν πλεονεξίαν, φησίν, ἥτις ἐστὶν εἰδωλολατρεία. Διὰ ταῦτα γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας. Διὰ πολλῶν ἀπήγαγεν αὐτούς· διὰ τῶν εὐεργεσιῶν τῶν ὑπαρξασῶν, διὰ τῶν μελλόντων ἐξ ὧν ἀπηλλάγημεν κακῶν, τίνες ὄντες, καὶ διὰ τί, καὶ ὅλα ἐκεῖνα, οἷον, τίνες ἦμεν καὶ ἐν τίσιν, καὶ ὅτι ἀπηλλάγημεν αὐτῶν, πῶς καὶ τίνι τρόπῳ καὶ ἐπὶ τίσι. Ταῦτα ἱκανὰ ἀποστρέψαι· ἀλλὰ πάντων σφοδρότερον τοῦτο, ἀηδὲς μὲν εἰπεῖν, οὐ μὴν ἀνωφελές, ἀλλὰ καὶ ὠφέλιμον· Δι’ ἃ ἔρχεται, φησίν, ἡ ὀργὴ τοῦ θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας. Οὐκ εἶπεν, Ἐφ’ ὑμᾶς, ἀλλ’, Ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας. Ἐν οἷς καὶ ὑμεῖς περιεπατήσατέ ποτε, ὅτε ἐζῆτε ἐν αὐτοῖς. Ἐντρεπτικῶς, Ὅτε ἐζῆτε, φησίν, ἐν αὐτοῖς, καὶ μετ’ ἐγκωμίου, ὡς νῦν οὐ ζώντων· τότε ἐξῆν. Νυνὶ δὲ ἀπόθεσθε καὶ ὑμεῖς τὰ πάντα. Καὶ καθολικῶς ἀεὶ λέγει, καὶ ἰδικῶς· τοῦτο δέ ἐστι διαθέσεως. Ὀργήν, θυμόν, κακίαν βλασφημίαν, αἰσχρολογίαν ἐκ τοῦ στόματος ὑμῶν. Μὴ ψεύδεσθε εἰς ἀλλήλους. Αἰσχρολογίαν, φησίν, ἐκ τοῦ στόματος ὑμῶν, ἐμφαντικῶς, ὅτι αὐτὸ ῥυποῖ. Ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, καὶ ἐνδυσάμενοι τὸν νέον τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ’ εἰκόνα τοῦ κτίσαντος αὐτόν. Ἄξιον ἐνταῦθα ζητῆσαι, τί δήποτε μέλη καὶ ἄνθρωπον καὶ σῶμα καλεῖ τὸν διεφθαρμένον βίον, καὶ τὸν ἐνάρετον πάλιν τὸ αὐτό. Καὶ εἰ ὁ ἄνθρωπός εἰσιν αἱ ἁμαρτίαι, πῶς φησι, Σὺν ταῖς πράξεσιν αὐτοῦ; Ἅπαξ γὰρ εἶπε παλαιὸν ἄνθρωπον, δείξας ὅτι οὐ τοῦτό ἐστιν ἄνθρωπος, ἀλλ’ ἐκεῖνο, Τῆς γὰρ οὐσίας ἡ προαίρεσις κυριωτέρα, καὶ τοῦτο μᾶλλον ἄνθρωπος, ἢ ἐκεῖνο. Οὐ γὰρ ἡ οὐσία ἐμβάλλει εἰς γέενναν, οὐδὲ εἰς βασιλείαν εἰσάγει, ἀλλ’ αὐτὴ ἡ προαίρεσις, καὶ οὐδένα οὔτε φιλοῦμεν, οὔτε μισοῦμεν ᾗ ἄνθρωπος, ἀλλ’ ᾗ τοιόσδε ἄνθρωπος. Εἰ τοίνυν ἡ μὲν οὐσία τὸ σῶμά ἐστιν, αὕτη δὲ ἀνυπεύθυνος ἐν ἑκατέροις, πῶς αὐτὸ κακὸν εἶναί φησι;

---

Joannes Chrysostomus, In epistulam ad Colossenses homiliae 1-12. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg161.local001/.
