# In epistulam ad Colossenses homiliae 1-12 1.1-9

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Colossenses homiliae 1-12, ΟΜΙΛΙΑ Ι.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-colossenses-homiliae-1-12/1.1-9

Αἱ γυναῖκες, ὑποτάσσεσθε τοῖς ἀνδράσιν, ὡς ἀνῆκεν ἐν Κυρίῳ. Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας, καὶ μὴ πικραίνεσθε πρὸς αὐτάς. Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσι κατὰ πάντα· τοῦτο γάρ ἐστιν εὐάρεστον ἐν Κυρίῳ. Οἱ πατέρες, μὴ ἐρεθίζετε τὰ τέκνα ὑμῶν, ἵνα μὴ ἀθυμῶσιν. Οἱ δοῦλοι, ὑπακούετε κατὰ πάντα τοῖς κατὰ σάρκα κυρίοις, μὴ κατ’ ὀφθαλμοδουλείαν, ὡς ἀνθρωπάρεσκοι, ἀλλ’ ἐν ἁπλότητι καρδίας, φοβούμενοι τὸν θεόν. Πᾶν ὅ τι ἂν ποιῆτε, ἐκ ψυχῆς ἐργάζεσθε, ὡς τῷ Κυρίῳ, καὶ οὐκ ἀνθρώποις, εἰδότες ὅτι παρὰ Κυρίου λήψεσθε τὴν ἀνταπόδοσιν τῆς κληρονομίας· τῷ γὰρ Κυρίῳ Χριστῷ δουλεύετε. Ὁ δὲ ἀδικῶν, κομιεῖται ὃ ἠδίκησε, καὶ οὐκ ἔστι προσωποληψία παρὰ τῷ θεῷ. Οἱ κύριοι, τὸ δίκαιον καὶ τὴν ἰσότητα τοῖς δούλοις παρέχετε, εἰδότες ὅτι καὶ ὑμεῖς ἔχετε κύριον ἐν οὐρανοῖς. α. Διὰ τί μὴ πανταχοῦ καὶ ἐν πάσαις ταῖς ἐπιστολαῖς ταῦτα ἐπιτάττει, ἀλλ’ ἐνταῦθα, καὶ τῇ πρὸς Ἐφεσίους, καὶ τῇ πρὸς Τιμόθεον, καὶ τῇ πρὸς Τίτον; Ὅτι εἰκὸς ἐν ταύταις ταῖς πόλεσιν εἶναι τὰς διχοστασίας· ἢ εἰκὸς τὰ μὲν ἄλλα αὐταῖς κατωρθῶσθαι, τούτων δὲ οὕτως ὑστερεῖν, ὥστε δέον εἶναι καὶ περὶ τούτων αὐτοὺς ἀκούειν. Μᾶλλον δὲ ἃ πρὸς τούτους λέγει, πρὸς πάντας λέγει. Πολλὴν δὲ ἐμφέρειαν ἔχει αὕτη ἡ Ἐπιστολὴ τῇ πρὸς Ἐφεσίους. Ἀλλαχοῦ δὲ τοῦτο οὐ ποιεῖ· ἢ ὅτι ἀνδράσι λοιπὸν εἰρηνεύουσιν, οὓς ἐχρῆν περὶ δογμάτων μανθάνειν ὑψηλῶν ἔτι ἐλλειπόντων αὐτοῖς, οὐκ ἐχρῆν περὶ τούτων γράφειν· ἢ ὅτι παρακληθέντας ἐπὶ τοῖς πειρασμοῖς περιττὸν ἦν περὶ τούτων ἀκούειν. Ὥστε στοχάζομαι ἐνταῦθα λοιπὸν ἑδραίαν εἶναι τὴν ἐκκλησίαν, καὶ πρὸς τῷ τέλει ταῦτα λέγεσθαι. Αἱ γυναῖκες, ὑποτάσσεσθε τοῖς ἀνδράσιν, ὡς ἀνῆκεν ἐν Κυρίῳ· ἀντὶ τοῦ, Ὑποτάσσεσθε διὰ τὸν θεόν· ἐπειδὴ τοῦτο ὑμᾶς κοσμεῖ, φησί, οὐκ ἐκείνους. Οὐ γὰρ δεσποτικὴν ὑποταγήν, οὐδὲ τὴν ἀπὸ φύσεως μόνον, ἀλλὰ τὴν διὰ θεόν φημι. Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας, καὶ μὴ πικραίνεσθε πρὸς αὐτάς. Ὅρα πῶς πάλιν τὸ κατάλληλον παρῄνεσε. Καθάπερ ἐκεῖ φόβον καὶ ἀγάπην τίθησιν, οὕτω καὶ ἐνταῦθα· ἔστι γὰρ καὶ ἀγαπῶντα πικραίνεσθαι. Ὃ οὖν φησι, τοῦτό ἐστι· Μὴ μάχεσθε· οὐδὲν γὰρ οὕτως τῆς μάχης ταύτης πικρότερον, ὅταν παρὰ ἀνδρὸς πρὸς γυναῖκα γίνηται. Αἱ γὰρ πρὸς τὰ φιλούμενα πρόσωπα γινόμεναι μάχαι, αὗται πικραί· καὶ δείκνυσιν ὅτι ἀπὸ πολλῆς πικρίας τοῦτο γίνεται, ὅταν πρὸς τὸ μέλος αὑτοῦ, φησί, τὶς διαστασιάζῃ. Τὸ μὲν οὖν ἀγαπᾷν τῶν ἀνδρῶν ἐστι, τὸ δὲ εἴκειν ἐκείνων. Ἐὰν οὖν ἕκαστος τὸ ἑαυτοῦ εἰσενέγκῃ, ἕστηκε πάντα βέβαια. Ἀπὸ μὲν γὰρ τοῦ ἀγαπᾶσθαι γίνεται καὶ ἡ γυνὴ φιλική· ἀπὸ δὲ τοῦ ὑποτάσσεσθαι ὁ ἀνὴρ ἐπιεικής. Ὅρα δὲ ὅτι καὶ ἐν τῇ φύσει οὕτω κατεσκεύασται, ὥστε τὸν μὲν φιλεῖν, τὴν δὲ ὑπακούειν. Ὅταν γὰρ ὁ ἄρχων τὸ ἀρχόμενον φιλῇ, τότε τὰ πάντα συνέστηκεν. Οὐχ οὕτως ἡ παρὰ τοῦ ἀρχομένου ἀγάπη, ὡς ἡ παρὰ τοῦ ἄρχοντος ζητεῖται πρὸς τὸν ἀρχόμενον· παρ’ ἐκείνου γὰρ ἡ ὑπακοή. Τὸ γὰρ ἐν ὥρᾳ εἶναι τὴν γυναῖκα, τοῦτον δὲ ἐν ἐπιθυμίᾳ, οὐδὲν ἄλλο δείκνυσιν, ἀλλ’ ἢ ὅτι διὰ τὴν ἀγάπην οὕτω γεγένηται. Μὴ τοίνυν, ἐπειδὴ ὑποτέτακται ἡ γυνή, αὐθέντει· μηδὲ σὺ, ἐπειδὴ ὁ ἀνὴρ ἀγαπᾷ, φυσιοῦ. Μήτε ἡ τοῦ ἀνδρὸς φιλία τὴν γυναῖκα ἐπαιρέτω, μήτε ἡ τῆς γυναικὸς ὑποταγὴ φυσάτω τὸν ἄνδρα. Διὰ τοῦτό σοι ὑπέταξεν αὐτήν, ἵνα μᾶλλον φιλῆται· διὰ τοῦτό σε φιλεῖσθαι ἐποίησεν, ὦ γύναι, ἵνα εὐκόλως φέρῃς τὸ ὑποτετάχθαι. Μὴ φοβοῦ ὑποτασσομένη· τὸ γὰρ φιλοῦντι ὑποταγῆναι, οὐδεμίαν ἔχει δυσκολίαν. Μὴ φοβοῦ ἐρῶν· ἔχεις γὰρ αὐτὴν εἴκουσαν. Οὐκ ἂν ἄλλως οὖν ἐγένετο σύνδεσμος. Ἀναγκαίαν τοίνυν ἔχεις ἀπὸ τῆς φύσεως τὴν ἀρχήν, ἔχε καὶ τὸν δεσμὸν τὸν ἀπὸ τῆς ἀγάπης· τὴν γὰρ ἀσθενεστέραν ἀνεκτὴν εἴασε. Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσι κατὰ πάντα· τοῦτο γάρ ἐστιν εὐάρεστον ἐν Κυρίῳ. Πάλιν τό, Ἐν Κυρίῳ, τέθεικε, καὶ νόμους τιθεὶς ὑπακοῆς, καὶ ἐντρέπων, καὶ καταβάλλων. Τοῦτο γὰρ, φησίν, ἐστὶν εὐάρεστον τῷ Κυρίῳ. Ὅρα πῶς οὐκ ἀπὸ τῆς φύσεως μόνης, ἀλλὰ πρὸ ταύτης ἀπὸ τῶν τῷ θεῷ δοκούντων βούλεται ἡμᾶς ἅπαντα πράττειν, ἵνα καὶ μισθὸν ἔχωμεν. Οἱ πατέρες, μὴ ἐρεθίζετε τὰ τέκνα ὑμῶν, ἵνα μὴ ἀθυμῶσιν. Ἰδοὺ πάλιν καὶ ἐνταῦθα ὑποταγὴ καὶ φίλτρον. Καὶ οὐκ εἶπεν, Ἀγαπᾶτε τὰ τέκνα· περιττὸν γὰρ ἦν· αὐτὴ γὰρ ἡ φύσις καταναγκάζει, ἀλλ’ ὅπερ ἔδει διώρθωσε, τὸ καὶ τὸ φίλτρον ἐνταῦθα εἶναι σφοδρότερον, ἐπειδὴ καὶ ἡ ὑπακοὴ μείζων. Οὐδαμοῦ γὰρ τίθησιν ὑπόδειγμα τὸ τοῦ ἀνδρὸς καὶ τὸ τῆς γυναικός· ἀλλὰ τί; Ἄκουε τοῦ προφήτου λέγοντος· Καθὼς οἰκτείρει πατὴρ υἱοὺς, ᾠκτείρησε κύριος τοὺς φοβουμένους αὐτόν. Καὶ πάλιν ὁ Χριστός φησι· Τίς ἐστιν ἐξ ὑμῶν ἄνθρωπος, ὃν ἐὰν αἰτήσῃ ὁ υἱὸς ἄρτον, μὴ λίθον ἐπιδώσει αὐτῷ; καὶ ἐὰν ἰχθὺν αἰτήσῃ, μὴ ὄφιν ἐπιδώσει αὐτῷ; —Οἱ πατέρες, μὴ ἐρεθίζετε τὰ τέκνα ὑμῶν, ἵνα μὴ ἀθυμῶσιν. Ὃ μάλιστα αὐτοὺς ᾔδει δυνατὸν δακεῖν, τοῦτο τέθεικε, καὶ φιλικώτερον εἶπεν ἐπιτάττων αὐτοῖς, καὶ οὐδαμοῦ τὸν θεὸν τίθησιν· ἐπέκλασε γὰρ τοὺς γονέας, καὶ κατέκαμψεν αὐτῶν τὰ σπλάγχνα. Τὸ δέ, Μὴ ἐρεθίζετε, τοῦτό ἐστι, Μὴ φιλονεικοτέρους αὐτοὺς ποιεῖτε· ἔστιν ὅπου καὶ συγχωρεῖν ὀφείλετε. Εἶτα ἐπὶ τρίτην ἦλθεν ἀρχήν, Οἱ δοῦλοι, λέγων, ὑπακούετε τοῖς κατὰ σάρκα κυρίοις. Ἐνταῦθα ἔστι μέν τι καὶ φίλτρον, ἀλλ’ οὐκέτι φυσικόν, καθάπερ ἄνω, ἀλλὰ συνηθείας, καὶ ἀπ’ αὐτῆς τῆς ἀρχῆς, καὶ ἀπὸ τῶν ἔργων. Ἐπεὶ οὖν ἐνταῦθα τὸ μὲν τοῦ φίλτρου ὑποτέτμηται, τὸ δὲ τῆς ὑπακοῆς ἐπιτέταται, τούτῳ ἐνδιατρίβει, βουλόμενος, ὅπερ οἱ πρῶτοι ἔχουσιν ἀπὸ τῆς φύσεως, τοῦτο δοῦναι τούτοις ἀπὸ τῆς ὑπακοῆς. Ὥστε οὐχ ὑπὲρ τῶν δεσποτῶν τοῖς οἰκέταις μόνοις διαλέγεται, ἀλλὰ καὶ ὑπὲρ αὐτῶν, ἵνα ποθεινοὺς ἑαυτοὺς ἐργάζωνται τοῖς δεσπόταις. Ἀλλ’ οὐ τίθησι τοῦτο φανερῶς· ἦ γὰρ ἂν ὑπτίους αὐτοὺς ἐποίησεν. Οἱ δοῦλοι, φησίν, ὑπακούετε κατὰ πάντα τοῖς κατὰ σάρκα κυρίοις.

---

Joannes Chrysostomus, In epistulam ad Colossenses homiliae 1-12. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg161.local001/.
