# In epistulam ad Colossenses homiliae 1-12 1.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Colossenses homiliae 1-12, ΟΜΙΛΙΑ Α.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-colossenses-homiliae-1-12/1.1

Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος θεοῦ, καὶ Τιμόθεος ὁ ἀδελφός, τοῖς ἐν Κολοσσαῖς ἁγίοις καὶ πιστοῖς ἀδελφοῖς ἐν Χριστῷ, χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. α. Πᾶσαι μὲν ἅγιαι αἱ ἐπιστολαὶ Παύλου, ἔχουσι δέ τι πλέον αἱ δεδεμένου αὐτοῦ πεμπόμεναι, οἵα ἐστὶν ἡ πρὸς Ἐφεσίους, οἵα ἡ πρὸς Φιλήμονα, οἵα ἡ πρὸς Τιμόθεον, οἵα ἡ πρὸς Φιλιππησίους, οἵα αὕτη ἡ παροῦσα· καὶ γὰρ καὶ αὕτη δεσμίου ὄντος ἐπέμπετο, καθὼς γράφων ἔλεγε· Διὸ καὶ δέδεμαι, ἵνα φανερώσω αὐτό, ὡς δεῖ με λαλῆσαι. Ἀλλ’ αὕτη μὲν δοκεῖ τῆς πρὸς Ῥωμαίους ὑστέρα εἶναι. Ἐκείνην μὲν γὰρ οὐδέπω ἰδὼν Ῥωμαίους ἔγραφε, ταύτην δὲ ἤδη τεθεαμένος, καὶ πρὸς τῷ τέλει τοῦ κηρύγματος ὤν. Καὶ δῆλον ἐκεῖθεν· ἐν γὰρ τῇ ἐπιστολῇ φησι τῇ πρὸς Φιλήμονα, Τοιοῦτος ὢν, ὡς Παῦλος πρεσβύτης, καὶ ὑπὲρ Ὀνησίμου ἀξιῶν· ἐν ταύτῃ δὲ αὐτὸν πέμπει τὸν Ὀνήσιμον, καθώς φησι, Σὺν Ὀνησίμῳ τῷ πιστῷ καὶ ἀγαπητῷ ἀδελφῷ, πιστὸν καὶ ἀγαπητόν, καὶ ἀδελφὸν αὐτὸν καλῶν. Διὸ καὶ θαῤῥούντως λέγει ἐν ταύτῃ τῇ ἐπιστολῇ· Ἀπὸ τῆς ἐλπίδος τοῦ Εὐαγγελίου, οὗ ἠκούσατε, τοῦ κηρυχθέντος ἐν πάσῃ τῇ κτίσει τῇ ὑπὸ τὸν οὐρανόν· ἤδη γὰρ χρόνον εἶχε τὸ κήρυγμα. Ταύτης οὖν ὑστέραν οἶμαι τὴν πρὸς Τιμόθεον εἶναι, καὶ πρὸς αὐτῇ τῇ τελευτῇ λοιπόν· ἐκεῖ γάρ φησιν, Ἐγὼ γὰρ ἤδη σπένδομαι. Τῆς μὲν οὖν πρὸς Φιλιππησίους ἥδε πρεσβυτέρα· ἐν ἐκείνῃ γὰρ φαίνεται ἀρχὴν ἔχων τῶν δεσμῶν τῶν ἐν τῇ Ῥώμῃ. Τίνος δὲ ἕνεκεν λέγω πλέον ἔχειν ταύτας τὰς ἐπιστολάς; Κατὰ τοῦτο, ὅτι ἐν δεσμοῖς ὢν αὐτὰς γράφει· ὡς ἂν εἰ ἀριστεὺς σφαγὰς μεταξὺ καὶ τρόπαια ἱστὰς ἐπέστελλεν· οὕτω δὲ ἐποίει καὶ αὐτός. Οἶδε γὰρ καὶ αὐτὸς τοῦτο μέγα ὄν· τῷ γὰρ Φιλήμονι γράφων φησίν, Ὃν ἐγέννησα ἐν τοῖς δεσμοῖς μου. Ταῦτα δὲ εἶπεν, ἵνα μὴ ἀσχάλλωμεν πρὸς τὰ δεινά, ἀλλὰ καὶ χαίρωμεν. Ἐνταῦθα ἦν παρὰ τούτοις Φιλήμων· καὶ γὰρ ἐκεῖ γράφων φησί, Καὶ Ἀρχίππῳ τῷ συστρατιώτῃ ἡμῶν· καὶ ἐνταῦθα, Εἴπατε Ἀρχίππῳ. Δοκεῖ μοι οὗτος ἐγκεχειρίσθαι τινὰ τῆς ἐκκλησίας. Οὐκ εἶδε δὲ οὔτε τούτους, οὔτε Ῥωμαίους, οὔτε Ἑβραίους, ἡνίκα ἔγραφε πρὸς αὐτούς. Καὶ περὶ μὲν ἐκείνων πολλαχοῦ δηλοῖ, περὶ δὲ τούτων ἄκουε αὐτοῦ λέγοντος, Καὶ ὅσοι οὐχ ἑωράκασι τὸ πρόσωπόν μου ἐν σαρκί· καὶ πάλιν, Εἰ καὶ τῇ σαρκὶ ἄπειμι, ἀλλὰ τῷ πνεύματι σὺν ὑμῖν εἰμι. Οὕτως ᾔδει μέγα ὂν τὴν παρουσίαν αὐτοῦ πανταχοῦ, καὶ ἀεὶ ἑαυτὸν καὶ ἀπόντα ἐφίστησι· καὶ ὅταν κολάζῃ τὸν πορνεύοντα, ὅρα πῶς ἑαυτὸν ἐφίστησι τῷ δικαστηρίῳ. Ἐγὼ μὲν γὰρ, φησίν, ὡς ἀπὼν τῷ σώματι, παρὼν δὲ τῷ πνεύματι, ἤδη κέκρικα ὡς παρών· καὶ πάλιν, Ἐλεύσομαι πρὸς ὑμᾶς, καὶ γνώσομαι οὐ τὸν λόγον τῶν πεφυσιωμένων, ἀλλὰ τὴν δύναμιν· καὶ πάλιν, Μὴ μόνον ἐν τῷ παρεῖναί με πρὸς ὑμᾶς, ἀλλὰ πολλῷ μᾶλλον ἐν τῷ ἀπεῖναί με. Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος θεοῦ. Ἄξιον δὲ καὶ τὴν ὑπόθεσιν εἰπεῖν, ἣν ἐκ τῆς ἐπιστολῆς εὕρομεν. Τίς οὖν ἐστιν αὕτη; Δι’ ἀγγέλων προσήγοντο τῷ θεῷ, παρατηρήσεις εἶχον πολλὰς καὶ Ἰουδαϊκὰς καὶ Ἑλληνικάς. Ταῦτ’ οὖν διωρθοῦται. Διὰ τοῦτο καὶ ἀρχόμενός φησι, Διὰ θελήματος θεοῦ. Ἰδοὺ πάλιν τό, Διά, τέθεικε. Καὶ Τιμόθεος ὁ ἀδελφός, φησίν. Οὐκοῦν καὶ αὐτὸς ἀπόστολος. Εἰκὸς δὲ καὶ τοῦτον αὐτοῖς γνωρίζεσθαι. Τοῖς ἐν Κολοσσαῖς ἁγίοις. Ἡ πόλις τῆς Φρυγίας ἦν· καὶ δῆλον ἐκ τοῦ τὴν Λαοδίκειαν πλησίον εἶναι· Καὶ πιστοῖς ἀδελφοῖς ἐν Χριστῷ. Πόθεν, φησίν, ἅγιος γέγονας, εἰπέ μοι; πόθεν πιστὸς καλῇ; οὐχ ὅτι διὰ τοῦ θανάτου ἡγιάσθης τοῦ Χριστοῦ; οὐχ ὅτι εἰς Χριστὸν πιστεύεις; Πόθεν ἀδελφὸς γέγονας; οὐ γὰρ ἐν ἔργῳ, οὐδὲ ἐν λόγῳ, οὐδὲ ἐν κατορθώματι πιστὸς ἐφάνης. Πόθεν τοσαῦτα ἐπιστεύθης, εἰπέ μοι, μυστήρια; οὐ διὰ Χριστόν; Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν. Πόθεν ἡ χάρις ὑμῖν; πόθεν ἡ εἰρήνη; Ἀπὸ θεοῦ, φησί, πατρὸς ἡμῶν. Καίτοι ἐν ταύτῃ τὸ τοῦ Χριστοῦ οὐ τίθησιν ὄνομα. Πρὸς τοὺς τὸ πνεῦμα διαβάλλοντας ἐρῶ, πόθεν ὁ θεὸς πατὴρ τῶν δούλων; ταῦτα τὰ μεγάλα τίς κατώρθωσε; τίς ἅγιόν σε ἐποίησε; τίς πιστόν; τίς υἱὸν τοῦ θεοῦ; Ὁ ποιήσας σε ἀξιόπιστον, αὐτὸς καὶ τοῦ πιστευθῆναί σε ἅπαντα αἴτιος.

---

Joannes Chrysostomus, In epistulam ad Colossenses homiliae 1-12. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg161.local001/.
