# In epistulam ad Colossenses homiliae 1-12 2.1-11

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Colossenses homiliae 1-12, ΟΜΙΛΙΑ ΙΑ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-colossenses-homiliae-1-12/2.1-11

β. Οὐδὲν τούτου τοῦ ἐγκωμίου μεῖζον. Οὗτός ἐστιν ὁ ἀπὸ Ἱεροσολύμων ἀναχθεὶς μετ’ αὐτοῦ. Μεῖζον εἶπε τῶν προφητῶν οὗτος· ἐκεῖνοι μὲν γὰρ ξένους καὶ παρεπιδήμους ἑαυτοὺς καλοῦσιν, οὗτος δὲ καὶ αἰχμάλωτον. Καθάπερ γὰρ αἰχμάλωτος, οὕτως ἤγετο καὶ ἐφέρετο, καὶ πᾶσιν εἰς τὸ κακῶς πάσχειν προὔκειτο, μᾶλλον δὲ καὶ ἐκείνων χεῖρον. Ἐκείνους μὲν γάρ, ἐπειδὰν λάβωσιν οἱ πολέμιοι, ἐν πολλῇ θεραπείᾳ λοιπὸν ἔχουσιν, ἅτε ὡς οἰκείων κτημάτων ἐπιμελούμενοι· τοῦτον δὲ ὡς ἐχθρὸν καὶ πολέμιον πάντες ἦγον καὶ ἔφερον, δέροντες, μαστίζοντες, ὑβρίζοντες, συκοφαντοῦντες. Τοῦτο καὶ ἐκείνοις παράκλησις ἦν· ὅταν γὰρ καὶ ὁ διδάσκαλος ἐν τοῖς τοιούτοις ᾖ, μᾶλλον παρακαλοῦνται οἱ μαθηταί. Καὶ Μάρκος ὁ ἀνεψιὸς Βαρνάβα. Καὶ τοῦτον ἐνεκωμίασε τέως ἀπὸ τῆς συγγενείας· μέγας γὰρ ἦν ἀνὴρ ὁ Βαρνάβας. Περὶ οὗ ἐλάβετε ἐντολάς· ἐὰν ἔλθῃ πρὸς ὑμᾶς, δέξασθε αὐτόν; Τί γάρ; οὐκ ἐδέχοντο καὶ χωρὶς τούτου; Ναί· ἀλλὰ μετὰ πολλῆς τῆς σπουδῆς βούλομαι, φησί· καὶ τοῦτο τὸν ἄνδρα δείκνυσι μέγαν. Πόθεν τὰς ἐντολὰς ἔλαβον, οὐ λέγει. Καὶ Ἰησοῦς ὁ λεγόμενος Ἰοῦστος. Ἴσως Κορίνθιος ἦν οὗτος. Εἶτα πᾶσι τὸ ἐγκώμιον κοινὸν ἀποδίδωσιν, εἰπὼν τὸ ἰδιάζον ἑκάστου· Οἱ ὄντες ἐκ περιτομῆς· οὗτοι μόνοι συνεργοὶ εἰς τὴν βασιλείαν τοῦ θεοῦ, οἵτινες ἐγενήθησάν μοι παρηγορία. Ἐπειδὴ εἶπε, Συναιχμάλωτος, ἵνα μὴ συγκατενέγκῃ τὴν ψυχὴν τῶν ἀκουόντων, ὅρα πῶς τοῦτο τίθησι, καὶ διανίστησιν αὐτούς· Συνεργοὶ, φησίν, εἰς τὴν βασιλείαν τοῦ θεοῦ. Ὥστε τῶν πειρασμῶν κοινωνοῦντες, τῆς βασιλείας κοινωνοῦσιν. Οἵτινες ἐγενήθησάν μοι παρηγορία. Δείκνυσιν αὐτοὺς μεγάλους, εἴ γε Παύλῳ παρηγορία γεγένηνται. Ἀλλ’ ἴδωμεν τὴν σύνεσιν Παύλου. Ἐν σοφίᾳ, φησί, περιπατεῖτε πρὸς τοὺς ἔξω, τὸν καιρὸν ἐξαγοραζόμενοι. Τουτέστιν, Οὐκ ἔστιν ὑμέτερος ὁ καιρός, ἀλλ’ ἐκείνων ἐστί· μὴ τοίνυν βούλεσθε αὐθεντεῖν, ἀλλ’ ἐξαγοράζετε τὸν καιρόν. Καὶ οὐκ εἶπεν ἁπλῶς, Ἀγοράζετε, ἀλλ’, Ἐξαγοράζετε, δηλῶν, ὅτι Οὕτω διατιθέμενοι, ὑμέτερον αὐτὸν ποιεῖτε ἑτέρως. Ἀνοίας γὰρ περιττῆς, πολέμων καὶ ἀπεχθείας προφάσεις ἐπινοεῖν. Πρὸς γὰρ τῷ κινδύνους περιττοὺς ὑπομένειν καὶ κέρδος οὐκ ἔχοντας, καὶ ἑτέρα γίνεται βλάβη, τὸ τοὺς Ἕλληνας μὴ προσιέναι ἡμῖν. Ἐν γὰρ τοῖς ἀδελφοῖς ὅταν ᾖς, εἰκότως θαῤῥεῖς· ἔξω δὲ οὐχ οὕτω χρή. Ὁρᾷς πῶς πανταχοῦ τοὺς ἔξω, τοὺς Ἕλληνας λέγει; Διὰ τοῦτο καὶ Τιμοθέῳ γράφων ἔλεγε· Δεῖ δὲ αὐτὸν καὶ μαρτυρίαν καλὴν ἔχειν ἀπὸ τῶν ἔξωθεν· καὶ πάλιν, Τί γάρ μοι καὶ τοὺς ἔξω κρίνειν; Ἐν σοφίᾳ, φησί, περιπατεῖτε πρὸς τοὺς ἔξω. Ἔξω γάρ εἰσι, κἂν τὸν αὐτὸν κόσμον οἰκῶσιν ἡμῖν, τῆς βασιλείας ὄντες ἔξω καὶ τοῦ οἰκίσκου τοῦ πατρικοῦ. Ἅμα καὶ παραμυθεῖται αὐτοὺς, ἔξω ἐκείνους καλῶν· ὅπερ ἔλεγεν ἀνωτέρω, ὅτι Ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ θεῷ. Τότε, φησί, δόξαν ζητεῖτε, τότε τιμάς, τότε τὰ ἄλλα πάντα· νῦν δὲ μή, ἀλλ’ ἐκείνοις παρέχετε. Εἶτα, ἵνα μὴ νομίσῃς χρήματα λέγειν αὐτόν, ἐπάγει· Ὁ λόγος ὑμῶν πάντοτε ἐν χάριτι, ἅλατι ἠρτυμένος, εἰδέναι ὑμᾶς πῶς δεῖ ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι. Ἵνα μὴ ὑποκρίσεως γέμῃ, φησί· τοῦτο γὰρ οὐ χάρις, οὐδὲ ἅλατι ἤρτυται. Οἷον, ἐὰν δέῃ θεραπεῦσαι ἀκινδύνως, μὴ παραιτήσῃ· ἂν καιρὸς ᾖ προσηνῶς διαλεχθῆναι, μὴ νομίσῃς τὸ πρᾶγμα κολακείαν· πάντα ποίει τὰ εἰς τιμὴν ἀνήκοντα, ἄνευ τοῦ βλάπτεσθαι τὴν εὐσέβειαν. Οὐχ ὁρᾷς πῶς Δανιὴλ ἄνθρωπον ἀσεβῆ θεραπεύει; οὐχ ὁρᾷς τοὺς τρεῖς παῖδας, πῶς μετὰ σοφίας τῷ βασιλεῖ προσεφέροντο, καὶ ἀνδρείαν δεικνύντες, καὶ παῤῥησίαν, καὶ οὐδὲν θρασὺ οὐδὲ ἐπαχθές; τοῦτο γὰρ οὐκέτι παῤῥησίας, ἀλλὰ κενοδοξίας. Εἰδέναι, φησί, πῶς δεῖ ὑμᾶς ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι. Ἑτέρως γὰρ τῷ ἄρχοντι, ἄλλως τῷ ἀρχομένῳ· ἄλλως τῷ πλουτοῦντι, ἄλλως τῷ πένητι. Διὰ τί; Ὅτι αἱ τῶν πλουτούντων καὶ ἀρχόντων ψυχαὶ ἀσθενέστεραι τυγχάνουσιν οὖσαι, μᾶλλον φλεγμαίνουσαι, μᾶλλον διαῤῥέουσαι· ὥστε ἐκεῖ συγκαταβατικὸν εἶναι δεῖ· αἱ τῶν πενήτων καὶ ἀρχομένων, στεῤῥότεραι καὶ συνετώτεραι· ὥστε ἐνταῦθα καὶ παῤῥησίᾳ χρὴ μείζονι κεχρῆσθαι, πρὸς ἓν ὁρῶντα, τὴν οἰκοδομήν. Μὴ ἐπειδὴ ὁ μὲν πλούσιος, ὁ δὲ πένης, ὁ μὲν πλέον τιμάσθω, ὁ δὲ ἔλαττον· ἀλλὰ διὰ τὴν ἀσθένειαν ὁ μὲν διαβασταζέσθω, ὁ δὲ μὴ οὕτως· οἷον, αἰτίας οὐκ οὔσης, μὴ κάλει τὸν Ἕλληνα μιαρόν, μηδὲ ἔσο ὑβριστής· ἀλλ’ ἂν μὲν ἐρωτηθῇς περὶ τοῦ δόγματος, ἀπόκριναι ὅτι μιαρὸν καὶ ἀσεβές· οὐδενὸς δὲ ἐρωτῶντος οὐδὲ ἀναγκάζοντος λέγειν, οὐ προσήκει ἁπλῶς ἀπέχθειαν ἀναδέχεσθαι. Ποία γὰρ ἀνάγκη περιττὰς ἔχθρας κατασκευάζειν; Πάλιν, ἄν τινα κατηχῇς, λέγε ἐξ ὑποθέσεως ὑποκειμένης· ἐπεὶ σίγα. Ἐὰν ᾖ ἅλατι ἠρτυμένος ὁ λόγος, κἂν εἰς διαῤῥέουσαν ἐμπέσῃ ψυχήν, ἐπισφίγξει τὴν χαύνην· κἂν εἰς τραχεῖαν, λεανεῖ τὸ σκληρόν. Ἐπίχαρις ὢν, μήτε φορτικὸς ἔστω, μήτε πάλιν χαῦνος, ἀλλὰ καὶ τὸ στῦφον ἐχέτω, καὶ τὸ μεθ’ ἡδονῆς. Ἄν τε γὰρ ἀμέτρως ἐπιστύψῃ, μᾶλλον ἔβλαψεν ἢ ὠφέλησεν· ἐὰν δὲ ἀμέτρως χαριεντίσηται, μᾶλλον ἐλύπησεν ἢ ὤνησεν· ὥστε πανταχοῦ μέτρα δεῖ εἶναι. Μήτε κατηφὴς ἔσο καὶ σκυθρωπός· ἀηδὲς γάρ· μήτε διακεχυμένος· εὐκαταφρόνητον γὰρ καὶ πεπατημένον ἀλλ’ ἑκατέρου τὴν ἀρετὴν λαβών, τὴν κακίαν φύγε, καθάπερ ἡ μέλιττα τοῦ μὲν τὸ φαιδρόν, τοῦ δὲ τὸ σεμνόν. Εἰ γὰρ ἰατρὸς οὐχ ὁμοίως πᾶσι χρήσεται τοῖς σώμασι, πολλῷ μᾶλλον διδάσκαλος. Καίτοι μᾶλλον ἂν τὰ σώματα ἀκατάλληλα φάρμακα ἐνέγκοι, ἢ ψυχὴ λόγον· οἷον, πρόσεισιν Ἕλλην, καὶ γίνεταί σοι φίλος; μηδὲν αὐτῷ περὶ τούτου διαλεχθῇς, ἕως ἂν γένηται πάνυ φίλος· καὶ ὅταν γένηται, ἠρέμα.

---

Joannes Chrysostomus, In epistulam ad Colossenses homiliae 1-12. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg161.local001/.
