# In epistulam ad Colossenses homiliae 1-12 2.1-12

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Colossenses homiliae 1-12, ΟΜΙΛΙΑ ΙΒ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-colossenses-homiliae-1-12/2.1-12

β. Μέγα ἐγκώμιον, καὶ μεῖζον τῶν ἄλλων ἁπάντων τὸ λέγειν περὶ τοῦ Ἐπαφρᾶ, Ὁ ἐξ ὑμῶν δοῦλος Χριστοῦ. Καὶ διάκονον αὐτὸν ὑπὲρ αὐτῶν φησιν, ὥσπερ καὶ ἑαυτὸν τῆς ἐκκλησίας λέγει διάκονον, ὡς ὅταν λέγῃ· Ἧς ἐγενόμην ἐγὼ Παῦλος διάκονος. Εἰς τὸ αὐτὸ ἀξίωμα ἀναφέρει τὸν ἄνδρα, καὶ σύνδουλον ἀνωτέρω καλεῖ, καὶ ἐνταῦθα δοῦλον. Ὁ ἐξ ὑμῶν, φησίν· ὡς πρὸς μητέρα διαλεγόμενος, καὶ λέγων· Ὁ ἐκ τῆς γαστρὸς τῆς σῆς. Ἀλλὰ τοῦτο φθόνον ἂν ἔτεκε τὸ ἐγκώμιον. Διὰ τοῦτο οὐκ ἀπὸ τούτων αὐτὸν συνίστησι μόνον, ἀλλὰ καὶ ἐκ τῶν πρὸς αὐτούς· καὶ ἐκεῖ φθόνον λύει, καὶ ἐνταῦθα. Πάντοτε, φησίν, ἀγωνιζόμενος ὑπὲρ ὑμῶν· οὐ νῦν μόνον παρ’ ἡμῖν, ὥστε ἐπιδείξασθαι, οὐδὲ παρ’ ὑμῖν μόνον, ὥστε ὑμῖν ἐπιδείξασθαι. Μεγάλην προθυμίαν ἔδειξε τῷ εἰπεῖν. Ἀγωνιζόμενος. Εἶτα, ἵνα μὴ δόξῃ κολακεύειν αὐτοὺς, ἐπήγαγεν, ὅτι Ζῆλον ἔχει πολὺν ὑπὲρ ὑμῶν, καὶ τῶν ἐν Λαοδικείᾳ, καὶ τῶν ἐν Ἱεραπόλει. Καὶ τό, Ἵνα στῆτε τέλειοι, καὶ τοῦτο οὐ κολακείας, ἀλλ’ αἰδεσίμου διδασκάλου Καὶ πεπληρωμένοι, φησί, καὶ τέλειοι. Τὸ μὲν ἔδωκε, τὸ δὲ εἶπεν ὑστερεῖν. Καὶ οὐκ εἶπεν, Ἵνα μὴ σαλεύησθε, ἀλλ’, Ἵνα στῆτε. Τὸ μέντοι παρὰ πολλῶν ἀσπάζεσθαι αὐτοὺς, ἀνακτᾶται αὐτοὺς, ὅταν μὴ μόνον οἱ οἰκεῖοι ἐξ αὐτῶν, ἀλλὰ καὶ ἕτεροι αὐτῶν μνημονεύωσι. Καὶ εἴπατε Ἀρχίππῳ· Βλέπε τὴν διακονίαν, ἣν παρέλαβες ἐν Κυρίῳ. Μάλιστα αὐτοὺς αὐτῷ ὑποτάττει. Οὐκέτι γὰρ ἂν ἔχοιεν ἐγκαλεῖν ἐκείνῳ ἐπιτιμῶντι αὐτοὺς, ὅταν αὐτοὶ ὦσιν ἀναδεδεγμένοι τὸ πᾶν· ἐπεὶ οὐκ ἔχει λόγον τοῖς μαθηταῖς περὶ τοῦ διδασκάλου λέγειν. Ἀλλ’ ἐπιστομίζων αὐτοὺς, ταῦτα γράφει. Εἴπατε, φησίν, Ἀρχίππῳ Βλέπε. Φοβοῦντός ἐστι τοῦτο τὸ ῥῆμα πανταχοῦ, ὡς ὅταν λέγῃ· Βλέπετε τοὺς κύνας· Βλέπετε μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν· Βλέπετε μή πως ἡ ἐξουσία ὑμῶν αὕτη πρόσκομμα γένηται τοῖς ἀσθενοῦσι. Καὶ πανταχοῦ οὕτω φησὶν ὅταν φοβῇ. Βλέπε, φησί, τὴν διακονίαν, ἣν παρέλαβες ἐν Κυρίῳ, ἵνα αὐτὴν πληροῖς. Οὐδὲ ἀφίησιν αὐτὸν κύριον εἶναι, καθάπερ αὐτὸς ἔλεγεν· Εἰ γὰρ ἑκὼν τοῦτο πράσσω, μισθὸν ἔχω· εἰ δὲ ἄκων, οἰκονομίαν πεπίστευμαι. Ἵνα αὐτὴν πληροῖς· διηνεκῶς κεχρημένος σπουδῇ. Ἣν παρέλαβες ἐν Κυρίῳ. Πάλιν τό, Ἐν, διὰ Κυρίου, ἐστίν· Αὐτός σοι ἔδωκεν, οὐχ ἡμεῖς. Κἀκείνους ὑποτάττει αὐτῷ, τῷ δεικνύειν παρὰ θεοῦ αὐτοὺς ἐγκεχειρισμένον· Μνημονεύετέ μου τῶν δεσμῶν. Ἡ χάρις μεθ’ ὑμῶν. Ἀμήν. Τὸν φόβον ἔλυσεν. Εἰ γὰρ καὶ ὁ διδάσκαλος ἐν δεσμοῖς, ἀλλ’ ἡ χάρις αὐτὸν λύει. Καὶ τοῦτο τῆς χάριτος τὸ συγχωρεῖν αὐτὸν δεθῆναι· ἄκουε γὰρ τοῦ Λουκᾶ λέγοντος, ὅτι Ὑπέστρεφον οἱ ἀπόστολοι ἀπὸ προσώπου τοῦ συνεδρίου χαίροντες ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ ἀτιμασθῆναι. Καταξιωθῆναι γὰρ ὄντως ἐστί, καὶ τὸ ἀτιμασθῆναι καὶ τὸ δεθῆναι. Εἰ γὰρ ἐρώμενόν τις ἔχων, κέρδος ἡγεῖται τὸ δι’ ἐκεῖνόν τι παθεῖν, πολλῷ μᾶλλον τὸ διὰ τὸν Χριστόν. Μὴ τοίνυν ἀσχάλλωμεν περὶ τὰς θλίψεις διὰ Χριστὸν, ἀλλὰ μνημονεύωμεν τῶν δεσμῶν Παύλου καὶ ἡμεῖς, καὶ τοῦτο ἔστω ἡμῶν προτροπή· οἷον, παραινεῖς τισι, πένησι δοῦναι διὰ Χριστόν; ἀνάμνησον αὐτοὺς τῶν Παύλου δεσμῶν, καὶ σαυτὸν κἀκείνους ταλάνισον, εἰ ἐκεῖνος μὲν καὶ τὸ σῶμα ἐξέδωκε δεσμοῖς δι’ αὐτόν, σὺ δὲ οὐδὲ τροφῆς μεταδίδως. Ἐπήρθης ἐπὶ κατορθώμασι; μνημόνευσον τῶν Παύλου δεσμῶν, καὶ ὅτι οὐδὲν τοιοῦτον ἔπαθες, καὶ οὐκέτι ἐπαρθήσῃ. Ἐπεθύμησας τῶν τοῦ πλησίον; μνημόνευσον τῶν Παύλου δεσμῶν, καὶ ὄψει πῶς ἄτοπον ἐκεῖνον μὲν ἐν κινδύνοις εἶναι, σὲ δὲ τρυφᾷν. Ἐπεθύμησας πάλιν τρυφῆς; ἐν νῷ λάβε τὸ δεσμωτήριον Παύλου· ἐκείνου μαθητὴς εἶ, ἐκείνου συστρατιώτης. Πῶς ἔχει λόγον, τὸν μὲν συστρατιώτην ἐν δεσμοῖς εἶναι, σὲ δὲ ἐν τρυφῇ; Ἐν θλίψει γέγονας, ἐνόμισας ἐγκαταλελεῖφθαι; ἄκουε τῶν Παύλου λόγων, καὶ ὄψει ὅτι τὸ ἐν θλίψει εἶναι οὐκ ἐγκαταλείψεώς ἐστι τεκμήριον. Θέλεις σηρικὰ φορεῖν ἱμάτια; μνημόνευε τῶν Παύλου δεσμῶν, καὶ ταῦτά σοι φανεῖται τῶν ῥακίων ἀτιμότερα τῶν βεβορβορωμένων. Θέλεις χρυσία περιθέσθαι; ἐν νῷ λάβε τὰ Παύλου δεσμά, καὶ σχοίνου παλαιᾶς οὐδὲν ἄμεινόν σοι δόξει ταῦτα διακεῖσθαι. Θέλεις διαθεῖναι τὰς τρίχας, καὶ καλὴ φαίνεσθαι; ἐννόησον τὸν αὐχμὸν τοῦ Παύλου τὸν ἐν τῷ δεσμωτηρίῳ, καὶ ἐκκαήσῃ πρὸς ἐκεῖνο τὸ κάλλος, καὶ τοῦτο ἐσχάτην ἡγήσῃ δυσείδειαν, καὶ στενάξεις πικρῶς ἐπιθυμοῦσα ἐκείνων τῶν δεσμῶν. Θέλεις ἐπιτρίμματα καὶ ὑπογραφὰς ἑαυτῇ περιθεῖναι, καὶ ὅσα τοιαῦτα; ἐννόησον τὰ ἐκείνου δάκρυα· τριετίαν, νύκτα καὶ ἡμέραν οὐκ ἐπαύετο δακρύων. Τούτῳ τῷ κόσμῳ καλλώπιζε τὴν παρειάν· ταῦτα τὰ δάκρυα λαμπρὰν αὐτὴν ἐργάζεται. Οὐ λέγω ἵνα ὑπὲρ τῶν ἄλλων δακρύῃς (βούλομαι μὲν γὰρ καὶ τοῦτο, ἀλλ’ ἀνώτερόν σού ἐστι τοῦτο), ἀλλ’ ὑπὲρ τῶν σῶν ἁμαρτημάτων τοῦτο παραινῶ ποιεῖν. Ἐκέλευσας δεσμευθῆναι παῖδα, καὶ ὠργίσθης καὶ παρωξύνθης; μνημόνευε τῶν Παύλου δεσμῶν, καὶ εὐθέως παύσεις τὴν ὀργήν· ἀναμνήσθητι ὅτι τῶν δεδεμένων ἡμεῖς, ἀλλ’ οὐ τῶν δεόντων, τῶν συντετριμμένων τὴν καρδίαν, ἀλλ’ οὐ τῶν συντριβόντων. Διεχύθης καὶ ἀνεκάγχασας μέγα; ἔννοιαν λάβε τῶν ἐκείνου ὀδυρμῶν, καὶ στενάξεις· πολλῷ σε λαμπροτέραν τὰ δάκρυα ταῦτα δείκνυσιν. Εἶδες τρυφῶντας καὶ ὀρχουμένους; μνημόνευσον αὐτοῦ τῶν δακρύων. Ποία πηγὴ τοσαῦτα ἀνέβλυσε νάματα, ὡς οἱ ὀφθαλμοὶ ἐκεῖνοι τὰ δάκρυα; Μνημονεύετέ μου, φησί, τῶν δακρύων, ὥσπερ τῶν δεσμῶν ἐνταῦθα. Καὶ εἰκότως ἐκείνοις ταῦτα εἶπεν, ἡνίκα ἀπὸ τῆς Ἐφέσου αὐτοὺς μετεστείλατο εἰς τὴν Μίλητον. Διδασκάλοις γὰρ ἔλεγεν· ὥστε ἐκείνους μὲν καὶ τὸ συνάγειν ἀπαιτεῖ, τούτους δὲ τὸ κινδυνεύειν μόνον.

---

Joannes Chrysostomus, In epistulam ad Colossenses homiliae 1-12. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg161.local001/.
