# In epistulam ad Colossenses homiliae 1-12 2.1-2

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Colossenses homiliae 1-12, ΟΜΙΛΙΑ Β.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-colossenses-homiliae-1-12/2.1-2

β. Καρποφοροῦντες, φησί· τοῦτο περὶ ἔργων Δυναμούμενοι· περὶ πειρασμῶν τοῦτο. Εἰς πᾶσαν ὑπομονὴν καὶ μακροθυμίαν· μακροθυμίαν πρὸς ἀλλήλους, ὑπομονὴν πρὸς τοὺς ἔξω. Μακροθυμεῖ γάρ τις πρὸς ἐκείνους, οὓς δυνατὸν καὶ ἀμύνασθαι, ὑπομένει δὲ οὓς οὐ δύναται ἀμύνασθαι. Διὰ τοῦτο ἐπὶ μὲν θεοῦ οὐδέποτε ὑπομονὴ λέγεται, μακροθυμία δὲ πολλαχοῦ· καθὼς αὐτὸς οὗτος ὁ μακάριός φησι, γράφων ἀλλαχοῦ· Ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας καταφρονεῖς; Εἰς πᾶσαν. Μὴ νῦν μέν, μετὰ ταῦτα δὲ μηκέτι. Ἐν πάσῃ, φησί, σοφίᾳ καὶ συνέσει πνευματικῇ. Ἄλλως γὰρ οὐκ ἔνι τὸ θέλημα αὐτοῦ ἐπιγνῶναι. Καίτοι γε ᾤοντο τὸ θέλημα αὐτοῦ ἔχειν, ἀλλ’ οὐ πνευματικὴ ἦν ἡ σοφία. Εἰς τὸ περιπατῆσαι ὑμᾶς, φησίν, ἀξίως τοῦ Κυρίου. Τοῦτο γὰρ ὁδὸς γίνεται τῆς ἀρίστης πολιτείας. Ὁ γὰρ τοῦ θεοῦ τὴν φιλανθρωπίαν καταμαθών· καταμανθάνει δέ, ἂν ἴδῃ τὸν υἱὸν ἐκδεδομένον· μείζονα ἕξει προθυμίαν. Καὶ ἄλλως δὲ οὐ τοῦτο εὐχόμεθα μόνον ἵνα μάθητε, ἀλλ’ ἵνα καὶ ἐπὶ τῶν ἔργων ἐπιδεικνύησθε· ὁ γὰρ εἰδὼς χωρὶς τοῦ ποιεῖν, καὶ κολάζεσθαι μέλλει. Εἰς τὸ περιπατῆσαι ὑμᾶς, φησί· τουτέστιν, ἀεί, οὐχ ἅπαξ, ἀλλὰ διαπαντός. Ὥσπερ τὸ περιπατεῖν ἀναγκαῖον ἡμῖν, οὕτω καὶ τὸ ὀρθῶς βιοῦν. Καὶ ἀεὶ περίπατον τὸ τοιοῦτον καλεῖ, εἰκότως, δεικνὺς ὅτι οὗτος ἡμῖν ὁ βίος ἐστὶν ὁ προκείμενος· ἀλλ’ οὐχ ὁ κοσμικὸς τοιοῦτος. Καὶ πολὺ δὲ τὸ ἐγκώμιον. Περιπατῆσαι ὑμᾶς, φησίν, ἀξίως τοῦ Κυρίου, καί, Ἐν παντὶ ἔργῳ ἀγαθῷ, ὥστε ἀεὶ ἐπιδιδόναι, καὶ μηδαμοῦ ἵστασθαι· καὶ μεταφορικῶς, Καρποφοροῦντες, καὶ αὐξανόμενοι ἐν τῇ ἐπιγνώσει τοῦ θεοῦ, ἵνα οὕτω δυναμωθῆτε κατὰ τὴν ἰσχὺν τοῦ θεοῦ, ὡς ἀνθρώπῳ δυνατὸν ἦν. Διὰ τοῦ κράτους αὐτοῦ. Πολλὴ ἡ παραμυθία. Οὐκ εἶπε δύναμιν, ἀλλὰ Κράτος, ὅπερ μεῖζόν ἐστι. Διὰ τοῦ κράτους, φησί, τῆς δόξης αὐτοῦ· ὅτι πανταχοῦ ἡ δόξα αὐτοῦ κρατεῖ. Ἤδη παρεμυθήσατο τοὺς ἐν ὀνείδει ὄντας, καὶ πάλιν περιπατῆσαι ὑμᾶς ἀξίως τοῦ Κυρίου. Περὶ τοῦ υἱοῦ τοῦτό φησι, τὸ πανταχοῦ κρατεῖν αὐτόν, καὶ ἐν οὐρανῷ καὶ ἐν γῇ, ὅτι ἡ δόξα αὐτοῦ πανταχοῦ βασιλεύει. Οὐχ ἁπλῶς, φησί, δυναμοῦσθε, ἀλλ’ ὡς εἰκὸς τοὺς οὕτως ἰσχυρῷ Δεσπότῃ δουλεύοντας. Ἐν τῇ ἐπιγνώσει τοῦ θεοῦ. Ἅμα καὶ παράπτεται τῶν τῆς γνώσεως λόγων· τοῦτο γὰρ πεπλανῆσθαί ἐστι, τὸ μὴ εἰδέναι, ὡς δεῖ, τὸν θεόν. Ἢ ὥστε ἐπιδοῦναι, φησίν, ἐν τῇ ἐπιγνώσει τοῦ θεοῦ. Εἰ γὰρ ὁ τὸν υἱὸν οὐκ εἰδώς, οὐδὲ τὸν πατέρα ἐπίσταται, εἰκότως δεῖ τῆς ἐπιγνώσεως· οὐδὲν γὰρ ὄφελος βίου ταύτης ἄνευ. Εἰς πᾶσαν ὑπομονὴν καὶ μακροθυμίαν, φησί, μετὰ χαρᾶς εὐχαριστοῦντες τῷ θεῷ. Εἶτα μέλλων αὐτοὺς παρακαλεῖν, οὐ μέμνηται τῶν μελλόντων αὐτοῖς ἀποκεῖσθαι, ἀλλὰ τοῦτο μὲν ᾐνίξατο ἐν τῇ ἀρχῇ εἰπών, Διὰ τὴν ἐλπίδα τὴν ἀποκειμένην ὑμῖν ἐν τοῖς οὐρανοῖς· ἐνταῦθα δὲ τῶν ἤδη ὑπαρξάντων μέμνηται· ταῦτα γὰρ ἐκείνων αἴτια. Καὶ πολλαχοῦ τοῦτο ποιεῖ. Τὰ γὰρ ἤδη γεγονότα πλέον πιστοῦται, καὶ μᾶλλον αἱρεῖ τὸν ἀκροατήν. Μετὰ χαρᾶς, φησίν, εὐχαριστοῦντες τῷ θεῷ. Ἡ ἀκολουθία αὕτη ἐστίν· Οὐ παυόμεθα εὐχόμενοι ὑπὲρ ὑμῶν, καὶ εὐχαριστοῦντες ἐπὶ τοῖς προτέροις. Ὁρᾷς πῶς ἑαυτὸν ἐμβιβάζει εἰς τὸν περὶ τοῦ υἱοῦ λόγον; Εἰ γὰρ εὐχαριστοῦμεν μετὰ χαρᾶς πολλῆς, μεγάλα τὰ λεγόμενα. Ἔστι γὰρ εὐχαριστεῖν διὰ φόβον μόνον, ἔστιν εὐχαριστεῖν καὶ ἐν λύπῃ ὄντα, οἷον ὁ Ἰὼβ ηὐχαρίστει μέν, ὀδυνώμενος δέ· διὸ καὶ ἔλεγεν, Ὁ κύριος ἔδωκεν, ὁ κύριος ἀφείλετο. Μὴ γάρ τις λεγέτω, ὅτι οὐκ ἐλύπει αὐτὸν τὰ γενόμενα, οὐδὲ ἀθυμίᾳ περιέβαλλε. Μηδὲ τὸ μέγα ἐγκώμιον ἀφαιρείσθω τοῦ δικαίου. Ὅταν δὲ τοιαῦτα ᾖ, οὐ διὰ τὸν φόβον, οὐδὲ διὰ δεσποτείαν μόνον, ἀλλὰ καὶ δι’ αὐτὴν τὴν τῶν πραγμάτων φύσιν, Εὐχαριστοῦμεν τῷ ἱκανώσαντι ἡμᾶς εἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτί. Μέγα ἐφθέγξατο. Τοιαῦτά ἐστι τὰ δεδομένα, φησίν, ὡς μὴ δοῦναι μόνον, ἀλλὰ καὶ ἰσχυροὺς ποιῆσαι πρὸς τὸ λαβεῖν. Τῷ οὖν εἰπεῖν Τῷ ἱκανώσαντι, πολὺ τὸ βάρος ἔδειξεν. Οἷον ἐάν τις εὐτελὴς καὶ βασιλεὺς γένηται, δυνατὸν αὐτῷ ἐπαρκότητα δοῦναι ᾧ βούλεται· καὶ τοσοῦτον δύναται μόνον, τὸ ἀξίωμα δοῦναι, ἀλλ’ οὐχὶ καὶ ἐπιτήδειον ποιῆσαι πρὸς τὴν ἀρχήν (πολλάκις δὲ τὸν τοιοῦτον καὶ καταγέλαστον ἡ τιμὴ ποιεῖ)· ἐὰν μέντοι καὶ τὸ ἀξίωμα δῷ, καὶ ἐπιτήδειον ποιήσῃ πρὸς τὴν τιμήν, καὶ ἱκανὸν πρὸς τὴν οἰκονομίαν, τότε τιμὴ τὸ πρᾶγμά ἐστι. Τοῦτο οὖν καὶ ἐνταῦθά φησιν, ὅτι οὐ μόνον ἡμῖν ἔδωκε τὴν τιμήν, ἀλλὰ καὶ ἰσχυροὺς πρὸς τὸ λαβεῖν ἐποίησε.

---

Joannes Chrysostomus, In epistulam ad Colossenses homiliae 1-12. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg161.local001/.
