Ancient Greek
ΟΜΙΛΙΑ Ε.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Colossenses homiliae 1-12 2.1-5
Not analysed yet
β. Ταῦτα πάντα μυστηρίου ἦν, καὶ μετ’ ἐγκωμίου τίθησι λέγων, Ὅς ἐστι Χριστὸς ἐν ὑμῖν. Εἰ δὲ ἐν ὑμῖν ἐστι, τί ἀγγέλους ζητεῖτε διδασκάλους; Τοῦ μυστηρίου τούτου. Ἔστι γὰρ καὶ ἄλλο μυστήριον. Ἀλλὰ τοῦτο ὄντως μυστήριον, ὃ οὐδεὶς οἶδεν, ὅ ἐστι θαυμαστόν, ὃ παρὰ τὴν κοινὴν προσδοκίαν, ὃ ἐκρύπτετο. Ὅς ἐστι Χριστὸς ἐν ὑμῖν, φησίν, ἡ ἐλπὶς τῆς δόξης, ὃν ἡμεῖς καταγγέλλομεν, ἄνωθεν αὐτὸν φέροντες· ὃν ἡμεῖς, οὐκ ἄγγελοι· διδάσκοντες καὶ νουθετοῦντες, οὐκ ἐπιτακτικῶς οὐδὲ μετὰ ἀνάγκης· καὶ γὰρ καὶ τοῦτο τῆς τοῦ θεοῦ φιλανθρωπίας, τὸ μὴ τυραννικῶς προσάγεσθαι. Ἐπειδὴ τό, Διδάσκοντες, μέγα ἦν, ἐπήγαγε, Νουθετοῦντες, ὅπερ ἦν μᾶλλον πατρός, ἢ διδασκάλου. Ὃν ἡμεῖς, φησί, καταγγέλλομεν, νουθετοῦντες πάντα ἄνθρωπον, καὶ διδάσκοντες πάντα ἄνθρωπον ἐν πάσῃ σοφίᾳ· τουτέστι, μετὰ πάσης σοφίας καὶ συνέσεως, ἢ πάντα ἐν σοφίᾳ λέγοντες. Ὥστε σοφίας δεῖ πάσης· τὸ γὰρ τὰ τοιαῦτα δυνηθῆναι μαθεῖν, οὐ τῶν τυχόντων ἐστίν. Ἵνα παραστήσωμεν πάντα ἄνθρωπον τέλειον ἐν Χριστῷ Ἰησοῦ. Τί λέγεις, Πάντα ἄνθρωπον; Ναί, φησί, τοῦτο σπουδάζομεν. Τί γάρ; εἰ καὶ μὴ γίνεται τοῦτο, ἔσπευδεν ὁ μακάριος Παῦλος τέλειον ποιῆσαι. Ἄρα τοῦτο τελειότης, ἐκεῖνο δὲ ἀτελές· ὥστε κἂν μὴ πᾶσάν τις ἔχῃ τὴν σοφίαν, ἀτελής ἐστι. Τέλειον ἐν Χριστῷ Ἰησοῦ. Οὐκ ἐν νόμῳ οὐδὲ ἐν ἀγγέλοις· ἐκεῖνο γὰρ οὐ τέλειον. Ἐν Χριστῷ, τουτέστιν, ἐν τῇ γνώσει τοῦ Χριστοῦ. Ὁ εἰδὼς τί ἐποίησεν ὁ Χριστὸς, μεῖζον φρονήσει ἀγγέλων. Ἐν Χριστῷ Ἰησοῦ· εἰς ὃ καὶ κοπιῶ ἀγωνιζόμενος. Οὐχ ἁπλῶς σπουδάζω, φησίν, οὐδὲ ὡς ἔτυχεν, ἀλλά, Κοπιῶ ἀγωνιζόμενος, μετὰ πολλῆς τῆς σπουδῆς, τουτέστι, μετὰ πολλῆς τῆς ἀγρυπνίας. Εἰ ἐγὼ ὑπὲρ τῶν ὑμετέρων ἀγαθῶν οὕτως ἀγρυπνῶ, πολλῷ μᾶλλον ὑμεῖς ὀφείλετε. Εἶτα πάλιν δεικνὺς θεῖον ὂν, Κατὰ τὴν ἐνέργειαν αὐτοῦ, φησί, τὴν ἐνεργουμένην ἐν ἐμοὶ ἐν δυνάμει. Δείκνυσιν ὅτι τοῦ θεοῦ τοῦτο ἔργον ἐστίν. Ὁ τοίνυν ἰσχυρόν με ποιῶν εἰς τοῦτο, δῆλον ὅτι τοῦτο βούλεται· διὸ καὶ ἀρχόμενός φησι, Διὰ θελήματος θεοῦ. Ὥστε οὐ μόνον μετριάζων αὐτὸ τέθεικεν, ἀλλὰ καὶ ἐπαληθεύων τῷ λόγῳ, καὶ ἀγωνιζόμενος. Τοῦτο εἰπών, δείκνυσιν ὅτι πολλοὶ μάχονται πρὸς αὐτόν. Εἶτα ἡ φιλοστοργία πολλή· Θέλω γὰρ ὑμᾶς εἰδέναι ἡλίκον ἀγῶνα ἔχω περὶ ὑμῶν, καὶ τῶν ἐν Λαοδικείᾳ. Εἶτα ἵνα μὴ δόξῃ τῆς αὐτῶν ἀσθενείας εἶναι τοῦτο, συνῆψε καὶ ἑτέρους, καὶ οὐδέπω κατέγνω. Καὶ ὅσοι οὐχ ἑωράκασι τὸ πρόσωπόν μου ἐν σαρκί. θείως δείκνυσιν ἐνταῦθα, ὅτι ἑώρων συνεχῶς ἐν πνεύματι. Μαρτυρεῖ δὲ αὐτοῖς ἀγάπην πολλήν· διὸ καὶ ἐπήγαγεν· Ἵνα παρακληθῶσιν αἱ καρδίαι αὐτῶν, συμβιβασθέντων ἐν ἀγάπῃ, καὶ εἰς πάντα πλοῦτον τῆς πληροφορίας τῆς συνέσεως, εἰς ἐπίγνωσιν τοῦ μυστηρίου τοῦ θεοῦ πατρὸς καὶ τοῦ Χριστοῦ· ἐν ᾧ εἰσι πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι. Ἤδη λοιπὸν σπεύδει καὶ ὠδίνει ἐμβαλεῖν εἰς τὸ δόγμα, οὔτε κατηγορῶν, οὔτε ἀπαλλάττων αὐτοὺς τῆς κατηγορίας. Ἀγῶνα, φησίν, ἔχω. Ἵνα τί γένηται; Ἵνα συμβιβασθῶμεν. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· ἵνα στῶσι βέβαιοι ἐν τῇ πίστει. Ἀλλ’ οὐ τίθησιν οὕτως, ἀλλ’ ὑποτέμνεται τὰ τῆς κατηγορίας. Τουτέστιν, ἵνα ἑνωθῶσι μετὰ ἀγάπης, οὐδὲ μετὰ ἀνάγκης, οὐδὲ μετὰ βίας. Ὅπερ γὰρ εἶπον, Ἀνεπαχθής ἐστιν ἀεὶ αὐτοῖς ἐπιτρέπων, καὶ διὰ τοῦτό φησιν· Ἀγωνιῶ, ἐπειδὴ μετὰ ἀγάπης, καὶ ἑκόντας βούλομαι. Οὐ γὰρ ἁπλῶς τὴν συναγωγὴν βούλομαι γίνεσθαι, οὐχ ἁπλῶς τῷ στόματι, ἀλλ’ ἵνα αἱ καρδίαι αὐτῶν παρακληθῶσι. Συμβιβασθέντων ἐν ἀγάπῃ εἰς πάντα πλοῦτον τῆς πληροφορίας τῆς συνέσεως. Τουτέστιν, ἵνα ὑπὲρ μηδενὸς ἀμφιβάλλωσιν, ἵν’ ὑπὲρ πάντων πεπληροφορημένοι ὦσι. Πληροφορίαν δὲ εἶπε τὴν διὰ πίστεως· ἔστι γὰρ πληροφορία καὶ ἡ διὰ λογισμῶν, ἀλλ’ οὐδενὸς λόγου ἐκείνη ἀξία. Οἶδα, φησίν, ὅτι πιστεύετε, ἀλλὰ πληροφορηθῆναι ὑμᾶς βούλομαι, οὐκ εἰς τὸν πλοῦτον μόνον, ἀλλ’ Εἰς πάντα τὸν πλοῦτον, ἵνα καὶ ἐν πᾶσι καὶ ἐπιτεταμένως πεπληροφορημένοι ἦτε. Καὶ θέα τὴν σύνεσιν τοῦ μακαρίου τούτου. Οὐκ εἶπεν, ὅτι Κακῶς ποιεῖτε, ὅτι Οὐ πεπληροφόρησθε, καὶ κατηγόρησεν· ἀλλ’, Οὐκ ἴστε πῶς σπουδάζω, ἵνα πληροφορηθῆτε μετὰ συνέσεως, καὶ οὐχ ἁπλῶς. Ἐπειδὴ γὰρ εἶπε πίστιν, Μὴ νομίσητε, φησίν, ὅτι ἁπλῶς καὶ ἀνονήτως εἶπον, ἀλλὰ μετὰ συνέσεως, μετὰ ἀγάπης. Εἰς ἐπίγνωσιν τοῦ μυστηρίου τοῦ θεοῦ πατρός, καὶ τοῦ Χριστοῦ. Ὥστε τοῦ θεοῦ τοῦτό ἐστι τὸ μυστήριον, τὸ διὰ τοῦ υἱοῦ προσάγεσθαι. Καὶ τοῦ Χριστοῦ, ἐν ᾧ εἰσι πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι. Εἰ δὲ ἐν αὐτῷ εἰσιν, ἄρα σοφῶς καὶ νῦν ἦλθε. Τίνος οὖν ἕνεκεν ἐγκαλοῦσί τινες τῶν ἀνοήτων; Ὅρα πῶς τοῖς ἁπλουστέροις διαλέγεται· Ἐν ᾧ εἰσι πάντες οἱ θησαυροί. Αὐτὸς πάντα οἶδεν. Ἀπόκρυφοι. Μὴ γὰρ δὴ νομίσητε ἤδη τὸ πᾶν ἔχειν· ἀπόκρυφοί εἰσι καὶ ἀπὸ ἀγγέλων, οὐκ ἀφ’ ὑμῶν μόνον· ὥστε παρ’ αὐτοῦ δεῖ πάντα αἰτεῖν· αὐτὸς δίδωσι σοφίαν καὶ γνῶσιν. Τῷ μὲν οὖν, Θησαυροί, εἰπεῖν, τὸ πολὺ δείκνυσι· τῷ δέ, Πάντες, τὸ μηδὲ ἀγνοεῖν· τῷ δέ, ἀπόκρυφοι, τὸ μόνος εἰδέναι. Τοῦτο δὲ λέγω, ἵνα μή τις ὑμᾶς παραλογίζηται ἐν πιθανολογίᾳ.