Ancient Greek
ΟΜΙΛΙΑ ϛ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Colossenses homiliae 1-12 2.1-6
Not analysed yet
β. Ὅρα πῶς ἐν τῇ τούτων κατηγορίᾳ ἐκεῖνο διορύττει, πρότερον τιθεὶς τὴν λύσιν, καὶ τότε τὴν ἀντίθεσιν. Ἀνύποπτος γὰρ ἡ τοιαύτη λύσις, καὶ μᾶλλον δέχεται ὁ ἀκροατής, ὡς οὐ τοῦτο σπουδάζοντος τοῦ λέγοντος. Ἐκεῖ μὲν γὰρ καὶ φιλονεικεῖ μὴ ἡττηθῆναι, ἐνταῦθα δὲ οὔ. Ὅτι ἐν αὐτῷ κατοικεῖ. Τουτέστιν, ὅτι ὁ θεὸς ἐν αὐτῷ οἰκεῖ. Ἀλλ’ ἵνα μὴ νομίσῃς αὐτὸν συγκεκλεῖσθαι, ὡς ἐν σώματι, φησί· Πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς, καὶ ἐστὲ ἐν αὐτῷ πεπληρωμένοι. Ἄλλοι φασὶν ὅτι τὴν ἐκκλησίαν λέγει πεπληρωμένην ὑπὸ τῆς θεότητος αὐτοῦ, καθὼς ἀλλαχοῦ φησι· Τοῦ πάντα ἐν πᾶσι πληρουμένου· τὸ δέ, σωματικῶς, ἐνταῦθα, ὡς ἐν κεφαλῇ σῶμα. Πῶς οὖν οὐκ ἐπήγαγεν, ἥτις ἐστὶν ἡ ἐκκλησία; Ἔνιοι δὲ περὶ τοῦ πατρός φασι λέγειν, ὅτι τῆς θεότητος τὸ πλήρωμα ἐν αὐτῷ οἰκεῖ· ἀλλὰ κακῶς. Πρῶτον μέν, ὅτι τὸ οἰκεῖν οὐ κυρίως λέγεται ἐπὶ θεοῦ· δεύτερον, ὅτι τὸ πλήρωμα οὐ τὸ δεχόμενόν ἐστι· Τοῦ γὰρ Κυρίου ἡ γῆ, καὶ τὸ πλήρωμα αὐτῆς· καὶ πάλιν ὁ ἀπόστολος, Ἄχρις οὗ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ. Τὸ ὅλον λέγεται πλήρωμα. Ἔπειτα τό, Σωματικῶς, τί βούλεται δηλοῦν; Ὡς ἐν κεφαλῇ. Τί δὲ πάλιν τὸ αὐτὸ λέγει, Καὶ ἐστὲ ἐν αὐτῷ πεπληρωμένοι; Τί οὖν ἐστιν; Ὅτι οὐδὲν ἔλαττον ἔχετε αὐτοῦ· ὥσπερ ἐν ἐκείνῳ ᾤκησεν, οὕτω καὶ ἐν ὑμῖν. Βιάζεται γὰρ ἀεὶ Παῦλος ἐγγὺς ἡμᾶς ἀγαγεῖν τοῦ Χριστοῦ, ὡς ὅταν λέγῃ· Συνήγειρε καὶ συνεκάθισεν ἡμᾶς· καί, Εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν· καί, Πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται; καὶ συγκληρονόμους καλεῖ. Εἶτα περὶ τοῦ ἀξιώματος· Καὶ αὐτός ἐστιν ἡ κεφαλὴ πάσης ἀρχῆς καὶ ἐξουσίας. Ὁ πάντων ἀνώτερος, ἡ αἰτία, οὐχὶ ὁμοούσιος; Εἶτα τὸ τῆς εὐεργεσίας θαυμαστῶς πως ἐπήγαγε, καὶ πολλῷ τῆς πρὸς Ῥωμαίους θαυμαστότερον. Ἐκεῖ μὲν γάρ φησι, Περιτομὴ καρδίας ἐν πνεύματι, οὐ γράμματι· ἐνταῦθα δὲ Ἐν τῷ Χριστῷ. Ἐν ᾧ καὶ περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ, ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῶν ἁμαρτιῶν τῆς σαρκός, ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ. Ὅρα πῶς ἐγγὺς γίνεται τοῦ πράγματος. Ἐν τῇ ἀπεκδύσει, φησίν. Οὐκ εἶπεν, ἐκδύσει. Τοῦ σώματος τῶν ἁμαρτιῶν. Τὸν παλαιόν φησι βίον. Συνεχῶς ταῦτα στρέφει καὶ διαφόρως, ὥσπερ καὶ ἄνω ἔλεγεν· Ὃς ἐῤῥύσατο ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους, καὶ ἀποκατήλλαξεν ἀπηλλοτριωμένους εἰς τὸ εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους. Οὐκέτι, φησίν, ἐν μαχαίρᾳ ἡ περιτομή, ἀλλ’ ἐν αὐτῷ τῷ Χριστῷ· οὐ γὰρ χεὶρ ἐπάγει, καθὼς ἐκεῖ, τὴν περιτομὴν ταύτην, ἀλλὰ τὸ πνεῦμα, οὐ μέρος, ἀλλ’ ὅλον ἄνθρωπον περιτέμνει. Σῶμα καὶ τοῦτο, σῶμα κἀκεῖνο· ἀλλὰ τὸ μὲν σαρκί, τὸ δὲ πνευματικῶς περιτέμνεται· ἀλλ’ οὐχ ὡς Ἰουδαῖοι· οὐ γὰρ σάρκα, ἀλλὰ ἁμαρτήματα ἀπεξεδύσασθε. Πότε, καὶ ποῦ; Ἐν τῷ βαπτίσματι. Καὶ ὃ καλεῖ περιτομήν, πάλιν τάφον καλεῖ. Ὅρα πῶς πάλιν ἐπὶ τὰ δικαιώματα διαβαίνει. Τῶν ἁμαρτιῶν, φησί, τῶν τῆς σαρκός· τουτέστιν, ἅπερ ἐν τῇ σαρκὶ ἔπραξαν. Μεῖζον τῆς περιτομῆς λέγει· οὐ γὰρ ἔῤῥιψαν τὸ περιτμηθέν, ἀλλ’ ἀπώλεσαν, ἀλλ’ ἔφθειραν. Συνταφέντες αὐτῷ, φησίν, ἐν τῷ βαπτισμῷ, ἐν ᾧ καὶ συνηγέρθητε διὰ τῆς πίστεως τῆς ἐνεργείας τοῦ θεοῦ τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν. Ἀλλ’ οὐ τάφος μόνον ἐστίν· ὅρα γὰρ τί φησιν· Ἐν ᾧ καὶ συνηγέρθητε διὰ τῆς πίστεως τῆς ἐνεργείας τοῦ θεοῦ τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν. Καλῶς εἶπε· πίστεως γὰρ ὅλον ἐστίν. Ἐπιστεύσατε ὅτι δύναται ὁ θεὸς ἐγεῖραι, καὶ οὕτως ἠγέρθητε. Εἶτα καὶ τὸ ἀξιόπιστον, Τοῦ ἐγείραντος αὐτόν, φησίν, ἐκ νεκρῶν. Ἤδη δείκνυσι τὴν ἀνάστασιν· Καὶ ὑμᾶς ποτε ὄντας νεκροὺς τοῖς παραπτώμασι καὶ τῇ ἀκροβυστίᾳ τῆς σαρκὸς ὑμῶν, συνεζωοποίησε σὺν αὐτῷ. Ὑπὸ γὰρ τὴν δίκην ἔκεισθε ἀποθανεῖν. Εἰ δὲ καὶ ἀπεθάνετε, ἀλλ’ οὐχ ἁπλῶς, ἀλλὰ θάνατον χρήσιμον. Ὅρα πῶς πάλιν δείκνυσι τίνων ἦσαν ἄξιοι, δι’ ὧν ἐπήγαγε· Χαρισάμενος ἡμῖν πάντα τὰ παραπτώματα. Ἐξαλείψας τὸ καθ’ ἡμῶν χειρόγραφον τοῖς δόγμασιν, ὃ ἦν ὑπεναντίον ἡμῖν, καὶ αὐτὸ ἦρκεν ἐκ τοῦ μέσου, προσηλώσας αὐτὸ τῷ σταυρῷ, ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, ἐδειγμάτισεν ἐν παῤῥησίᾳ, θριαμβεύσας αὐτοὺς ἐν αὐτῷ. Χαρισάμενος ἡμῖν, φησί, πάντα τὰ παραπτώματα. Ποῖα; Ἃ τὴν νεκρότητα ἐποίει. Καὶ τί; ἆρα ἀφῆκε μεῖναι; Οὐχί, ἀλλὰ καὶ ἐξήλειψεν· οὐκ ἐχάραξε μόνον, ἀλλ’ ἐξήλειψεν, ὥστε μηδὲ φαίνεσθαι. Τοῖς δόγμασι, φησί. Ποίοις δόγμασι; Τῇ πίστει. Οὐκοῦν ἀρκεῖ πιστεῦσαι. Οὐχὶ ἔργοις ἔργα, ἀλλὰ πίστει ἔργα παρέθηκε. Καὶ τί μετὰ ταῦτα; Ἐπίτασις τοῦ ἀφιέναι τὸ ἐξαλεῖψαι πάλιν. Καὶ αὐτὸ ἦρκε, φησίν, ἐκ τοῦ μέσου. Καὶ οὐδὲ οὕτως ἐφύλαξεν, ἀλλὰ καὶ διέῤῥηξεν αὐτό, Προσηλώσας τῷ σταυρῷ. Ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας ἐδειγμάτισεν ἐν παῤῥησίᾳ, θριαμβεύσας αὐτοὺς ἐν αὐτῷ. Οὐδαμοῦ οὕτω μεγαλοφώνως ἐφθέγξατο.