Ancient Greek
ΟΜΙΛΙΑ Η.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Colossenses homiliae 1-12 2.1-8
Not analysed yet
β. Τί δέ φησι, Σὺν ταῖς πράξεσι; Τὴν προαίρεσιν μετὰ τῶν ἔργων. Παλαιὸν δὲ αὐτὸν καλεῖ, τὸ αἰσχρὸν αὐτοῦ βουλόμενος δεῖξαι καὶ τὸ δυσειδὲς καὶ τὸ ἠσθενηκός· καὶ νέον, ἀντὶ τοῦ, Μὴ προσδοκήσητε, φησίν, ὅτι καὶ οὗτος τὸ αὐτὸ πείσεται, ἀλλὰ τοὐναντίον· ὅσῳ γὰρ ἂν προΐῃ, οὐ πρὸς γῆρας ἐπείγεται, ἀλλὰ πρὸς νεότητα μείζονα τῆς προτέρας. Ὅταν γὰρ πλείονα λάβῃ τὴν γνῶσιν, καὶ μειζόνων ἀξιοῦται, καὶ μᾶλλον ἀκμάζει, καὶ μᾶλλον ἰσχύει, οὐκ ἀπὸ τῆς νεότητος μόνον, ἀλλὰ καὶ τοῦ εἴδους πρὸς ὅ ἐστιν. Ἰδοὺ κτίσις ἡ ἀρίστη πολιτεία λέγεται. Κατ’ εἰκόνα Χριστοῦ· τοῦτο γάρ ἐστι, Κατ’ εἰκόνα τοῦ κτίσαντος αὐτόν· ἐπεὶ καὶ ὁ Χριστὸς οὐ πρὸς γῆρας ἐτελεύτησεν, ἀλλ’ οὕτως ἦν καλός, ὡς μηδὲ εἶναι εἰπεῖν. Ὅπου οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος, περιτομὴ καὶ ἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος, ἀλλὰ τὰ πάντα, καὶ ἐν πᾶσι Χριστός. Ἰδοὺ τρίτον ἐγκώμιον τοῦ ἀνδρὸς τούτου, ὅταν μήτε ἔθνους, μήτε ἀξιώματος, μήτε προγόνων διαφορὰ ἐπεισέρχηται, ὅταν ἔχῃ τῶν ἔξωθεν μηδέν, μηδὲ δέηται τούτων· τοιαῦτα γὰρ πάντα τὰ ἔξωθεν. Περιτομὴ καὶ ἀκροβυστία· δοῦλος, ἐλεύθερος, Ἕλλην, τουτέστι, προσήλυτος· καὶ Ἰουδαῖος, τουτέστιν, ἐκ προγόνων. Ἂν τοῦτον ἔχῃς μόνον, τῶν αὐτῶν ἐπιτεύξῃ τοῖς ἄλλοις, τοῖς ἔχουσιν. Ἀλλὰ τὰ πάντα, καὶ ἐν πᾶσι, φησίν, Χριστός· τουτέστι, Πάντα ὑμῖν ὁ Χριστὸς ἔσται, καὶ ἀξίωμα καὶ γένος, καὶ ἐν πᾶσιν ὑμῖν αὐτός. Ἢ ἕτερόν τί φησιν, ὅτι Πάντες Χριστὸς εἷς ἐγένεσθε, σῶμα αὐτοῦ ὄντες. Ἐνδύσασθε οὖν, ὡς ἐκλεκτοὶ τοῦ θεοῦ, ἅγιοι καὶ ἠγαπημένοι. Τὸ εὔκολον δείκνυσι τῆς ἀρετῆς, ὥστε καὶ διηνεκῶς αὐτὴν ἔχειν, καὶ ὥστε ὡς μεγίστῳ κόσμῳ κεχρῆσθαι. Καὶ μετ’ ἐγκωμίου ἡ παραίνεσις· τότε γὰρ μάλιστα ἰσχύει. Ἐγένοντο γὰρ ἅγιοι, ἀλλ’ οὐκ ἐκλεκτοί· νυνὶ δὲ καὶ ἐκλεκτοὶ καὶ ἅγιοι καὶ ἠγαπημένοι. Σπλάγχνα οἰκτιρμοῦ. Οὐκ εἶπεν ἔλεον, ἀλλ’ ἐμφαντικώτερον διὰ τῶν δύο. Καὶ οὐκ εἶπεν, ὅτι ὡς ἀδελφοῖς οὕτω διατίθεσθαι δεῖ, ἀλλ’ ὡς παισὶ πατέρες. Μὴ γάρ μοι εἴπῃς, ὅτι ἥμαρτε· διὰ τοῦτο εἶπε σπλάγχνα. Καὶ οὐκ εἶπεν, οἰκτιρμόν, ἵνα μὴ ἐκείνους ἐξευτελίσῃ, ἀλλά, Σπλάγχνα οἰκτιρμοῦ. Χρηστότητα, ταπεινοφροσύνην, πραότητα, μακροθυμίαν· ἀνεχόμενοι ἀλλήλων, καὶ χαριζόμενοι ἑαυτοῖς, ἐάν τις πρός τινα ἔχῃ μομφήν· καθὼς καὶ ὁ Χριστὸς ἐχαρίσατο ὑμῖν, οὕτω καὶ ὑμεῖς. Πάλιν κατ’ εἶδος λέγει· ἀπὸ χρηστότητος γὰρ ταπεινοφροσύνη, καὶ ἀπὸ ταύτης μακροθυμία. Ἀνεχόμενοι, φησίν, ἀλλήλων, τουτέστι, παραπεμπόμενοι. Καὶ ὅρα πῶς αὐτὸ οὐδὲν ἔδειξε, μομφὴν καλέσας. Εἶτα ἐπάγει· Καθὼς καὶ ὁ Χριστὸς ἐχαρίσατο ὑμῖν. Μέγα τὸ ὑπόδειγμα· ὅπερ ἀεὶ ποιεῖ, ἀπὸ τοῦ Χριστοῦ προτρέπων αὐτούς. Μομφήν, φησί. Ἐκεῖ μὲν μικρὸν αὐτὸ ἔδειξεν· ὅτε δὲ τὸ ὑπόδειγμα παρήγαγεν, ἔπεισεν ὅτι κἂν μεγάλα ἔχωμεν ἐγκαλεῖν, δεῖ χαρίζεσθαι. Τὸ γάρ, Καθὼς ὁ Χριστὸς, τοῦτο σημαίνει· καὶ οὐ τοῦτο μόνον, ἀλλ’ ὅτι καὶ ἐξ ὅλης καρδίας· καὶ οὐ τοῦτο μόνον, ἀλλ’ ὅτι καὶ φιλεῖν δεῖ. Ὁ γὰρ Χριστὸς εἰσαχθεὶς εἰς τὸ μέσον πάντα εἰσάγει ταῦτα· καὶ ὅτι κἂν μεγάλα ᾗ, κἂν μὴ προηδικηκότες τύχωμεν, κἂν ἡμεῖς μὲν μεγάλοι, ἐκεῖνοι δὲ μικροί, κἂν μέλλωσιν ὑβρίζειν ἡμᾶς καὶ μετὰ ταῦτα, καὶ ὅτι τὴν ψυχὴν δεῖ ὑπὲρ αὐτῶν θεῖναι· τὸ γάρ, Καθώς, ταῦτα ἀπαιτεῖ· καὶ ὅτι οὐδὲ μέχρι θανάτου μόνον στῆναι δεῖ, ἀλλ’, εἰ δυνατόν, καὶ μετὰ ταῦτα. Ἐπὶ πᾶσι δὲ τούτοις τὴν ἀγάπην, ἥτις ἐστὶ σύνδεσμος τῆς τελειότητος. Ὁρᾷς ὅτι τοῦτο λέγει. Ἐπειδὴ γὰρ ἔνι χαριζόμενον μὴ φιλεῖν, Ναί, φησί, καὶ φιλεῖν, καὶ ὁδὸν δείκνυσι, δι’ ἧς δυνατὸν χαρίζεσθαι. Ἔστι γὰρ καὶ χρηστὸν εἶναί τινα καὶ πρᾶον καὶ ταπεινόφρονα καὶ μακρόθυμον, καὶ μὴ ποθεῖν. Διὸ ἀρχόμενος εἶπε, Σπλάγχνα οἰκτιρμοῦ, καὶ ἀγάπην, καὶ ἔλεον. Ἐπὶ πᾶσι δὲ τούτοις τὴν ἀγάπην, ἥτις ἐστὶ σύνδεσμος τῆς τελειότητος. Ὃ δὲ θέλει εἰπεῖν, τοῦτό ἐστιν, ὅτι Οὐδὲν ἐκείνων ὄφελος· διαλύεται γὰρ πάντα ἐκεῖνα, ἂν μὴ μετὰ ἀγάπης γίνηται. Πάντα ἐκεῖνα αὕτη συσφίγγει· ὅπερ ἂν εἴπῃς ἀγαθόν, ταύτης ἀπούσης, οὐδέν ἐστιν, ἀλλὰ διαῤῥεῖ. Καὶ ὃν τρόπον ἐπὶ πλοίου, κἂν μεγάλα ᾖ τὰ σκεύη, τὰ δὲ ὑποζώματα μὴ ᾖ, οὐδὲν ὄφελος· καὶ ἐπὶ οἰκίας ἐὰν μὴ ὦσιν αἱ ἱμαντώσεις· καὶ ἐπὶ σώματος κἂν μεγάλα ᾖ τὰ ὀστᾶ, οἱ δὲ σύνδεσμοι μὴ ὦσιν, οὐδὲν ὄφελος. Οἷα γὰρ ἐάν τις ἔχῃ κατορθώματα, πάντα φροῦδα, ἀγάπης μὴ οὔσης. Οὐκ εἶπεν, ὅτι κορυφή ἐστιν, ἀλλ’ ὃ μεῖζόν ἐστι, σύνδεσμος· ἀναγκαιότερον τοῦτο, ἢ ἐκεῖνο. Κορυφὴ μὲν γὰρ ἐπίτασις τελειότητος, σύνδεσμος δὲ συγκράτησις τῶν τὴν τελειότητα ποιούντων, ὡσανεὶ ἡ ῥίζα. Καὶ ἡ εἰρήνη τοῦ θεοῦ βραβευέτω ἐν ταῖς καρδίαις ὑμῶν, εἰς ἣν καὶ ἐκλήθητε ἐν σώματι ἑνί· καὶ εὐχάριστοι γίνεσθε.