# In epistulam ad Colossenses homiliae 1-12 2.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Colossenses homiliae 1-12, ΟΜΙΛΙΑ Α.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-colossenses-homiliae-1-12/2.1

β. Πιστοὶ γὰρ οὐ διὰ τὸ πιστεύειν καλούμεθα μόνον, ἀλλὰ καὶ διὰ τὸ πιστευθῆναι παρὰ τοῦ θεοῦ μυστήρια, ἅπερ οὐδὲ ἄγγελοι πρὸ ἡμῶν ᾔδεσαν. Ἀλλ’ ἀδιάφορον τῷ Παύλῳ οὕτω ταῦτα τιθέναι. Εὐχαριστοῦμεν τῷ θεῷ τῷ πατρὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἐμοὶ δοκεῖ πάντα ἐπὶ τὸν πατέρα ἀνατιθέναι, ὥστε μὴ εὐθέως αὐτοῖς προστῆναι τὸν λόγον. Πάντοτε περὶ ὑμῶν προσευχόμενοι. Οὐ διὰ τῆς εὐχαριστίας μόνον, ἀλλὰ καὶ τῆς διηνεκοῦς εὐχῆς τὴν ἀγάπην δείκνυσιν, ὅτι καὶ οὓς οὐχ ἑώρα, τούτους εἶχε διὰ παντὸς ἐν ἑαυτῷ. Ἀκούσαντες τὴν πίστιν ὑμῶν ἐν Χριστῷ Ἰησοῦ. Ἀνωτέρω, Τοῦ Κυρίου ἡμῶν, εἰπών, ἐνταῦθα, Ἰησοῦ Χριστοῦ λέγει. Αὐτός ἐστι κύριος, φησίν· οὐχ, οἱ δοῦλοι Ἰησοῦ Χριστοῦ. Καὶ ταῦτα σύμβολα τῆς εὐεργεσίας· Αὐτὸς γάρ, φησί, σώσει τὸν λαὸν αὑτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. Ἀκούσαντες τὴν πίστιν ὑμῶν ἐν Χριστῷ Ἰησοῦ, καὶ τὴν ἀγάπην τὴν εἰς πάντας τοὺς ἁγίους. Ἤδη οἰκειοῦται αὐτούς. Ἐπαφρόδιτός ἐστιν ὁ ταῦτα ἀπαγγέλλων. Πέμπει δὲ τὴν ἐπιστολὴν διὰ Τυχικοῦ, ἐκεῖνον παρ’ ἑαυτῷ κατασχών. Καὶ τὴν ἀγάπην, φησί, τὴν εἰς πάντας τοὺς ἁγίους. Οὐκ εἰς τόνδε καὶ τόνδε· οὐκοῦν καὶ εἰς ἡμᾶς. Διὰ τὴν ἐλπίδα τὴν ἀποκειμένην ὑμῖν ἐν τοῖς οὐρανοῖς. Τὰ μέλλοντα, φησίν, ἀγαθά. Τοῦτο πρὸς τοὺς πειρασμοὺς, ὥστε μὴ ἐνταῦθα ζητεῖν τὴν ἄνεσιν. Ἵνα γὰρ μή τις εἴπῃ, καὶ τί τὸ κέρδος τῆς ἀγάπης τῆς εἰς τοὺς ἁγίους, κοπτομένων αὐτῶν; χαίρομεν, φησίν, ὅτι μεγάλα ἑαυτοῖς προξενεῖτε ἐν τοῖς οὐρανοῖς. Διὰ τὴν ἐλπίδα, φησί, τὴν ἀποκειμένην. Τὸ ἀσφαλὲς ἔδειξεν. Ἣν προηκούσατε ἐν τῷ λόγῳ τῆς ἀληθείας. Ἐνταῦθα πλήττοντος αὐτούς ἐστι τὸ ῥῆμα, ὅτι πολὺν χρόνον ἔχοντες μετέστησαν. Ἣν προηκούσατε, φησίν, ἐν τῷ λόγῳ τῆς ἀληθείας τοῦ Εὐαγγελίου. Καὶ ἀλήθειαν μαρτυρεῖ τῷ λόγῳ· εἰκότως· οὐδὲν γὰρ ψεῦδος ἐν αὐτῷ. Τοῦ Εὐαγγελίου. Οὐ λέγει, τοῦ κηρύγματος, ἀλλ’ εὐαγγέλιον καλεῖ, συνεχῶς ἀναμιμνήσκων αὐτοὺς τῶν εὐεργεσιῶν τοῦ θεοῦ· καὶ πρῶτον ἐπαινέσας αὐτοὺς, οὕτω τούτων ἀναμιμνήσκει. Τοῦ παρόντος εἰς ὑμᾶς, καθὼς καὶ ἐν παντὶ τῷ κόσμῳ. Ἤδη χαρίζεται αὐτοῖς. Παρόντος δὲ μεταφορικῶς εἶπεν· οὐ παρεγένετο, φησί, καὶ ἀπέστη, ἀλλ’ ἔμεινε καὶ ἔστιν ἐκεῖ. Εἶτα, ἐπειδὴ μάλιστα οἱ πολλοὶ ἐκ τοῦ κοινωνοὺς ἔχειν πολλοὺς τῶν δογμάτων στηρίζονται, διὰ τοῦτο ἐπήγαγε, Καθὼς καὶ ἐν παντὶ τῷ κόσμῳ. Πανταχοῦ, φησί, πάρεστι, πανταχοῦ κρατεῖ, πανταχοῦ ἕστηκε. Καὶ ἔστι καρποφορούμενον, καὶ αὐξανόμενον, καθὼς καὶ ἐν ὑμῖν. Καρποφορούμενον διὰ τὰ ἔργα, αὐξανόμενον τῷ πολλοὺς παραλαμβάνειν, τῷ μᾶλλον στηρίζεσθαι. Καὶ γὰρ ἐν τοῖς φυτοῖς τότε πυκνὰ γίνεται, ὅταν στηριχθῇ τὸ φυτόν. Καθὼς καὶ ἐν ὑμῖν. Προκαταλαμβάνει τὸν ἀκροατὴν τοῖς ἐπαίνοις, ὥστε μηδὲ ἄκοντα ἀποστῆναι. Ἀφ’ ἧς ἡμέρας ἠκούσατε. Τὸ θαυμαστόν, ὅτι ταχέως προσήλθετε καὶ ἐπιστεύσατε, καὶ εὐθέως ἐκ προοιμίων ἐπεδείξασθε τοὺς καρπούς. Ἀφ’ ἧς ἡμέρας ἠκούσατε, καὶ ἐπέγνωτε τὴν χάριν τοῦ θεοῦ ἐν ἀληθείᾳ. Οὐκ ἐν λόγῳ, φησίν, οὐδὲ ἐν ἀπάτῃ, ἀλλ’ ἐν αὐτοῖς τοῖς ἔργοις, Τοῦτο τοίνυν λέγει, Καρποφορούμενον· ἤτοι τὰ σημεῖα καὶ τὰ θαύματα ὅτι ἅμα ἐδέξασθε, ἅμα ἔγνωτε τὴν χάριν τοῦ θεοῦ. Τὸ τοίνυν εὐθέως ἐπιδειξάμενον τὴν οἰκείαν δύναμιν πῶς οὐ χαλεπὸν νῦν ἀπιστεῖσθαι; Καθὼς καὶ ἐμάθετε παρὰ Ἐπαφρᾶ τοῦ ἀγαπητοῦ συνδούλου ἡμῶν. Τοῦτον εἰκὸς ἐκεῖ κεκηρυχέναι· ἐμάθετε τὸ Εὐαγγέλιον. Εἶτα τὸ ἀξιόπιστον δεικνὺς τοῦ ἀνδρός, φησί, Τοῦ συνδούλου ἡμῶν. Ὅς ἐστι πιστὸς ὑπὲρ ὑμῶν διάκονος τοῦ Χριστοῦ, ὁ καὶ δηλώσας ἡμῖν τὴν ὑμῶν ἀγάπην ἐν πνεύματι. Μὴ ἀμφιβάλλετε, φησί, περὶ τῆς μελλούσης ἐλπίδος· ὁρᾶτε τὴν οἰκουμένην ἐπιστρέφουσαν. Καὶ τί δεῖ λέγειν τὰ ἐν τοῖς ἄλλοις; τὰ ἐν ὑμῖν αὐτοῖς καὶ χωρὶς τούτων πιστά. Ἐπέγνωτε γὰρ τὴν χάριν τοῦ θεοῦ ἐν ἀληθείᾳ· τουτέστιν, ἐν τοῖς ἔργοις. Ὥστε δύο ταῦτα τὰ μέλλοντα βεβαιοῦται, τό τε πάντας πιστεῦσαι, τό τε καὶ ὑμᾶς· καὶ οὐκ ἄλλα μὲν ἐγένετο, ἄλλα δὲ εἶπεν Ἐπαφρᾶς. Ὅς ἐστι, φησί, πιστός· τουτέστιν, ἀληθής. Πῶς δέ, Ὑπὲρ ὑμῶν διάκονος; Τῷ πρὸς αὐτὸν ἀπελθεῖν, καὶ δηλῶσαι ἡμῖν, φησί, τὴν ὑμῶν ἀγάπην ἐν πνεύματι· τουτέστι, τὴν πνευματικήν· τὴν εἰς ἡμᾶς. Εἰ δὲ οὗτος τοῦ Χριστοῦ διάκονος, πῶς δι’ ἀγγέλων λέγετε προσάγεσθαι; Ὁ καὶ δηλώσας ἡμῖν, φησί, τὴν ὑμῶν ἀγάπην ἐν πνεύματι. Αὕτη γὰρ θαυμαστὴ καὶ βεβαία ἡ ἀγάπη· ὡς αἵ γε ἄλλαι ὄνομα ἀγάπης ἔχουσι μόνον. Εἰσὶ δέ τινες οὐ τοιαῦται· ἀλλ’ οὐ φιλία τοῦτο· διὸ καὶ εὐδιάλυτος γίνεται.

---

Joannes Chrysostomus, In epistulam ad Colossenses homiliae 1-12. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg161.local001/.
