Ancient Greek
ΟΜΙΛΙΑ Α.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Colossenses homiliae 1-12 3.1
Not analysed yet
γ. Πολλαὶ προφάσεις εἰσὶν αἱ φιλίας ποιοῦσαι· καὶ τέως τὰς μὲν αἰσχρὰς παρήσομεν· οὐδεὶς γὰρ ἡμῖν ὑπὲρ ἐκείνων ἀντερεῖ, ὡς πονηρῶν οὐσῶν· ἀλλ’, εἰ βούλεσθε, τὰς φυσικὰς καὶ τὰς βιωτικὰς εἰς μέσον παραγάγωμεν. Βιωτικαὶ μὲν οὖν εἰσιν αὗται· οἷον εὖ ἔπαθέ τις, ἀπὸ προγόνων ἐκτήσατο φίλον, ἐκοινώνησε τραπέζης ἢ ἀποδημίας, ἢ γείτων ἐστί· καλαὶ καὶ αὗται· ἢ ὁμότεχνος γέγονεν· αὕτη μὲν οὖν οὐκ ἔστιν εἰλικρινής· ἔχει γάρ τινα καὶ ζῆλον καὶ βασκανίαν. Αἱ δὲ φυσικαί, οἷον πατρὸς πρὸς υἱόν, υἱοῦ πρὸς πατέρα, ἀδελφοῦ πρὸς ἀδελφόν, πρὸς ἔγγονον πάππου, μητρὸς πρὸς τέκνα· εἰ δὲ βούλεσθε, προσθῶμεν καὶ τὴν τῆς γυναικὸς πρὸς ἄνδρα· καὶ γὰρ πᾶσαι αἱ γαμικαί εἰσι βιωτικαὶ καὶ γήϊναι. Αὗται μὲν οὖν ἐκείνων εἶναι δοκοῦσι σφοδρότεραι· δοκοῦσι δέ, εἶπον, διὰ τὸ πολλάκις ὑπ’ ἐκείνων ἡττηθῆναι. Καὶ γὰρ φίλοι ἀλλαχοῦ γνησιώτερον ἐφάνησαν ἀδελφῶν διακείμενοι, καὶ υἱῶν πρὸς πατέρας· καὶ ὁ μὲν γεννηθεὶς οὐκ ἐβοήθησεν, ὁ δὲ μὴ γνοὺς αὐτόν, παρέστη καὶ ἐβοήθησεν. Ἡ δὲ πνευματικὴ ἀγάπη πασῶν ἐστιν ἀνωτέρα, καθάπερ τις βασίλισσα τῶν ἰδίων κρατοῦσα, καὶ λαμπρὸν ἔχει τὸ σχῆμα· οὐδὲν γὰρ γήϊον αὐτὴν τίκτει, καθάπερ ἐκείνην, οὐ συνήθεια, οὐκ εὐεργεσία, οὐ φύσις, οὐ χρόνος, ἀλλ’ ἄνωθεν κάτεισιν ἐκ τοῦ οὐρανοῦ. Καὶ τί θαυμάζεις, εἰ εὐεργεσίας οὐ δεῖται πρὸς τὸ συνεστάναι, ὅπου γε οὐδὲ τῷ κακῶς παθεῖν ἀνατρέπεται; Ὅτι δὲ αὕτη μείζων ἐκείνης ἐστίν, ἄκουσον Παύλου λέγοντος· Ηὐχόμην ἀνάθεμα εἶναι αὐτὸς ἐγὼ ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου. Τίς ἂν τοῦτο ηὔξατο πατήρ, ὥστε ἐν κακοῖς εἶναι; Καὶ πάλιν, Τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι πολλῷ μᾶλλον κρεῖσσον· τὸ δὲ ἐπιμεῖναι ἐν τῇ σαρκὶ ἀναγκαιότερον δι’ ὑμᾶς. Ποία μήτηρ ταῦτα ἂν ἕλοιτο εἰπεῖν, ὥστε τὰ αὐτῆς παριδεῖν; Καὶ πάλιν ἄκουε αὐτοῦ λέγοντος· Ἀπορφανισθέντες γὰρ ἀφ’ ὑμῶν πρὸς καιρὸν ὥρας, προσώπῳ, οὐ καρδίᾳ. Καὶ ἐνταῦθα μὲν ὁ πατὴρ ὑβρισθεὶς ἔλυσε τὴν φιλίαν, ἐκεῖ δὲ οὐκέτι, ἀλλὰ πρὸς τοὺς λιθάζοντας ἀπῄει εὐεργετήσων αὐτούς. Οὐδὲν γάρ, οὐδὲν οὕτως ἰσχυρόν, ὡς ὁ τοῦ πνεύματος δεσμός. Ὁ μὲν γὰρ διὰ τὸ παθεῖν εὖ φίλος γενόμενος, ἂν μὴ διηνεκῶς τοῦτο γίνηται, ἔσται ἐχθρός· ὁ ἀπὸ συνηθείας ἀδιάσπαστος ὢν, πάλιν τῆς συνηθείας διακοπείσης, ἔσβεσε τὴν φιλίαν. Ἡ γυνὴ πάλιν, ἂν μάχη γένηται, ἀφῆκε τὸν ἄνδρα, καὶ τὸν πόθον ἔλυσεν· ὁ υἱός, ἂν ἐπιπολὺ ζῶντα τὸν πατέρα ἴδοι, καὶ βαρύνεται. Ἐπὶ δὲ τοῦ πνεύματος τούτων οὐκ ἔστιν οὐδέν· οὐδενὶ γὰρ τούτων λύεται, ἐπεὶ μηδὲ ἐκ τούτων συνέστη· οὔτε χρόνος, οὔτε μῆκος ὁδοῦ, οὔτε τὸ κακῶς παθεῖν, οὔτε τὸ κακῶς ἀκοῦσαι, οὐ θυμός, οὐχ ὕβρις, οὐκ ἄλλο οὐδὲν ἐπεισέρχεται, οὐδὲ δύναται αὐτὴν διαλῦσαι. Καὶ ἵνα μάθῃς, ἐλιθάζετο ὁ Μωϋσῆς, καὶ ὑπὲρ αὐτῶν ἠξίου. Τίς ἂν τοῦτο εἰργάσατο πατὴρ ὑπὲρ τοῦ λιθάσαντος, ἀλλ’ οὐχὶ καὶ αὐτὸν ἂν κατέλευσε; Ταύτας δὴ μεταδιώκωμεν τὰς φιλίας τὰς ἀπὸ τοῦ πνεύματος· ἰσχυραὶ γάρ εἰσι καὶ δυσδιάλυτοι· μὴ τὰς ἀπὸ τῶν τραπεζῶν· ἐκεῖ γὰρ καὶ κωλυόμεθα ταύτας εἰσάγειν. Ἄκουσον γὰρ τοῦ Χριστοῦ λέγοντος ἐν τῷ Εὐαγγελίῳ· Μὴ καλέσῃς τοὺς φίλους σου, μηδὲ τοὺς γείτονάς σου, ἐὰν ποιήσῃς δοχήν, ἀλλὰ τοὺς χωλοὺς, τοὺς ἀναπήρους· εἰκότως· πολὺς γὰρ ὁ ὑπὲρ τούτων μισθός. Ἀλλ’ οὐ δύνασαι, οὐδὲ ἀνέχῃ μετὰ χωλῶν καὶ τυφλῶν ἑστιᾶσθαι, ἀλλὰ βαρὺ καὶ φορτικὸν ἡγῇ τοῦτο, καὶ παραιτῇ; Μάλιστα μὲν οὖν οὐκ ἔδει, πλὴν ἀλλ’ οὐκ ἔστιν ἀνάγκη· κἂν μὴ συγκαθίσῃς αὐτοὺς μετὰ σοῦ, τὰ ἐδέσματα αὐτοῖς ἀπόστειλον τὰ ἀπὸ τῆς τραπέζης. Καὶ γὰρ ὁ φίλους καλῶν, οὐδὲν μέγα ἐποίησεν· ἀπέλαβε γὰρ ἐνταῦθα τὸν μισθόν· ὁ δὲ ἀνάπηρον καλῶν καὶ πένητα, ἔχει τὸν θεὸν ὀφειλέτην. Μὴ τοίνυν ἀσχάλλωμεν, ὅταν μὴ ἐνταῦθα ἀπολάβωμεν, ἀλλ’ ὅταν ἐνταῦθα ἀπολάβωμεν· ἐκεῖ γὰρ οὐκέτι ἀποληψόμεθα. Ὁμοίως, ἂν ἄνθρωπος ἀποδῷ, θεὸς οὐκ ἀποδίδωσιν· ἂν οὗτος μὴ ἀποδῷ, τότε ἀποδώσει θεός. Μὴ τοίνυν ἐκείνους ζητῶμεν εὐεργετεῖν τοὺς ἀνταποδοῦναι ἡμῖν δυναμένους, μηδὲ ἐπὶ τοιαύταις αὐτοὺς ἐλπίσιν εὐεργετῶμεν· ψυχρὰ αὕτη ἡ διάνοια. Τὸν φίλον ἂν καλέσῃς, μέχρι τῆς ἑσπέρας ἡ χάρις· διὰ τοῦτο τῶν καταβαλλομένων ταχύτερον ἢ τῶν καιρῶν δαπανᾶται φιλία· τὸν μέντοι πένητα καὶ ἀνάπηρον ἂν καλέσῃς, οὐδέποτε ἀπολεῖται ἡ χάρις· τὸν γὰρ πάντοτε μνημονεύοντα θεόν, καὶ οὐδέποτε ἐπιλανθανόμενον, ἔχεις αὐτὸν ὀφειλέτην. Πόσης δὲ καὶ βλακείας, εἰπέ μοι, τὸ μὴ δύνασθαι πένησι συγκαθέζεσθαι; Τί λέγεις; Ἀκάθαρτός ἐστι, φησί, καὶ ῥυπαρός. Καὶ λοῦσον αὐτόν, καὶ ἀνάγαγε ἐπὶ τράπεζαν τὴν σήν. Ἀλλ’ ἱμάτια ἔχει ἐῤῥυπωμένα; Καὶ ἄμειψον, καὶ δὸς καθαρὰν στολήν.