# In epistulam ad Colossenses homiliae 1-12 3.1-3

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Colossenses homiliae 1-12, ΟΜΙΛΙΑ Γ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-colossenses-homiliae-1-12/3.1-3

γ. Ὥστε καὶ ἐν γενέσει πρῶτος. Καὶ τοῦτό ἐστι μάλιστα τὸ σπουδαζόμενον τῷ Παύλῳ δεῖξαι. Ἂν γὰρ τοῦτο κατασκευασθῇ, ὅτι πρὸ πάντων ἦν τῶν ἀγγέλων, κἀκεῖνο συνεισάγεται, ὅτι τὰ ἐκείνων αὐτὸς ἐποίει ἐπιτάττων. Καὶ τὸ δὴ θαυμαστόν, ἐν τῇ ὑστέρᾳ γενέσει ἐφιλονείκησε πρῶτον αὐτὸν δεῖξαι. Καίτοι γε ἀλλαχοῦ πρῶτόν φησι τὸν Ἀδὰμ, ὥσπερ οὖν καὶ ἔστιν· ἀλλὰ τὴν ἐκκλησίαν ἔλαβεν ἀντὶ τοῦ παντὸς ἀνθρώπων γένους. Τῆς γὰρ ἐκκλησίας πρῶτός ἐστι, καὶ τῶν μὲν ἀνθρώπων, καθάπερ τῆς κτίσεως, πρῶτος κατὰ σάρκα· καὶ διὰ τοῦτο ἐνταῦθα τὸν πρωτότοκον τίθησι. Τί ἐστιν ἐνταῦθα ὁ πρωτότοκος; Ὁ πρῶτος κτισθείς, ἢ πρὸ πάντων ἀναστάς, ὥσπερ καὶ ἐκεῖ, ὁ πρὸ πάντων ὤν. Καὶ ἐνταῦθα μὲν ἀπαρχὴν τέθεικεν εἰπών· Ὅς ἐστιν ἀπαρχή, πρωτότοκος ἐκ τῶν νεκρῶν, ἵνα γένηται ἐν πᾶσιν αὐτὸς πρωτεύων· δεικνὺς ὅτι καὶ οἱ ἄλλοι τοιοῦτοι· ἐκεῖ δὲ οὐκ ἀπαρχὴ τῆς κτίσεως. Καὶ ἐκεῖ μέν, Εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου, καὶ τότε τό, Πρωτότοκος. Ὅτι ἐν αὐτῷ ηὐδόκησε πᾶν τὸ πλήρωμα κατοικῆσαι, καὶ δι’ αὐτοῦ ἀποκαταλλάξαι τὰ πάντα εἰς αὐτόν, εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ, εἴτε τὰ ἐπὶ τῆς γῆς, εἴτε τὰ ἐν τοῖς οὐρανοῖς. Ὅσα τοῦ πατρός, φησί, ταῦτα καὶ τοῦ υἱοῦ, καὶ μετὰ πλείονος σπουδῆς, ὅτι καὶ νεκρὸς γέγονε, καὶ ἥνωσεν ἑαυτὸν ἡμῖν. Ἀπαρχὴν δὲ εἶπε, καθάπερ ἐπὶ καρποῦ τινος. Οὐκ εἶπεν, ἀνάστασις, ἀλλά, ἀπαρχή, δεικνὺς ὅτι πάντας ἡμᾶς ἡγίασε, καὶ ὥσπερ θυσίαν προσήνεγκε. Τὸ πλήρωμα περὶ τῆς θεότητος εἴρηκε, καθάπερ ὁ Ἰωάννης ἔλεγεν· Ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν. Τουτέστιν, εἴτε ἦν ὁ υἱός, εἴτε ὁ Λόγος, ἐκεῖ ᾤκησεν οὐχὶ ἐνέργειά τις, ἀλλ’ οὐσία. Οὐκ ἔχει αἰτίαν εἰπεῖν οὐδεμίαν, ἀλλὰ τὴν θέλησιν τοῦ θεοῦ· τοῦτο γάρ ἐστιν, ὅτι Ἐν αὐτῷ ηὐδόκησε, καὶ δι’ αὐτοῦ ἀποκαταλλάξαι τὰ πάντα εἰς αὐτόν. Ἵνα μὴ νομίσῃς, ὅτι ὑπηρέτου τάξιν ἀνέλαβεν, εἰς ἑαυτόν, φησί. Καὶ μὴν ἀλλαχοῦ φησιν, ὅτι τῷ θεῷ καταλλάττει, καθάπερ ἐν τῇ πρὸς Κορινθίους Ἐπιστολῇ γράφων ἔλεγε. Καὶ καλῶς εἶπε, Δι’ αὐτοῦ ἀποκαταλλάξαι. Ἤδη γὰρ ἦσαν κατηλλαγμένοι, ἀλλὰ τελείως ἔδει, καὶ ὥστε μηκέτι ἐχθραίνειν αὐτῷ. Πῶς δὲ γίνεται τοῦτο, διασαφεῖ λοιπόν, οὐ μόνον τὴν καταλλαγήν, ἀλλὰ καὶ τὸν τρόπον τῆς καταλλαγῆς ἀναγγέλλων· Εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ. Τὸ μὲν τὴν ἔχθραν δείκνυσι τὸ καταλλάξαι· τὸ δὲ τὸν πόλεμον, τὸ Εἰρηνοποιήσας. Διὰ τοῦ αἵματος, φησί, τοῦ σταυροῦ αὐτοῦ δι’ αὐτοῦ, εἴτε τὰ ἐπὶ τῆς γῆς, εἴτε τὰ ἐν τοῖς οὐρανοῖς. Μέγα μὲν τὸ καταλλάξαι, τὸ δὲ καὶ δι’ αὐτοῦ, μεῖζον· καὶ τὸ τούτου μεῖζον, τὸ διὰ τοῦ αἵματος αὐτοῦ· καὶ οὐχ ἁπλῶς αἵματος, ἀλλὰ τὸ τούτου μεῖζον, διὰ τοῦ σταυροῦ. Ὥστε πέντε ἐστὶ τὰ θαυμαστά, τῷ θεῷ κατήλλαξε, δι’ αὐτοῦ, διὰ θανάτου, διὰ σταυροῦ. Βαβαί, πῶς ἀνέμιξε πάλιν; Ἵνα γὰρ μὴ νομίσῃς ἓν εἶναι, μηδὲ τὸν σταυρὸν εἶναί τι καθ’ ἑαυτό, λέγει, Δι’ ἑαυτοῦ. Πῶς οἶδε μέγα τοῦτο ὄν; Ὅτι οὐ ῥήματα εἰπών, ἀλλ’ ἑαυτὸν ἐκδοὺς ὑπὲρ τῆς καταλλαγῆς, οὕτως ἅπαντα εἰργάσατο. Τί δέ ἐστι, Τὰ ἐν τοῖς οὐρανοῖς; τὰ μὲν γὰρ ἐπὶ τῆς γῆς, εἰκότως· ἔχθρας γὰρ ἐμπέπληστο, καὶ εἰς πολλὰ διῄρητο· καὶ πρὸς ἑαυτὸν ἕκαστος ἡμῶν διεστασίαζε, καὶ πρὸς τοὺς πολλούς· τὰ δὲ ἐν τοῖς οὐρανοῖς πῶς εἰρηνοποίησε; καὶ ἐκεῖ πόλεμος ἦν καὶ μάχη; καὶ πῶς εὐχόμεθα λέγοντες, Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς; τί οὖν ἔστιν εἰπεῖν; Ἀπέσχιστο ἡ γῆ τοῦ οὐρανοῦ, ἐκπεπολεμωμένοι ἦσαν οἱ ἄγγελοι πρὸς τοὺς ἀνθρώπους, τὸν Δεσπότην ὁρῶντες τὸν αὐτῶν ὑβριζόμενον. Ἀνακεφαλαιώσασθαί φησι τὰ πάντα ἐν τῷ Χριστῷ, τὰ ἐν τοῖς οὐρανοῖς, καὶ τὰ ἐπὶ τῆς γῆς. Πῶς; Τὰ μὲν ἐν τοῖς οὐρανοῖς οὕτω· μετέστησεν ἐκεῖ τὸν ἄνθρωπον, ἀνήγαγεν αὐτοῖς τὸν ἐχθρόν, τὸν μισούμενον. Οὐ μόνον τὰ ἐπὶ τῆς γῆς ἐποίησεν εἰρηνεύειν, ἀλλ’ ἀνήγαγεν αὐτὸν πρὸς αὐτοὺς, τὸν ἐχθρὸν καὶ πολέμιον. Τοῦτο εἰρήνη βαθεῖα. Ἄγγελοι πάλιν ἐπὶ γῆς ἐφαίνοντο λοιπόν, ἐπειδὴ καὶ ἄνθρωπος ἐν οὐρανῷ ἐφάνη. Δοκεῖ δέ μοι καὶ ἡ ἁρπαγὴ τοῦ Παύλου τούτου τε ἕνεκεν γεγενῆσθαι, καὶ τοῦ δεῖξαι ὅτι καὶ ὁ υἱὸς ἐκεῖ ἀνελήφθη. Ἐν μὲν γὰρ τῇ γῇ διπλῆ ἡ εἰρήνη, καὶ πρὸς τὰ ἐπουράνια, καὶ πρὸς ἑαυτά· ἐν δὲ τοῖς οὐρανοῖς ἁπλῆ. Εἰ γὰρ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι χαίρουσιν οἱ ἄγγελοι, πολλῷ μᾶλλον ἐπὶ τοσούτοις. Ταῦτα πάντα ἡ τοῦ θεοῦ ἰσχὺς κατώρθωσε. Τί οὖν ἀγγέλοις θαῤῥεῖτε, φησί; Τοσοῦτον γὰρ ἀπέχουσιν ἐκεῖνοι προσάγειν ὑμᾶς, ὅτι καὶ ἐκπεπολεμωμένοι ἦσαν ποτέ, καί, εἰ μὴ ὁ θεὸς αὐτὸς ὑμᾶς ἐκείνοις κατήλλαξεν, οὐκ ἂν εἰρηνεύσατε. Τί τοίνυν ἐκείνοις προστρέχετε; Βούλει μαθεῖν τῶν ἀγγέλων τὸ μῖσος ὅσον εἶχον πρὸς ἡμᾶς, καὶ πῶς ἀπεστρέφοντο ἀεί; Εἰς τιμωρίαν ἐπέμποντο ἐπὶ τῶν Ἰσραηλιτῶν, ἐπὶ τοῦ Δαυῒδ, ἐπὶ τῶν Σοδομιτῶν, ἐπὶ τῆς κοιλάδος τοῦ κλαυθμῶνος. Ἀλλ’ οὐ νῦν· ἀλλ’ ἐξ ἐναντίας, ἐπὶ γῆς ᾖδον σφόδρα χαίροντες· καὶ τούτους κατήγαγε πρὸς αὐτοὺς, καὶ τοὺς ἀνθρώπους ἀνήγαγεν ἐκεῖ.

---

Joannes Chrysostomus, In epistulam ad Colossenses homiliae 1-12. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg161.local001/.
