# In epistulam ad Colossenses homiliae 1-12 3.1-6

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Colossenses homiliae 1-12, ΟΜΙΛΙΑ ϛ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-colossenses-homiliae-1-12/3.1-6

γ. Ὁρᾷς σπουδὴν τοῦ ἀφανισθῆναι τὸ χειρόγραφον ὅσην ἐποιήσατο; Οἷον, πάντες ἦμεν ὑφ’ ἁμαρτίαν καὶ κόλασιν· αὐτὸς κολασθεὶς ἔλυσε καὶ τὴν ἁμαρτίαν καὶ τὴν κόλασιν· ἐκολάσθη δὲ ἐν τῷ σταυρῷ. Ἐκεῖ οὖν αὐτὸ προσέπειρεν· εἶτα ὡς ἐξουσίαν ἔχων, λοιπὸν διέῤῥηξε. Ποῖον χειρόγραφον; Ἢ τοῦτό φησιν, ὃ ἔλεγον πρὸς τὸν Μωϋσέα, ὅτι Πάντα ὅσα εἶπεν ὁ θεὸς ποιήσομεν, καὶ ἀκουσόμεθα· ἢ εἰ μὴ τοῦτο, ὅτι ὀφείλομεν τῷ θεῷ ὑπακοήν· ἢ εἰ μὴ τοῦτο, ὅτι κατεῖχεν ὁ διάβολος τὸ χειρόγραφον ὃ ἐποίησε πρὸς τὸν Ἀδὰμ ὁ θεός, εἰπών· ᾟ ἂν ἡμέρᾳ φάγῃς ἀπὸ τοῦ ξύλου, ἀποθανῇ. Κατεῖχεν οὖν τὸ χειρόγραφον τοῦτο ὁ διάβολος. Καὶ οὐκ ἔδωκεν ἡμῖν αὐτὸ ὁ Χριστὸς, ἀλλ’ αὐτὸς αὐτὸ ἔσχισεν, ὅπερ τοῦ μετὰ χαρᾶς ἀφιέντος ἐστίν. Ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας. Τὰς διαβολικὰς δυνάμεις λέγει· ἢ ἐπεὶ αὐτὰς ἡ ἀνθρωπίνη φύσις ἐνδέδυτο, ἢ ἐπειδὴ αὐτὰς ὥσπερ λαβὴν εἶχον, ἄνθρωπος γενόμενος ἀπεδύσατο τὴν λαβήν. Τοῦτό ἐστιν, Ἐδειγμάτισε. Καὶ καλῶς εἶπε τοῦτο· οὐδέποτε γὰρ οὕτως ὁ διάβολος ἠσχημόνησε. Προσδοκῶν γὰρ αὐτὸν ἔχειν, καὶ ὅσους εἶχεν ἀπώλεσε, καὶ τοῦ σώματος προσηλουμένου, οἱ νεκροὶ ἀνίσταντο. Ἐκεῖ τὴν πληγὴν ἔλαβεν ὁ διάβολος, ὑπὸ σώματος νεκροῦ τὴν καιρίαν λαβών. Καὶ καθάπερ ἀθλητὴς νομίζων τὸν ἀντίπαλον βεβληκέναι, καιρίαν αὐτὸς ὑπ’ αὐτοῦ λαμβάνει πληγήν· οὕτω δὴ καὶ οὗτος δείκνυσιν, ὅτι τὸ μετὰ παῤῥησίας ἀποθανεῖν, ἀσχημοσύνη ἐστὶ τοῦ διαβόλου. Πάντα γὰρ ἂν ἐποίησεν ἐκεῖνος, εἴ γε ἠδύνατο, ὥστε πεῖσαι τοὺς ἀνθρώπους, ὅτι οὐκ ἀπέθανεν. Ἐπειδὴ γὰρ τῆς μὲν ἀναστάσεως ὁ μετὰ ταῦτα πᾶς καιρὸς τεκμήριον ἦν, τοῦ δὲ θανάτου, εἰ μὴ ἐκεῖνος ἐγένετο, οὐκ ἂν ἐγένετο ἕτερος καιρός, διὰ τοῦτο ἀπέθανε μὲν δημοσίᾳ πάντων ὁρώντων, οὐκ ἀνέστη δὲ δημοσίᾳ, εἰδὼς τὸν μετὰ ταῦτα χρόνον μαρτυρήσοντα τῇ ἀληθείᾳ. Τὸ γὰρ τοῦ κόσμου ὁρῶντος ἄνω ἐν τῷ ξύλῳ τὸν ὄφιν σφαγιασθῆναι, τοῦτό ἐστι τὸ θαυμαστόν. Καὶ τί γὰρ οὐκ ἐποίησεν ὁ διάβολος, ὥστε λαθόντα αὐτὸν ἀποθανεῖν; Ἄκουε τοῦ Πιλάτου λέγοντος· Ἄρατε αὐτὸν ὑμεῖς, καὶ σταυρώσατε· ἐγὼ γὰρ οὐδεμίαν αἰτίαν ἐν αὐτῷ εὑρίσκω. Καὶ πάλιν Ἰουδαῖοι ἔλεγον αὐτῷ, Εἰ υἱὸς εἶ τοῦ θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ. Λοιπὸν οὖν ἐπειδὴ καιρίαν ἔλαβε, καὶ οὐ κατέβη, διὰ τοῦτο καὶ ταφῇ παρεδόθη· ἐπεὶ δυνατὸν ἦν εὐθέως ἀναστῆναι, ἀλλ’ ἵνα πιστευθῇ τὸ πρᾶγμα. Καίτοι ἐν μὲν ταῖς ἰδιωτικαῖς τελευταῖς ἔνεστιν ὀλιγοψυχίαν αἰτιάσασθαι· ἐνταῦθα δὲ οὐδὲ τοῦτο. Καὶ γὰρ καὶ οἱ στρατιῶται οὐ κατέαξαν αὐτοῦ τὰ σκέλη, καθάπερ τῶν ἄλλων, ἵνα φανερωθῇ ὅτι τέθνηκε. Καὶ φανεροί εἰσιν οἱ τὸ σῶμα θάψαντες· διὰ τοῦτο καὶ αὐτοὶ σφραγίζονται οἱ Ἰουδαῖοι τὸν λίθον μετὰ τῶν στρατιωτῶν. Τὸ γὰρ μάλιστα πάντων σπουδαζόμενον τοῦτο ἦν, τὸ μὴ συσκιασθῆναι. Καὶ οἱ μάρτυρες, παρὰ τῶν ἐχθρῶν, παρὰ τῶν Ἰουδαίων. Ἄκουε αὐτῶν λεγόντων τῷ Πιλάτῳ· Εἶπεν ὁ πλάνος ἐκεῖνος ἔτι ζῶν· Μετὰ τρεῖς ἡμέρας ἐγείρομαι. Κέλευσον οὖν παρὰ τῶν στρατιωτῶν φυλαχθῆναι τὸν τάφον. Κἀκείνων σφραγιζομένων τοῦτο ἐγένετο. Ἄκουε δὲ αὐτῶν τοῦτο καὶ μετὰ ταῦτα λεγόντων τοῖς ἀποστόλοις· Βούλεσθε ἐπαγαγεῖν ἐφ’ ἡμᾶς τὸ αἷμα τοῦ ἀνθρώπου τούτου. Τὸν τρόπον αὐτοῦ τοῦ σταυροῦ οὐκ ἀφῆκεν αἰσχύνεσθαι. Ἐπειδὴ γὰρ οἱ ἄγγελοι οὐδὲν τοιοῦτον πεπόνθασι, διὰ τοῦτο ὑπὲρ τούτου πάντα ποιεῖ, δεικνὺς ὅτι μέγα κατώρθωσεν ὁ θάνατος· ὥσπερ γὰρ μονομαχεῖον γέγονεν. Ἔπληξε τὸν Χριστὸν ὁ θάνατος, ἀλλ’ ὁ Χριστὸς πληγείς, ὕστερον αὐτὸν ἀνεῖλε· νεκρῷ σώματι κατελύετο ὁ δοκῶν ἀθάνατος εἶναι· καὶ τοῦτο ἡ οἰκουμένη ἑώρα. Καὶ τὸ δὴ θαυμαστόν, οὐκ ἐπέτρεψεν ἑτέρῳ τοῦτο· ἀλλὰ γέγονεν ἕτερον χειρόγραφον πάλιν, οὐ τοιοῦτον, οἷον τὸ πρότερον.

---

Joannes Chrysostomus, In epistulam ad Colossenses homiliae 1-12. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg161.local001/.
