# In epistulam ad Colossenses homiliae 1-12 3.1-8

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Colossenses homiliae 1-12, ΟΜΙΛΙΑ Η.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-colossenses-homiliae-1-12/3.1-8

γ. Ἡ εἰρήνη τοῦ θεοῦ ἡ πεπηγυῖα καὶ βεβαία αὕτη ἐστίν. Ἂν μὲν δι’ ἄνθρωπον ἔχῃς εἰρήνην, ταχέως διαλύεται· ἐὰν δὲ διὰ τὸν θεόν, οὐκέτι. Καίτοι τὸ καθολικὸν εἶπε τὴν ἀγάπην, ἀλλὰ πάλιν ἐπὶ τὸ ἰδικὸν ἔρχεται. Ἔστι γὰρ καὶ ἄμετρος ἀγάπη, οἶον, ὅταν ἀπὸ πολλῆς τις ἀγάπης ἐγκαλῇ εἰκῆ, καὶ μάχας ἔχῃ καὶ ἀποστρέφηται. Οὒ, φησίν, οὐ τοῦτο βούλομαι, ἀλλ’ ὡς ἐποίησεν εἰρήνην πρὸς ὑμᾶς ὁ θεός, οὕτω καὶ ὑμεῖς ποιεῖτε. Πῶς δὲ ἐποίησεν; Αὐτὸς θελήσας, οὐ παρ’ ἡμῶν τι λαβών. Τί ἐστιν; Ἡ εἰρήνη τοῦ θεοῦ βραβευέτω ἐν ταῖς καρδίαις ὑμῶν; Ἐὰν μάχωνται λογισμοὶ δύο, μὴ στήσῃς τὸν θυμόν, μὴ στήσῃς τὴν ἐπήρειαν κατέχουσαν τὸ βραβεῖον, ἀλλὰ τὴν εἰρήνην· οἷον, ἔστω τις ὑβρισθεὶς ἀδίκως· ἀπὸ τῆς ὕβρεως ἐτέχθησαν λογισμοὶ δύο, ὁ μὲν κελεύων ἀμύνασθαι, ὁ δὲ ἐνεγκεῖν, καὶ παλαίουσιν ἀλλήλοις. Ἐὰν ἡ εἰρήνη τοῦ θεοῦ ἑστήκῃ βραβεύουσα, τῷ κελεύοντι φέρειν δίδωσι τὸ βραβεῖον, καὶ καταισχύνει ἐκεῖνον. Πῶς; Πείθουσα ὅτι ὁ θεὸς εἰρήνη ἐστίν, ὅτι εἰρήνευσεν ἡμῖν. Οὐχ ἁπλῶς δείκνυσι πολὺν τὸν ἀγῶνα τοῦ πράγματος. Μὴ θυμός, φησί, βραβευέτω, μὴ φιλονεικία, μὴ ἀνθρωπίνη εἰρήνη· ἡ γὰρ ἀνθρωπίνη εἰρήνη ἐκ τοῦ ἀμύνασθαι γίνεται, ἐκ τοῦ μηδὲν πάσχειν δεινόν. Ἀλλ’ οὐ ταύτην βούλομαι, φησίν, ἀλλ’ ἐκείνην, ἣν ὁ Χριστὸς ἀφῆκεν αὐτός. Στάδιον ἔνδον ἐποίησεν ἐν τοῖς λογισμοῖς, καὶ ἀγῶνα καὶ ἄθλησιν καὶ βραβευτήν. Εἶτα πάλιν προτροπή· Εἰς ἣν ἐκλήθητε, φησί· τουτέστιν, ἐφ’ ᾗ ἐκλήθητε. Ἀνέμνησεν ὅσων ἀγαθῶν αἰτία ἡ εἰρήνη. Διὰ ταύτην σε ἐκάλεσεν, ἐπὶ ταύτῃ ἐκάλεσεν, ὥστε ἀξιόπιστον ἀναδέξασθαι τὸ βραβεῖον. Διὰ τί γὰρ ἓν σῶμα ἐποίησεν; οὐχ ἵνα αὕτη κρατῇ; οὐχ ἵνα ἀφορμὴν ἔχωμεν τοῦ εἰρηνεύειν; Διὰ τί πάντες ἓν σῶμά ἐσμεν; πῶς δὲ ἓν σῶμά ἐσμεν; Διὰ τὴν εἰρήνην σῶμα ἕν ἐσμεν, καὶ διὰ τὸ σῶμα ἓν εἶναι, εἰρηνεύομεν. Διὰ τί δὲ οὐκ εἶπεν, Ἡ εἰρήνη τοῦ θεοῦ νικάτω, ἀλλά, Βραβευέτω; Ἀξιοπιστοτέραν αὐτὴν ἐποίησε. Τὸν πονηρὸν λογισμὸν οὐκ ἀφῆκεν αὐτῇ προσπαλαίειν, ἀλλὰ κατώτερον ἑστάναι. Καὶ τὸ τοῦ βραβείου ὄνομα ἐπῆρε τὸν ἀκροατήν. Ἂν γὰρ δῷ βραβεῖον τῷ ἀγαθῷ λογισμῷ, ὅσα ἂν ἀναισχυντῇ ἐκεῖνος, οὐδὲν ὄφελος λοιπόν. Ἄλλως δὲ ἐκεῖνος εἰδὼς ἦν, ὅτι ὅσα ἂν ἐργάσηται, οὐ λήψεται τὸ βραβεῖον· ὅσα ἂν πνεύσῃ καὶ ἐπιχειρήσῃ σφοδρότερον προσβαλεῖν, ἅτε ἀνόητα πονῶν ἀποστήσεται. Καὶ καλῶς προσέθηκε, Καὶ εὐχάριστοι γίνεσθε. Τοῦτο γάρ ἐστιν εὐχάριστον εἶναι, καὶ σφόδρα ἐντρεπτικῶς, τὸ ὁμοίως κεχρῆσθαι τοῖς ὁμοδούλοις, ὥσπερ αὐτῷ ὁ θεός, τὸ εἴκειν τῷ δεσπότῃ, τὸ πείθεσθαι, τὸ ὑπὲρ πάντων χάριν ὁμολογεῖν, κἂν ὑβρίσῃ τις, κἂν πλήξῃ. Οὐ γὰρ δὴ ὁ τῷ θεῷ χάριν ὁμολογῶν, ὑπὲρ ὧν ἔπαθε, τὸν ποιήσαντα ἀμυνεῖται· ὡς ὅγε ἀμυνόμενος οὐχ ὁμολογεῖ χάριν. Ἀλλὰ μὴ κατ’ ἐκεῖνον τὸν τὰ ἑκατὸν δηνάρια γενώμεθα, ἵνα μὴ ἀκούσωμεν, Πονηρὲ δοῦλε· οὐδὲν γὰρ τῆς ἀχαριστίας ταύτης χεῖρον. Ὥστε ἀχάριστοι οἱ ἀμυνόμενοι. Διὰ τί δὲ ἐπὶ τὴν πορνείαν πρώτην ἦλθεν; εἰπὼν γάρ, Νεκρώσατε ὑμῶν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, εὐθύς φησι, Πορνείαν, καὶ τοῦτο σχεδὸν πανταχοῦ ποιεῖ. Ὅτι μάλιστα τοῦτο κρατεῖ τὸ πάθος· καὶ γὰρ καὶ ἐν τῇ πρὸς θεσσαλονικεῖς γράφων, τοῦτο ἐποίησε. Καὶ τί θαυμαστόν; ὅπου γε καὶ Τιμοθέῳ φησί, Σεαυτὸν ἁγνὸν τήρει· καὶ πάλιν ἀλλαχοῦ, Εἰρήνην διώκετε μετὰ πάντων, καὶ τὸν ἁγιασμόν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν κύριον. —Νεκρώσατε, φησί, τὰ μέλη ὑμῶν. Τὸ νεκρὸν ἴστε οἷόν ἐστι, μισητόν, βδελυκτόν, διαῤῥέον. Ἂν νεκρώσῃς, οὐ μένει νεκρόν, ἀλλὰ φθείρεται εὐθέως, καθάπερ τὸ σῶμα. Σβέσον οὖν τὴν θερμότητα, καὶ οὐδὲν νεκρὸν μένει. Δείκνυσιν αὐτὸν τοῦτο ἐργαζόμενον, ὅπερ ὁ Χριστὸς ἐπὶ τοῦ λουτροῦ· διὰ τοῦτο καὶ μέλη καλεῖ· καθάπερ ἀριστέα τινὰ εἰσάγων, καὶ εἰς μείζονα ἄγων ἔμφασιν. Καὶ καλῶς εἶπε, Τὰ ἐπὶ τῆς γῆς· ἐνταῦθα γὰρ μένει, καὶ ἐνταῦθα φθείρεται, πολλῷ μᾶλλον τῶν μελῶν τούτων. Ὥστε οὐχ οὕτω τὸ σῶμά ἐστιν ἀπὸ γῆς, ὡς ἡ ἁμαρτία γηΐνη· τοῦτο μὲν γὰρ καὶ καλὸν φαίνεταί ποτε, ἐκεῖνα δὲ οὐδέποτε. Καὶ πάντων τῶν ἐπὶ γῆς ἐπιθυμεῖ ταῦτα τὰ μέλη. Ἂν ὀφθαλμὸς ᾖ τοιοῦτος, οὐχ ὁρᾷ τὰ ἐν οὐρανοῖς· ἂν ἀκοή, ἂν χείρ, ἂν ὁτιοῦν εἴπῃς μέλος. Ὀφθαλμὸς σώματα ὁρᾷ καὶ κάλλη καὶ χρήματα· ταῦτα τὰ ἀπὸ γῆς, τούτοις τέρπεται· ἡ ἀκοὴ μέλε. μαλθακῷ, κιθάρᾳ καὶ σύριγγι καὶ αἰσχρολογίᾳ· ταῦτα δὲ περὶ γῆν. Ἐπειδὴ οὖν ἔστησεν αὐτοὺς ἄνω παρὰ τὸν θρόνον, τότε φησί, Νεκρώσατε τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς. Οὐ γὰρ ἔνι στῆναι ἄνω μετὰ τούτων τῶν μελῶν· οὐκ ἔνι γὰρ ἐκεῖ, εἰς ὃ ἐνεργεῖν δεῖ. Καὶ οὗτος ὁ πηλὸς χείρων ἐκείνου· ἐκεῖνος μὲν γὰρ ὁ πηλὸς γίνεται χρυσός· Δεῖ γάρ, φησί, τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν· οὗτος δὲ ὁ πηλὸς οὐκέτι ἀναχωνευθῆναι δύναται. Ὥστε ταῦτα μᾶλλον ἐπὶ τῆς γῆς, ἢ ἐκεῖνα. Διὰ τοῦτο οὐκ εἶπεν Ἀπὸ γῆς, ἀλλά, Τὰ ἐπὶ τῆς γῆς· ἔνι γὰρ ταῦτα μὴ εἶναι ἀπὸ γῆς. Ταῦτα μὲν γὰρ ἀνάγκη ἐπὶ γῆς εἶναι, ἐκεῖνα δὲ οὐκέτι ἀνάγκη. Ὅταν γὰρ ἀκοὴ μηδὲν ἀκούῃ τῶν ἐνταῦθα, ἀλλὰ τῶν ἐν οὐρανοῖς λαλουμένων, ὅταν ὀφθαλμὸς μηδὲν ὁρᾷ τῶν ἐνταῦθα, ἀλλὰ τῶν ἄνω, οὐκ ἐπὶ γῆς ἐστιν· ὅταν τὸ στόμα μηδὲν φθέγγηται τῶν ἐνταῦθα, οὐκ ἐπὶ γῆς ἐστιν· ὅταν ἡ χεὶρ μηδὲν πράττῃ τῶν πονηρῶν, οὐκ ἔστι τῶν ἐπὶ γῆς, ἀλλὰ τῶν ἐν τοῖς οὐρανοῖς.

---

Joannes Chrysostomus, In epistulam ad Colossenses homiliae 1-12. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg161.local001/.
