# In epistulam ad Colossenses homiliae 1-12 4.1-5

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Colossenses homiliae 1-12, ΟΜΙΛΙΑ Ε.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-colossenses-homiliae-1-12/4.1-5

δ. Ἀλλὰ ταῦτα μὲν ἀόρατα. Βούλεσθε ἐπὶ τῶν ὁρωμένων ἀγάγω τὸν λόγον; ἐπὶ τῶν ἤδη συμβάντων; Εἰπέ μοι, πῶς τὸ θηρίον τὸν Ἰωνᾶν εἶχε ἐν τῇ γαστρί, καὶ οὐκ ἀπώλλυτο; οὐχὶ ἄλογόν ἐστιν; οὐχὶ ἁπλῶς κινεῖται; πῶς ἐφείσατο τοῦ δικαίου; πῶς αὐτὸν οὐκ ἀπέπνιξεν ἡ θέρμη; πῶς οὐκ ἔσηψεν; Εἰ γὰρ τὸ ἐν βυθῷ εἶναι μόνον ἄπορον, τὸ καὶ ἐν σπλάγχνοις καὶ τῇ θέρμῃ ἐκείνῃ, πολλῷ μᾶλλον ἀπορώτερον. Πῶς γὰρ τὸν ἐκεῖθεν ἀέρα ἀνέπνει; πῶς ἤρκει δύο ζώοις ἡ ἀναπνοή; πῶς δὲ αὐτὸν καὶ ἤμεσεν ἀσινῆ; πῶς δὲ καὶ ἐφθέγγετο; πῶς δὲ καὶ ἐν ἑαυτῷ ἦν, καὶ προσηύχετο; ἆρα ταῦτα οὐκ ἄπιστα; Ἂν λογισμῷ ἐξετάζωμεν, ἄπιστα· ἂν δὲ πίστει, σφόδρα πιστά. Εἴπω τι τούτου πλέον; Ὁ σῖτος ἐν τῷ κόλπῳ τῆς γῆς φθείρεται, καὶ ἀνίσταται. Ὅρα τὰ θαύματα ἐναντία, καὶ ἄλληλα νικῶντα· θαυμαστὸν τὸ μὴ σαπῆναι, θαυμαστὸν τὸ σαπέντα ἀναστῆναι. Ποῦ εἰσιν οἱ τῇ ἀναστάσει διαπιστοῦντες καὶ λέγοντες, Τόδε τὸ ὀστοῦν πῶς τῷδε συγκολλᾶται; καὶ μυθώδη τοιαῦτα εἰσάγοντες; Εἰπέ μοι, πῶς ὁ Ἠλίας ἀνῆλθεν ἐν πυρὸς ἅρματι; Τὸ πῦρ καίειν εἴωθεν, οὐκ ἀνάγειν. Πῶς τοσοῦτον ζῇ χρόνον; ἐν τίνι τόπῳ ἐστί; διὰ τί τοῦτο γέγονε; Ποῦ δὲ Ἐνὼχ μετετέθη; τροφῆς ἀπολαύει οἵας καὶ ἡμεῖς; καὶ τί τὸ κωλύον ἐνταῦθα αὐτὸν εἶναι; Ἀλλ’ οὐκ ἀπολαύει· καὶ διὰ τί μετετέθη; Ὅρα τὸν θεὸν κατὰ μικρὸν ἡμᾶς παιδαγωγοῦντα. Μετέθηκε τὸν Ἐνώχ· οὐ πάνυ μέγα τοῦτο. Ἐπαίδευσεν ἡμᾶς τοῦτο εἰς τὴν ἀναγωγὴν τοῦ Ἠλία. Πάλιν ἐναπέκλεισε τὸν Νῶε τῇ κιβωτῷ· οὐ πάνυ μέγα οὐδὲ τοῦτο. Ἐπαίδευσεν ἡμᾶς τοῦτο εἰς τὴν ἀπόκλεισιν τοῦ προφήτου τὴν ἐν τῷ κήτει. Οὕτω καὶ τὰ παλαιὰ προδρόμων ἐδεήθη καὶ τύπων. Καθάπερ γὰρ ἐπὶ κλίμακος ὁ πρῶτος βαθμὸς παραπέμπει τῷ δευτέρῳ, ἀπὸ δὲ τοῦ πρώτου οὐκ ἔνι ἐπὶ τὸν τέταρτον ἐλθεῖν, καὶ οὗτος ἐκείνῳ, ἵνα ἐκεῖνος τούτῳ γένηται ὁδός· οὐδὲ πρὸ τοῦ πρώτου δυνατὸν ἐπὶ τὸν δεύτερον ἐλθεῖν· οὕτω καὶ ἐνταῦθα. Καὶ θέα σημεῖα σημείων· καὶ ὄψει τοῦτο ἐπὶ τῆς κλίμακος, ἣν εἶδεν Ἰακώβ· Ἄνω, φησίν, ὁ κύριος ἐπεστήρικτο, κάτω δὲ ἄγγελοι ἀνέβαινον καὶ κατέβαινον. Προεφητεύετο ὅτι υἱὸν ἔχει ὁ πατήρ· ἔδει τοῦτο πιστευθῆναι. Πόθεν θέλεις αὐτοῦ τὰ σημεῖα δείξω; ἄνωθεν κάτω, ἢ κάτωθεν ἄνω; Ἔδει γνωσθῆναι ὅτι ἀπαθῶς γεννᾷ· διὰ τοῦτο ἐγέννησε πρῶτον στεῖρα. Μᾶλλον δὲ ἀνωτέρω ἀγάγωμεν τὸν λόγον· ἔδει πιστευθῆναι, ὅτι ἐξ αὐτοῦ· τί οὖν; Γίνεται τοῦτο, ἀμυδρῶς μέν, ἅτε ἐν τύπῳ καὶ σκιᾷ, πλὴν γίνεται· καὶ προϊὸν σαφέστερόν πως γίνεται. Ἐξ ἀνθρώπου μόνου γυνή, καὶ μένει ἐκεῖνος ὁλόκληρος. Πάλιν τῆς ἐκ Παρθένου κυήσεως ἔδει γενέσθαι τι τεκμήριον. Τίκτει στεῖρα οὐχ ἅπαξ, ἀλλὰ καὶ δεύτερον καὶ τρίτον καὶ πολλάκις. Τῆς μὲν οὖν ἐκ Παρθένου γεννήσεως τύπος ἡ στεῖρα· καὶ αὕτη παραπέμπει τῇ πίστει τὴν διάνοιαν. Πάλιν τοῦτο τύπος ἐγένετο τοῦ μόνον δύνασθαι γεννῆσαι τὸν θεόν. Εἰ γὰρ κυριώτερον ἄνθρωπος, καὶ χωρὶς τούτου τίκτεται, πολλῷ μᾶλλον ἐκ τοῦ κυριωτέρου γεννᾶται. Ἔστι καὶ ἄλλη γέννησις τῆς ἀληθείας τύπος, ἡ ἡμετέρα ἡ ἐκ πνεύματος. Ταύτης πάλιν ἡ στεῖρα τύπος, ὅτι οὐκ ἐξ αἱμάτων· αὕτη τῆς ἄνω γεννήσεως. Ἡ μὲν οὖν αὐτῆς τὸ ἀπαθὲς δείκνυσιν, ἡ δὲ τὸ ἐκ μόνου δύνασθαι γεννᾶσθαι. Ἔστι Χριστὸς ἄνω πάντων κρατῶν· ἔδει πιστευθῆναι τοῦτο. Γίνεται τοῦτο ἐν τῇ γῇ ἐπὶ τοῦ ἀνθρώπου. Ποιήσωμεν γάρ, φησίν, ἄνθρωπον κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν ἡμετέραν, καὶ καθίσταται ἐπὶ τῆς ἀρχῆς τῶν ἀλόγων πάντων. Οὕτως οὐ διὰ ῥημάτων, ἀλλὰ διὰ πραγμάτων ὑμᾶς ἐπαίδευσε. Τὸ ἀνακεχωρηκὸς τῆς φύσεως ὁ παράδεισος ἐδήλου, καὶ τὸ πάντων εἶναι βελτιώτατον τὸν ἄνθρωπον. Ἔμελλεν ἀνίστασθαι ὁ Χριστός· ὅρα λοιπὸν πόσα τοιούτου τεκμήρια· ὁ Ἐνὼχ, ὁ Ἠλίας, ὁ Ἰωνᾶς, τὰ ἐν τῇ καμίνῳ, τὸ ἐπὶ τοῦ Νῶε τὸ βάπτισμα, τὰ σπέρματα, τὰ φυτά, ἡ γέννησις ἡ ἡμετέρα, ἡ τῶν ζώων πάντων. Ἐπειδὴ γὰρ ἐν τούτῳ πάντα ἐκινδυνεύετο, τοῦτο μάλιστα πάντων πολλοὺς ἔσχε τοὺς τύπους. Ὅτι οὐκ ἀπρονόητα τὰ πάντα ἐστίν, ἀπὸ τῶν παρ’ ἡμῖν δυνατὸν στοχάσασθαι· οὐδὲν γὰρ ἀπρονόητον μένει, ἀλλὰ καὶ ἀγέλαι καὶ τὰ ἄλλα πάντα ἀρχῆς δεῖται. Καὶ ὅτι οὐκ αὐτόματα γέγονε τὰ πάντα, δείκνυσιν ἡ γέεννα, ἔδειξε δὲ ὁ κατακλυσμὸς ὁ ἐπὶ Νῶε, τὸ πῦρ, ὁ καταποντισμὸς ὁ τῶν Αἰγυπτίων, τὰ ἐν τῇ ἐρήμῳ. Ἔδει καὶ τοῦ βαπτίσματος πολλὰ προηγήσασθαι· γέγονεν, ὅσα ἐν ὕδατι, καὶ μυρία ἄλλα, οἷον τὰ ἐν τῇ Παλαιᾷ, τὰ ἐν τῇ κολυμβήθρᾳ, τὸ τὸν μὴ ὑγιαίνοντα καθαίρεσθαι, αὐτὸς ὁ κατακλυσμός, τὸ βάπτισμα Ἰωάννου. Ἔδει πιστευθῆναι ὅτι τὸν υἱὸν αὑτοῦ ἐκδίδωσιν ὁ θεός· προλαβὼν ἐποίησε τοῦτο ἄνθρωπος. Τίς οὗτος; Ἀβραὰμ ὁ πατριάρχης. Πάντων οὖν τούτων τύπους, ἂν θέλωμεν, εὑρήσομεν, ἂν ζητῶμεν ἐν τῇ Γραφῇ. Ἀλλὰ μὴ ἀποκάμωμεν, ἀλλ’ ἐν τούτοις ῥυθμίζωμεν ἑαυτούς· στεῤῥὰν ἔχωμεν τὴν πίστιν, καὶ ἀκρίβειαν πολιτείας ἐπιδειξώμεθα, ἵνα διὰ πάντων εὐχαριστήσαντες τῷ θεῷ, καταξιωθῶμεν τῶν ἐπηγγελμένων ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτόν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ πατρὶ ἅμα τῷ ἁγίῳ πνεύματι δόξα, κράτος, τιμή, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus, In epistulam ad Colossenses homiliae 1-12. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg161.local001/.
