Ancient Greek
ΟΜΙΛΙΑ Ζ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Colossenses homiliae 1-12 4.1-7
Not analysed yet
δ. Τοῦ τοίνυν τούτοις εἰδέναι χάριν τῆς τιμῆς οὐ βέλτιον τὸ μὴ τιμᾶσθαι; Καὶ χωρὶς δὲ τούτου, ὅτι ἀτιμίας γέμει τὸ πλουτεῖν, ἐγὼ σαφῶς ἀποδεῖξαι πειράσομαι. Τὴν ψυχὴν αἰσχρὰν ἐργάζεται· τί δὲ τούτου ἀτιμότερον; Εἰπὲ γάρ μοι, εἰ τὸ σῶμα ὡραῖον ἦν, καὶ πάντας νικῶν τῷ κάλλει, ὁ δὲ πλοῦτος προσελθὼν ἐπηγγέλλετο ποιήσειν αἰσχρόν, καὶ ἀντὶ μὲν ὑγιοῦς νοσῶδες, ἀντὶ δὲ κατεσταλμένου φλεγμαῖνον, καὶ πάντα τὰ μέλη ὑδέρου πληρώσας ἐξώγκωσε μὲν τὴν ὄψιν, καὶ πάντοθεν ἐποίησεν οἰδαίνειν, ἐξώγκωσε δὲ πόδας καὶ τῶν δοκῶν βαρυτέρους ἐποίησεν, ἐξώγκωσε δὲ γαστέρα καὶ παντὸς πίθου μείζονα εἰργάσατο, καὶ μετὰ τοῦτο οὐδὲ τοῖς βουλομένοις θεραπεύειν ἐπηγγέλλετο συγχωρήσειν (τοῦτο γὰρ ἡ ἐξουσία), ἀλλὰ τοσαύτην δώσειν ἐλευθερίαν, ὥστε ἄν τις προσείη ἀπάγων τῶν βλαπτόντων κολάσειν αὐτόν· ἆρα ἦν ἄν τι τούτου ὠμότερον, εἰπέ μοι; Οὐκοῦν τὸ πλουτεῖν, ὅταν τὴν ψυχὴν ταῦτα ἐργάζηται, πῶς ἂν εἴη καλόν; Ἀλλ’ ἡ ἐξουσία αὐτῆς τῆς νόσου χαλεπωτέρα· τὸ γὰρ νοσοῦντα μηδὲ νόμοις ἰατρῶν πείθεσθαι, τοῦ νοσεῖν χαλεπώτερον· ὅπερ ὁ πλοῦτος ἔχει, πανταχόθεν φλεγμαίνειν ποιῶν τὴν ψυχήν, καὶ τοὺς ἰατροὺς προσιέναι κωλύων. Ὥστε διὰ τὴν ἐξουσίαν μὴ μακαρίζωμεν τούτους, ἀλλ’ ἐλεῶμεν. Οὐδὲ γὰρ ὑδερικὸν ἰδὼν κατακείμενον, καὶ μηδένα κωλύοντα ἐμφορεῖσθαι πομάτων, ὅσωνπερ ἤθελε, καὶ κρεῶν τῶν βλαπτόντων, ἐμακάρισα ἂν αὐτὸν διὰ τὴν ἐξουσίαν. Οὐ γὰρ πανταχοῦ ἡ ἐξουσία καλόν, ὥσπερ οὖν οὐδὲ αἱ τιμαί· καὶ γὰρ καὶ αὗται φρονήματος πληροῦσι πολλοῦ. Εἰ δὲ τὸ σῶμα οὐκ ἂν εἴλου μετὰ πλούτου ταύτην δέξασθαι τὴν νόσον, πῶς τὴν ψυχὴν περιορᾷς, οὐχὶ τοῦτο μόνον, ἀλλὰ καὶ ἑτέραν κόλασιν δεχομένην; Καὶ γὰρ πυρετοῖς πάντοθεν φλέγεται καὶ φλεγμοναῖς, καὶ τὸν πυρετὸν ἐκεῖνον οὐδεὶς σβέσαι δύναται· οὐ γὰρ ἀφίησιν ὁ πλοῦτος, ἅπερ ἐστὶν ἐλαττώματα, ταῦτα πείσας εἶναι πλεονεκτήματα· οἷον, τὸ μηδενὸς ἀνέχεσθαι, καὶ ἐξουσίᾳ πάντα ποιεῖν. Οὐ γὰρ εὑρήσει τις ἄλλην ψυχὴν τοσούτων γέμουσαν ἐπιθυμιῶν καὶ οὕτως ἀτόπων, ὡς τὰς τῶν βουλομένων πλουτεῖν. Πόσας γὰρ ληρωδίας οὐχ ὑπογράφουσιν ἑαυτοῖς; Μᾶλλον τῶν τοὺς ἱπποκενταύρους ἀναπλαττόντων καὶ τὰς χιμαίρας καὶ τοὺς δρακοντόποδας καὶ τὰς Σκύλλας καὶ τὰ τέρατα, ἴδοι τις ἂν αὐτοὺς ἀναπλάττοντας. Κἂν θελήσῃς αὐτῶν μίαν ἐπιθυμίαν ἀναπλάσαι, οὐδὲν οὔτε σκύλλα οὔτε χίμαιρα οὔτε ἱπποκένταυρος φανήσονται πρὸς τὴν τερατωδίαν ἐκείνην, ἀλλ’ εὑρήσεις πάντα ὁμοῦ ἔχουσαν τὰ θηρία. Καὶ τάχα μέ τις οἰήσεται ἐν πλούτῳ γεγενῆσθαι πολλῷ οὕτως ἐπαληθεύοντα τοῖς γινομένοις. Λέγεταί τις· πρότερον γὰρ ἀπὸ τῶν παρὰ τοῖς Ἕλλησιν ᾀδομένων τὸν λόγον πιστώσομαι· λέγεταί τις παρ’ αὐτοῖς βασιλεὺς τοσοῦτον ἐνυβρίσαι τῇ τρυφῇ, ὥστε πλάτανον ποιῆσαι χρυσῆν, καὶ οὐρανὸν ἄνωθεν, καὶ οὕτω καθίσαι, καὶ ταῦτα ἐπιστρατεύων ἀνθρώποις πολεμεῖν μεμαθηκόσιν. Ἆρα οὐχ ἱπποκενταύρων αὕτη ἡ ἐπιθυμία; ἆρα οὐ Σκύλλης; Ἕτερος πάλιν εἰς βοῦν ξύλινον ἐνέβαλε τοὺς ἀνθρώπους. Ἆρα οὐ Σκύλλα τοῦτο; Τέως δὲ τῶν πρότερον ἐξ ἀνδρὸς γυναῖκα ἐποίησε τὸν βασιλέα, τὸν στρατιώτην· ἀπὸ γυναικός, τί εἴπω; θηρίον ἄλογον, καὶ ἔτι τούτου χεῖρον. Τὰ γὰρ θηρία ὑπὸ δένδρων ἂν ᾖ, ἀνέχονται τῆς φύσεως, καὶ πλέον οὐδὲν ἐπιζητοῦσιν· οὗτος δὲ καὶ τῶν θηρίων τὴν φύσιν ὑπερηκόντισεν. Ἆρα τί γένοιτ’ ἂν τῶν πλουτούντων ἀνοητότερον; Τοῦτο δὲ ἀπὸ τῆς πλεονεξίας τῶν ἐπιθυμιῶν γίνεται. Ἆρα οὐχὶ πολλοὶ θαυμάζουσιν αὐτόν; Τοιγάρτοι τοῦ γέλωτος κοινωνοῦσιν αὐτῷ. Τοῦτο οὐ τὸν πλοῦτον ἐδείκνυ, ἀλλὰ τὴν ἄνοιαν. Πόσῳ τῆς χρυσῆς ἐκείνης πλατάνου ἡ τῆς γῆς βελτίων; τὰ γὰρ κατὰ φύσιν τῶν παρὰ φύσιν ἡδίω. Τί δέ σοι ὁ χρυσοῦς οὐρανὸς ἐβούλετο, ἀνόητε; Ὁρᾷς πῶς μαινομένους ὁ πλοῦτος ποιεῖ ὁ πολύς; πῶς φλεγμαίνει; Οἶμαι αὐτὸν καὶ τὴν θάλατταν ἀγνοεῖν, καὶ τάχα βαδίζειν βούλεσθαι ἐπ’ αὐτῆς. Ἆρα οὐ χίμαιρα ταῦτα; ἆρα οὐχ ἱπποκένταυρος; Ἀλλ’ εἰσὶ καὶ νῦν τινες οἳ οὐδὲ ἐκείνου ἀποδέουσιν, ἀλλὰ πολλῷ ἀνοητότεροι τυγχάνουσιν ὄντες. Τί γάρ, εἰπέ μοι, τῆς χρυσῆς πλατάνου διαφέρουσι κατὰ ἄνοιαν οἱ κεράμια ποιοῦντες χρυσᾶ καὶ χύτρας καὶ ἀλάβαστρα; Τί δὲ αἱ γυναῖκες (αἰσχύνομαι μὲν οὖν, πλὴν ἀναγκαῖον εἰπεῖν), ἀμίδας ἀργυρᾶς ποιοῦσαι; Ὑμᾶς αἰσχύνεσθαι τὰς ταῦτα ποιούσας ἔδει. Τοῦ Χριστοῦ λιμώττοντος, σὺ οὕτω τρυφᾷς; μᾶλλον δὲ ἀνοηταίνεις; ποίαν αὗται κόλασιν οὐ τίσουσιν; Ἔτι οὖν ἐρωτᾷς, διὰ τί λῃσταί, διὰ τί ἀνδροφόνοι, διὰ τί τὰ κακά, οὕτως ὑμᾶς τοῦ διαβόλου παρασύραντος; Τὸ μὲν γὰρ πινάκια ἔχειν ἀργυρᾶ, οὐδὲ τοῦτο μὲν κατὰ φιλόσοφον ψυχήν, ἀλλὰ τρυφῆς τὸ πᾶν· τὸ δὲ καὶ σκεύη ἀκάθαρτα ποιεῖν ἐξ ἀργύρου, ἆρα τρυφῆς; ἀλλ’ οὐκ ἂν εἴποιμι τρυφῆς, ἀλλ’ ἀνοίας· ἀλλ’ οὐδὲ τοῦτο, ἀλλὰ μανίας, μᾶλλον δὲ καὶ μανίας χεῖρον.