# In epistulam ad Colossenses homiliae 1-12 4.1-8

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Colossenses homiliae 1-12, ΟΜΙΛΙΑ Ι.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-colossenses-homiliae-1-12/4.1-8

δ. Οὐκ ἔστι μόνον θαυμαστόν, ὅτι ἁλιεῖς, ὅτι ἰδιῶται ἦσαν οἱ κήρυκες, ἀλλ’ ὅτι καὶ ἕτερα κωλύματα, φύσει κωλύματα ἦσαν, καὶ πλείων γέγονεν ἡ ἐπίδοσις. Οὐ μόνον οὐδὲν ἐκώλυσεν ἡ ἰδιωτεία, ἀλλὰ καὶ αὐτὸ τοῦτο φανερωθῆναι ἐποίησε τὸ κήρυγμα. Ἄκουε γὰρ τοῦ Λουκᾶ λέγοντος· Καὶ καταλαβόμενοι, φησίν, ὅτι ἄνθρωποι ἀγράμματοί εἰσι καὶ ἰδιῶται, ἐθαύμαζον. Οὐ μόνον οὐδὲν ἐκώλυεν ὁ δεσμός, ἀλλὰ καὶ αὐτὸ τοῦτο ἐποίησεν αὐτοὺς θαρσαλεωτέρους. Οὐχ οὕτως ἐθάῤῥουν οἱ μαθηταί, λελυμένου τοῦ Παύλου, ὡς δεδεμένου· Περισσοτέρως γάρ, φησί, τολμᾷν ἀφόβως τὸν λόγον τοῦ θεοῦ λαλεῖν. Ποῦ οἱ ἀντεροῦντες, ὅτι οὐ θεῖον τὸ κήρυγμα; ἡ ἰδιωτεία οὐκ ἦν ἱκανὴ ποιῆσαι καταγνωσθῆναι αὐτούς; οὐκοῦν ἔδει κἀνταῦθα φοβῆσαι αὐτούς; Ἴστε γὰρ ὅτι δύο πάθεσι τούτοις τὸ πλῆθος κατέχεται, κενοδοξίᾳ καὶ δειλίᾳ. Ἡ ἰδιωτεία οὐκ ἠφίει ἐπαισχύνεσθαι· οἱ κίνδυνοι εἰς δειλίαν ἐμβαλεῖν ὤφειλον. Ἀλλὰ θαύματα, φησίν, ἐποίουν. Πιστεύετε οὖν ὅτι ἐποίουν θαύματα. Ἀλλ’ οὐκ ἐποίουν; Τοῦτο μεῖζον θαῦμα τοῦ ποιεῖν, εἰ χωρὶς θαυμάτων προσήγοντο. Ἐδέθη καὶ Σωκράτης παρ’ Ἕλλησι· τί οὖν; οὐκ εὐθέως ἔφυγον εἰς Μέγαρα οἱ μαθηταί; Πάνυ γε· οὐ γὰρ τοὺς περὶ ἀθανασίας ἐδέξαντο λόγους. Ἀλλ’ ὅρα ἐνταῦθα· ἐδέθη Παῦλος, καὶ μᾶλλον ἐθάῤῥουν οἱ μαθηταί· εἰκότως· ἑώρων γὰρ οὐκ ἐμποδιζόμενον τὸ κήρυγμα. Μὴ γὰρ γλῶτταν δύνασαι δῆσαι; ταύτῃ μάλιστα τρέχει. Ὥσπερ γάρ, δρομέως ἂν μὴ δήσῃς τοὺς πόδας, οὐκ ἐκώλυσας τοῦ δρόμου· οὕτω καὶ εὐαγγελιστοῦ ἐὰν μὴ δήσῃς τὴν γλῶτταν, οὐκ ἐκώλυσας τοῦ δρόμου. Καὶ ὥσπερ ἐκεῖνος, ἐὰν δήσῃς τὴν ὀσφὺν, μᾶλλον τρέχει καὶ διαβαστάζεται, οὕτω καὶ οὗτος δεσμούμενος μᾶλλον κηρύττει, καὶ μετὰ πλείονος τῆς παῤῥησίας. Δειλιᾷ ὁ δέσμιος, ὅταν δεσμὸς ᾖ μόνον· ὁ δὲ τοῦ θανάτου καταφρονῶν, πῶς ἂν ἐδέθη; Ταυτὸν ἐποίουν, οἷον ἂν εἰ τὴν σκιὰν ἐδέσμουν Παύλου, καὶ τὸ στόμα αὐτῆς ἐνέφραττον. Σκιομαχία γὰρ ἦν· τοῖς τε γὰρ οἰκείοις ποθεινότερος μᾶλλον ἦν, τοῖς τε ἐχθροῖς αἰδεσιμώτερος, ἅτε ἀνδρείας φέρων ἔπαθλον τὸν δεσμόν. Στέφανος κοσμεῖ κεφαλήν, ἀλλ’ οὐκ αἰσχύνει, ἀλλὰ καὶ λαμπρὸν ποιεῖ. Ἄκοντες ἐστεφάνουν αὐτὸν τῇ ἁλύσει. Εἰπὲ γάρ μοι, σίδηρον εἶχε δεῖσαι ὁ τῶν ἀδαμαντίνων τοῦ θανάτου κατατολμῶν πυλῶν; Ἔλθωμεν εἰς ζῆλον, ἀγαπητοί, τῶν δεσμῶν τούτων. Ὅσαι γυναῖκες χρυσία περίκεισθε, τὰ Παύλου δεσμὰ ποθήσατε. Οὐχ οὕτως ὑμῖν περὶ τὸν τράχηλον τὸ περιδέῤῥαιον ἀπολάμπει, ὡς ἐκείνου περὶ τὴν ψυχὴν ὁ τῶν σιδηρῶν δεσμῶν ἔστιλβε κόσμος. Εἴ τις ἐκεῖνα ποθεῖ, ταῦτα μισείτω. Τίς γὰρ κοινωνία βλακείᾳ πρὸς ἀνδρείαν; καλλωπισμῷ σωματικῷ πρὸς φιλοσοφίαν; Ἐκεῖνα τὰ δεσμὰ ἄγγελοι αἰδοῦνται, τούτων καὶ καταπαίζουσιν· ἐκεῖνα τὰ δεσμὰ πρὸς τὸν οὐρανὸν ἀπὸ τῆς γῆς ἕλκειν εἴωθε, ταῦτα τὰ δεσμὰ πρὸς τὴν γῆν ἀπὸ τοῦ οὐρανοῦ κατάγει. Ὄντως γὰρ ταῦτα δεσμά, οὐκ ἐκεῖνα· ἐκεῖνα κόσμος, ταῦτα δεσμά· ταῦτα μετὰ τοῦ σώματος καὶ τὴν ψυχὴν θλίβει, ἐκεῖνα μετὰ τοῦ σώματος καὶ τὴν ψυχὴν κοσμεῖ. Βούλει μαθεῖν ὅτι ἐκεῖνα κόσμος ἐστίν; Εἰπέ μοι, τίς μᾶλλον ἐπεσπάσατο τοὺς ὁρῶντας, σὺ, ἢ Παῦλος; καὶ τί λέγω, σύ; αὐτὴ ἡ βασιλὶς ἡ πάντα χρυσὸν περικειμένη, οὐκ ἂν μᾶλλον ἐπεσπάσατο τοὺς ὁρῶντας· ἀλλ’ εἰ συνέβη καὶ Παῦλον κατὰ τὸν αὐτὸν καιρὸν δεδεμένον, καὶ τὴν βασιλίδα εἰς τὴν ἐκκλησίαν εἰσελθεῖν, πάντες ἂν ἀπ’ ἐκείνης ἐπὶ τοῦτον μετήγαγον τοὺς ὀφθαλμούς· καὶ εἰκότως. Τὸ γὰρ ὁρᾷν ἄνδρα τῆς φύσεως τῆς ἀνθρωπίνης μείζονα, καὶ οὐδὲν ἔχοντα ἀνθρώπινον, ἀλλ’ ἄγγελον ἐπὶ γῆς, θαυμασιώτερον τοῦ ὁρᾷν γυναῖκα κεκαλλωπισμένην. Ταῦτα μὲν γὰρ καὶ ἐν θεάτροις, καὶ ἐν πομπαῖς, καὶ βαλανείοις, καὶ πολλαχοῦ ἔστιν ἰδεῖν· ἄνθρωπον δὲ δεσμὰ περικείμενον, καὶ νομίζοντα τὸν μέγιστον κόσμον ἔχειν, καὶ οὐκ εἴκοντα τοῖς δεσμοῖς, οὐκ ἔστι γῆς θέαμα ἰδεῖν τὸν ὁρῶντα, ἀλλ’ οὐρανῶν ἄξιον τὸ θέαμα. Ἡ ταῦτα περικειμένη ψυχὴ περισκοπεῖ, τίς εἶδε, τίς οὐκ εἶδε, τύφου πεπλήρωται, φροντίσι κατέχεται, μυρίοις ἑτέροις δέδεται πάθεσιν· ὁ δὲ ἐκεῖνα περικείμενος, ἄτυφος· ἡ ψυχὴ γαυροῦται, πάσης ἀπήλλακται φροντίδος, γεγηθυῖα, πρὸς τὸν οὐρανὸν βλέπουσα, ἐπτερωμένη. Εἴ τίς μοι Παῦλον ἐδίδου ἀπὸ τοῦ οὐρανοῦ διακύπτοντα ἰδεῖν καὶ φωνὴν ἀφιέντα, ἢ ἐκ τοῦ δεσμωτηρίου, ἐκ τοῦ δεσμωτηρίου ἂν εἱλόμην· οἱ γὰρ ἐκ τοῦ οὐρανοῦ πρὸς αὐτὸν ἔρχονται, ὅταν εἰς τὸ δεσμωτήριον ᾗ. Ὁ σύνδεσμος τοῦ κηρύγματος τὰ δεσμὰ Παύλου, ὁ θεμέλιος ἡ ἅλυσις ἐκείνη. Ἐκεῖνα τὰ δεσμὰ ποθήσωμεν.

---

Joannes Chrysostomus, In epistulam ad Colossenses homiliae 1-12. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg161.local001/.
