# In epistulam ad Colossenses homiliae 1-12 4.1-9

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Colossenses homiliae 1-12, ΟΜΙΛΙΑ ΙΒ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-colossenses-homiliae-1-12/4.1-9

δ. Τούτων μνημονεύωμεν τῶν δακρύων· οὕτω τὰς θυγατέρας ἀνατρέφωμεν τὰς ἑαυτῶν, οὕτω τοὺς παῖδας, δακρύοντες ὅταν ἴδωμεν ἐν κακοῖς ὄντας. Ὅσαι ἐρᾶσθαι βούλονται, μνημονευέτωσαν τῶν δακρύων Παύλου, καὶ στεναζέτωσαν· ὅσαι μακαρίζεσθε, ὅσαι ἐν θαλάμοις ἐστέ, ὅσαι ἐν ἡδονῇ, τούτων μνημονεύετε· ὅσοι ἐν πένθει, ἀλλάττεσθε δάκρυα δακρύων. Οὐ τοὺς τεθνεῶτας ἐκεῖνος ἐπένθει, ἀλλὰ τοὺς ἀπολλυμένους καὶ ζῶντας. Εἴπω καὶ ἕτερα δάκρυα; Καὶ Τιμόθεος ἔκλαιε· μαθητὴς γὰρ ἦν τούτου· διὸ καὶ γράφων αὐτῷ ἔλεγε· Μεμνημένος σου τῶν δακρύων, ἵνα χαρᾶς πληρωθῶ. Πολλοὶ καὶ ἐξ ἡδονῆς ὀδύρονται. Οὕτω καὶ ἡδονῆς ἐστι τὸ πρᾶγμα, καὶ ἡδονῆς μάλιστα ἐπιτεταμένης· οὕτως οὐ φορτικὰ τὰ δάκρυα τὰ ἐξ ὀδύνης τοιαύτης, ἀλλὰ καὶ ἐκείνων πολλῷ βελτίονα τῶν δι’ ἡδονὴν κοσμικήν. Ἄκουε τοῦ προφήτου λέγοντος· Ἤκουσε κύριος τῆς φωνῆς τοῦ κλαυθμοῦ μου. Ποῦ γὰρ οὐ χρήσιμον τὸ δάκρυον; ἐν εὐχαῖς, ἐν παραινέσεσιν; Ἡμεῖς δὲ αὐτὰ διαβάλλομεν, οὐκ εἰς ἃ δέδοται κεχρημένοι. Ὅταν ἀδελφὸν παρακαλῶμεν ἁμαρτάνοντα, κλαίειν δεῖ κοπτόμενον καὶ στενάζοντα· ὅταν παραινῶμέν τινι, ὁ δὲ μὴ προσέχῃ, ἀλλ’ ἀπολλύηται, κλαίειν δεῖ. Ταῦτα φιλοσοφίας τὰ δάκρυα· ὅταν μέντοι πένης τις γένηται, ὅταν ἐν νόσῳ ᾖ σωματικῇ, ὅταν ἀποθάνῃ, οὐκέτι· ταῦτα γὰρ οὐ δακρύων ἄξια. Ὥσπερ οὖν καὶ τὸν γέλωτα διαβάλλομεν, ἀκαίρως αὐτῷ κεχρημένοι· οὕτω καὶ τὰ δάκρυα, ἀκαίρως αὐτὰ μεταχειρίζοντες. Ἡ γὰρ ἑκάστου ἀρετὴ τότε φαίνεται, ὅταν πρὸς τὸ ἐπιτήδειον ἔργον ἄγηται· ὅταν δὲ πρὸς τὸ ἀλλότριον, οὐκέτι. Οἷον, ὁ οἶνος πρὸς εὐφροσύνην δέδοται, ἀλλ’ οὐ πρὸς μέθην· ὁ ἄρτος πρὸς τροφήν, ἡ μίξις πρὸς παιδοποιίαν. Ὥσπερ οὖν ταῦτα διαβέβληται παραχρώμενα, οὕτω καὶ τὰ δάκρυα. Ἐπικείσθω νόμος, ἐν εὐχαῖς μόναις καὶ παραινέσεσι κεχρῆσθαι τούτοις· καὶ ὅρα πῶς καὶ ποθεινὸν ἔσται τὸ πρᾶγμα. Οὐδὲν οὕτως ἀποσμήχει τὰ ἁμαρτήματα, ὡς δάκρυα. Καὶ ταύτην τὴν σωματικὴν ὄψιν ὡραίαν δείκνυσι τὰ δάκρυα· πρὸς ἔλεον γὰρ ἐπισπᾶται τὸν ὁρῶντα, σεμνὴν ποιεῖ ἡμῖν αὐτήν. Οὐδὲν ἥδιον ὀφθαλμῶν δεδακρυμένων. Τὸ γὰρ εὐγενέστερον ἐν ἡμῖν μέλος καὶ ὡραιότερον καὶ τῆς ψυχῆς τοῦτό ἐστιν. Ἅτε οὖν ὡς αὐτὴν τὴν ψυχὴν ὁρῶντες ἀποδυρομένην, οὕτω καμπτόμεθα. Ταῦτα ὑμῖν οὐχ ἁπλῶς εἴρηται, ἀλλ’ ὥστε ὑμᾶς μὴ γάμοις, μὴ ὀρχήμασι, μὴ χοροῖς παραγίνεσθαι σατανικοῖς. Ὅρα γὰρ τί εὗρεν ὁ διάβολος· Ἐπειδὴ τῆς σκηνῆς καὶ τῶν ἀσέμνων τῶν ἐκεῖ ἡ φύσις αὐτὴ τὰς γυναῖκας ἀπήγαγεν, εἰς τὴν γυναικωνῖτιν εἰσήγαγε τὰ τοῦ θεάτρου, μαλακοὺς λέγω καὶ πόρνας. Ταύτην τὴν λύμην ὁ τῶν γάμων ἐπεισήγαγε νόμος· μᾶλλον δὲ οὐχ ὁ τοῦ γάμου, μὴ γένοιτο, ἀλλὰ τῆς ἡμετέρας βλακείας. Τί ποιεῖς, ἄνθρωπε; οὐκ οἶδας τί πράττεις. Γυναῖκα ἄγῃ ἐπὶ σωφροσύνῃ καὶ παιδοποιίᾳ· τί οὖν αἱ πόρναι βούλονται; Ἵνα ἡ εὐφροσύνη, φησί, γένηται μείζων. Καὶ μὴν ταῦτα οὐκ ἀφροσύνης; ὑβρίζεις τὴν νύμφην, ὑβρίζεις τὰς κεκλημένας. Εἰ γὰρ τοιούτοις τέρπονται, ὕβρις τὸ πρᾶγμα. Εἰ τὸ γυναῖκας πόρνας ὁρᾷν ἀσχημονούσας φέρει τινὰ φιλοτιμίαν, διὰ τί μὴ καὶ τὴν νύμφην ἕλκεις, ἵνα κἀκείνη θεωρῇ; Πάντως ἄσχημον καὶ αἰσχρόν, μαλακοὺς ἄνδρας καὶ ὀρχουμένους, καὶ πᾶσαν τὴν πομπὴν τὴν σατανικὴν ἐπεισάγειν τῇ οἰκίᾳ. Μνημονεύετέ μου, φησί, τῶν δεσμῶν. Δεσμός ἐστιν ὁ γάμος, δεσμὸς ὡρισμένος παρὰ θεοῦ· λύσις ἡ πόρνη καὶ διάλυσις. Ἔξεστιν ἑτέροις φαιδρύνειν τὸν γάμον, οἷον τραπέζαις πληθούσαις, καὶ ἱματίοις· οὐ περικόπτω ταῦτα, ἵνα μὴ δόξω σφόδρα εἶναι ἄγριος· καίτοι ἤρκεσε τῇ Ῥεβέκκᾳ θέριστρον μόνον· ἀλλ’ οὐ περικόπτω. Ἔξεστιν ἱματίοις φαιδρύνεσθαι, ἔξεστι παρουσίαις αἰδεσίμων ἀνδρῶν, αἰδεσίμων γυναικῶν. Τί τὰ ἐπιχάρματα ἐκεῖνα, τί τὰ τέρατα ἐπεισάγεις; Εἰπὲ ἃ ἀκούεις παρ’ αὐτῶν. Ἀλλ’ ἐρυθριᾷς εἰπεῖν; Σὺ ἐρυθριᾷς, κἀκείνους ἀναγκάζεις ποιεῖν; Εἰ καλόν, διὰ τί μὴ καὶ αὐτὸς ποιεῖς; εἰ δὲ αἰσχρόν, διὰ τί ἕτερον ἀναγκάζεις; Πάντα σωφροσύνης ἐμπεπλῆσθαι δεῖ, πάντα σεμνότητος, πάντα κοσμιότητος· νῦν δὲ τοὐναντίον ὁρῶ, σκιρτῶντας ὡς αἱ κάμηλοι, ὡς αἱ ἡμίονοι. Τῇ παρθένῳ θάλαμος ἐπιτήδειον μόνον. Ἀλλὰ πενιχρά ἐστι, φησίν. Ἐπειδὴ πενιχρά ἐστι, καὶ κόσμιος ὀφείλει εἶναι· ἐχέτω τὸν τρόπον ἀντὶ πλούτου. Οὐκ ἔχει προῖκα ἐπιδοῦναι; τί αὐτὴν καὶ ἑτέρως εὐκαταφρόνητον ποιεῖς ἀπὸ τῆς ἀναστροφῆς; Ἐπαινῶ ὅτι παρθένοι παραγίνονται τὴν ὁμήλικα τιμῶσαι, ὅτι παραγίνονται γυναῖκες τὴν εἰς αὐτὰς καταχθεῖσαν τιμῶσαι· καλῶς τοῦτο ὥρισται. Δύο γάρ εἰσιν οὗτοι χοροί, ὁ τῶν παρθένων, καὶ ὁ τῶν γεγαμημένων· αὗται παραδιδόασιν, ἐκεῖναι δέχονται. Ἡ νύμφη μεταξὺ τούτων ἐστίν, οὔτε παρθένος, οὔτε γυνή· ἐκεῖθεν μὲν γὰρ ἐξέρχεται. ταύτης δὲ ἐπιβαίνει τῆς συμμορίας. Αἱ δὲ πόρναι, διὰ τί; Δέον αὐτὰς ἐγκαλύπτεσθαι ὅταν γάμος ᾖ, δέον αὐτὰς κατορύττεσθαι (φθορὰ γὰρ γάμου πορνεία), ἡμεῖς δὲ ἄγομεν αὐτὰς εἰς γάμους. Καὶ ὅταν μέν τι ποιῆτε, καὶ μέχρι ῥήματος οἰωνίζεσθε τὰ ἐναντία· οἷον, ὅταν σπείρῃς, ὅταν ἀπαντλῇς τῶν ὑποληνίων τὸν οἶνον, τὰ ὀξίνην σημαίνοντα οὐδ’ ἂν ἀποκρίνοιο· ἐνταῦθα δὲ σωφροσύνης γινομένης, ἐπεισάγετε τὴν ὀξίνην; τοῦτο γὰρ ἡ πόρνη. Ὅταν μύρον κατασκευάζητε, οὐδὲν δυσῶδες ἀφίετε πλησιάζειν. Μύρον ἐστὶν ὁ γάμος· τί τοίνυν τὴν τοῦ βορβόρου δυσωδίαν ἐπεισάγεις τῇ τοῦ μύρου κατασκευῇ; Τί λέγεις; ὀρχεῖται ἡ παρθένος, καὶ οὐκ αἰσχύνεται τὴν ὁμήλικα; Ταύτης γὰρ σεμνοτέραν αὐτὴν εἶναι δεῖ· ἐξ ἀγκάλης γε, οὐκ ἐκ παλαίστρας ἐξῆλθε. Φαίνεσθαι γὰρ ὅλως ἐν γάμοις τὴν παρθένον οὐ δεῖ.

---

Joannes Chrysostomus, In epistulam ad Colossenses homiliae 1-12. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg161.local001/.
