# In epistulam ad Colossenses homiliae 1-12 4.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Colossenses homiliae 1-12, ΟΜΙΛΙΑ Α.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-colossenses-homiliae-1-12/4.1

δ. Οὐχ ὁρᾷς τὸ κέρδος ὅσον; ὁ Χριστὸς δι’ αὐτοῦ παραγίνεται, καὶ σὺ ὑπὲρ τούτου μικρολογῇ; τὸν βασιλέα καλῶν ἐπὶ τὴν τράπεζαν, ὑπὲρ τούτων δέδοικας; Ὑποκείσθωσαν τράπεζαι δύο, καὶ ἡ μὲν ἐκ τούτων πεπληρώσθω, καὶ ἐχέτω τυφλοὺς, χωλοὺς, κυλλοὺς τὴν χεῖρα, τὸ σκέλος πεπηρωμένους, ἀνυποδέτους, ἕνα περικειμένους χιτωνίσκον, καὶ τοῦτον ἐκτετριμμένον· ἡ δὲ ἑτέρα ἐχέτω δυνάστας, στρατηγοὺς, τοπάρχας, ἄρχοντας μεγάλους, ἐνδεδυμένους ἱμάτια πολυτελῆ καὶ ὀθόνας λεπτάς, ἐζωσμένους χρυσᾶς ζώνας. Πάλιν ἐνταῦθα ἐν τῇ τῶν πενήτων τραπέζῃ μήτε ἄργυρος ἔστω, μήτε οἶνος πολὺς, ἀλλ’ ὁ ἀρκῶν καὶ εὐφρᾶναι δυνάμενος· τὰ δὲ ἐκπώματα καὶ τὰ λοιπὰ σκεύη ἀπὸ ὑέλου κατεσκευάσθω μόνης· ἐκεῖ δὲ ἐν τῇ τῶν πλουσίων τραπέζῃ ἔστω μὲν σκεύη τὰ πάντα ἐξ ἀργύρου καὶ χρυσοῦ, καὶ μηδὲ εἷς φερέτω τὸ ἡμικύκλιον, ἀλλὰ δύο νεανίαι μόλις αὐτὸ κινείτωσαν· ἔστω δὲ καὶ φιάλη ὑπόχρυσος σταθμὸν ἡμιτάλαντον ἕλκουσα, ὡς δύο νεανίας μόλις αὐτὴν κινεῖν, καὶ οἱ ἀμφορεῖς κείσθωσαν ἐφεξῆς πολλῷ ἄμεινον τοῦ ἀργύρου ἀπολάμποντες τῷ χρυσῷ· ἔστω δὲ καὶ τὸ ἡμικύκλιον ἁπαλῇ στρωμνῇ πάντοθεν ἐστορεσμένον. Πάλιν ἐνταῦθα μὲν ἔστωσαν διάκονοι πολλοί, τῶν ἀνακειμένων οὐχ ἧττον κεκοσμημένοι τοῖς ἱματίοις, καὶ ἐνδεδυμένοι λαμπρῶς, καὶ ἀναξυρίδας ἔχοντες, καλοὶ μὲν ἰδεῖν, αὐτὸ ἄγοντες τῆς ἡλικίας τὸ ἄνθος, σφριγῶντες καὶ εὐσωματοῦντες· ἐκεῖ δὲ δύο μόνοι ἔστωσαν διάκονοι, πάντα τὸν τῦφον τοῦτον πεπατηκότες· καὶ ἔστω τοῖς μὲν τὰ ἐδέσματα πολυτελῆ, τοῖς δὲ τοσαῦτα ὅσα σβέσαι τὸν λιμόν, καὶ εὐφροσύνης ἐμπλῆσαι. Ἆρα εἶπον ἀρκούντως; καὶ μετὰ ἀκριβείας κατεσκευασμέναι ἀμφότεραί εἰσιν αἱ τράπεζαι; μή τι ἐνδεῖ; Ἐγὼ μὲν οὐκ οἶμαι· καὶ γὰρ τοὺς κεκλημένους ἐπῆλθον, καὶ τὴν πολυτέλειαν καὶ τῶν σκευῶν καὶ τῶν στρωμάτων καὶ τῶν ἐδεσμάτων. Πλὴν ἀλλά, καὶ εἴ τι παρελίπομεν, ἐπεξαγαγόντες τὸν λόγον εὑρήσομεν. Φέρε οὖν, ἐπειδὴ τὸ πρόσφορον καλῶς ἡμῖν ἀπέλαβε σχῆμα ἑκάστη τράπεζα, ἴδωμεν ποῦ ὑμεῖς κατακλιθήσεσθε. Ἐγὼ μὲν γὰρ ἐπ’ ἐκείνην ἄπειμι τὴν τῶν τυφλῶν, τὴν τῶν χωλῶν· ὑμῶν δὲ τάχα οἱ πλείους ταύτην αἱρήσονται, τὴν τῶν στρατηγῶν, τὴν φαιδρὰν καὶ λαμπράν. Ἴδωμεν οὖν ποία πλείονος γέμει τῆς ἡδονῆς· μήπω γὰρ τὰ μέλλοντα ἐξετάσωμεν· ἐν ἐκείνοις μὲν γὰρ αὕτη κρατεῖ ἡ ἐμή. Διὰ τί; Ὅτι αὕτη μὲν ἔχει τὸν Χριστὸν ἀνακείμενον, ἐκείνη δὲ ἀνθρώπους· αὕτη τὸν Δεσπότην, ἐκείνη τοὺς δούλους. Ἀλλὰ μήπω ταῦτα, ἀλλ’ ἴδωμεν ποία πλείονα ἔχει τὴν ἡδονὴν τὴν ἐν τῷ παρόντι. Καὶ κατὰ τοῦτο μὲν οὖν πλείων αὕτη ἡ ἡδονή· τὸ γὰρ μετὰ βασιλέως ἀναπεσεῖν, πλείονα φέρει τὴν ἡδονὴν τοῦ μετὰ τῶν οἰκετῶν. Ἀλλὰ καὶ τοῦτο ὑπεξέλωμεν, αὐτὸ καθ’ ἑαυτὸ τὸ πρᾶγμα ἐξετάσωμεν. Οὐκοῦν ἐγώ, καὶ οἱ σὺν ἐμοὶ ταύτην ἑλόμενοι τὴν τράπεζαν, μετὰ πολλῆς τῆς ἐλευθερίας καὶ τῆς θυμηδίας καὶ ἐροῦμεν ἅπαντα, καὶ ἀκουσόμεθα· ὑμεῖς δὲ τρέμοντες καὶ δεδοικότες, καὶ τοὺς ἀνακειμένους αἰδούμενοι, οὐδὲ ἐκτεῖναι χεῖρα τολμήσετε, καθάπερ εἰς παιδαγωγεῖον, ἀλλ’ οὐκ εἰς ἄριστον εἰσελθόντες, καθάπερ δεσπότας δεινοὺς τρέμοντες. Ἀλλ’ οὐκ ἐκεῖνοι οὕτως. Ἀλλὰ τὰ τῆς τιμῆς, φησί, μεγάλα. Καὶ μὴν ἐγὼ ἐν πλείονί εἰμι τιμῇ· ὑμῶν μὲν γὰρ ἡ εὐτέλεια μείζων φαίνεται, ὅταν καὶ τῆς αὐτῆς τραπέζης κοινωνοῦντες, δούλων προβάλλησθε ῥήματα. Καὶ γὰρ ὁ δοῦλος τότε μάλιστα φαίνεται, ὅταν μετὰ τοῦ δεσπότου κατακείμενος ᾖ. Ἐκεῖνος μὲν γάρ, ἔνθα μὴ προσῆκεν αὐτῷ, γίνεται, οὐ τοσαύτην ἀπὸ τῆς οἰκειώσεως ἔχων σεμνότητα, ὅσην τὴν ταπείνωσιν· σφόδρα γὰρ τότε ταπεινοῦται. Καὶ τὸν δοῦλον ἴδοι τις ἂν λαμπρὸν ὄντα καθ’ ἑαυτόν, καὶ τὸν πένητα λαμπρὸν ὄντα καθ’ ἑαυτόν, μὴ ὅταν μετὰ πλουσίου βαδίζῃ· τὸ γὰρ ταπεινόν, ὅταν ἐγγὺς ᾖ τοῦ ὑψηλοῦ, τότε φαίνεται ταπεινόν, καὶ ἡ παράθεσις τὸ ταπεινὸν ταπεινότερον δείκνυσιν, οὐχ ὑψηλότερον. Οὕτω καὶ ὑμᾶς εὐτελεστέρους δείκνυσι τὸ μετ’ ἐκείνων ἀνακεῖσθαι, ἀλλ’ οὐχ ἡμᾶς. Δύο μὲν οὖν τούτοις πλεονεκτοῦμεν, τῇ τε ἐλευθερίᾳ, καὶ τῇ τιμῇ, ὧν οὐδὲν ἴσον εἰς ἡδονῆς λόγον ἐστί. Βουλήσομαι γὰρ ἂν ἔγωγε ἄρτου μεταλαβεῖν μετ’ ἐλευθερίας, ἢ μυρίων ἐδεσμάτων μετὰ δουλείας. Κρεῖσσον γάρ, φησί, ξενισμὸς λαχάνων πρὸς φιλίαν καὶ χάριν, ἢ βοῦς ἀπὸ φάτνης μετ’ ἔχθρας. Ὃ γὰρ ἂν εἴπωσιν ἐκεῖνοι, ἀνάγκη τοὺς παρόντας ἐπαινεῖν, ἢ προσκρούειν, παρασίτων τάξιν ἀναδεδεγμένους, μᾶλλον δὲ ἐκείνων χείρους ὄντας. Τοῖς μὲν γὰρ εἰ καὶ μετ’ αἰσχύνης καὶ τοῦ ὑβρίζεσθαι, ὅμως μέτεστι παῤῥησίας· ὑμῖν δὲ οὐδὲ τούτου. Ἀλλ’ ἡ μὲν εὐτέλεια τοσαύτη· δεδοίκατε γὰρ καὶ κατεπτήχατε· ἡ δὲ τιμὴ οὐκέτι. Οὐκοῦν πάσης μὲν ἡδονῆς ἀπεστέρηται ἡ τράπεζα ἐκείνη, πάσης δὲ αὕτη γέμει θυμηδίας.

---

Joannes Chrysostomus, In epistulam ad Colossenses homiliae 1-12. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg161.local001/.
