# In epistulam ad Colossenses homiliae 1-12 4

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Colossenses homiliae 1-12, ΟΜΙΛΙΑ Η.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-colossenses-homiliae-1-12/4

δ. Τοῦτο καὶ ὁ Χριστός φησιν, Ἐὰν ὁ ὀφθαλμός σου ὁ δεξιὸς σκανδαλίζῃ σε, τουτέστιν, Ἐὰν ἀκολάστως ὁρᾷς, ἔκκοψον αὐτόν· τουτέστι, τὸν λογισμὸν τὸν πονηρόν. Ἐμοὶ δὲ δοκεῖ πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν, ταυτὸ λέγειν, τὴν πορνείαν, διὰ πάντων τούτων ἀπάγων ἡμᾶς τοῦ πράγματος. Πάθος γὰρ ὄντως τοῦτό ἐστι· καὶ καθάπερ τὸ σῶμα πάσχει, ἢ πυρέττει ἢ τραυματίζεται, οὕτω καὶ τοῦτο. Καὶ οὐκ εἶπεν, Ἐπίσχετε, ἀλλά, Νεκρώσατε, ὥστε μηδὲ ἀναστῆναι λοιπόν· καὶ ἀπόθεσθε. Τὸ νεκρούμενον ἀποτιθέμεθα· οἷον, τύλοι ἂν ὦσιν ἐν τῷ σώματι, τὸ σῶμα νεκρόν ἐστι, καὶ ἀποτιθέμεθα αὐτό. Ἀλλὰ ἐὰν μὲν ζῶν κόψῃς, ἀλγηδόνα παρέχει· ἂν δὲ νενεκρωμένον, οὐδὲ αἰσθανόμεθα. Οὕτω δὴ καὶ ἐπὶ τῶν παθῶν· ἀκάθαρτον ποιεῖ τὴν ψυχήν, παθητὴν ποιεῖ τὴν ψυχὴν τὴν ἀθάνατον. Πῶς εἰδωλολατρεία εἴρηται ἡ πλεονεξία, πολλάκις εἰρήκαμεν. Τὰ τυραννοῦντα γὰρ μάλιστα τὸ τῶν ἀνθρώπων γένος, ταῦτά ἐστι, πλεονεξία καὶ ἀκολασία καὶ ἐπιθυμία κακή. Δι’ ἃ ἔρχεται, φησίν, ἡ ὀργὴ τοῦ θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας. υἱοὺς ἀπειθείας λέγει, ἀποστερῶν αὐτοὺς συγγνώμης, καὶ δεικνὺς ὅτι παρὰ τὸ μὴ πεισθῆναι ἐν τούτοις εἰσίν. Ἐν οἷς καὶ ὑμεῖς, φησί, περιεπατήσατέ ποτε, καὶ ἐπείσθητε. Δείκνυσιν αὐτοὺς ἔτι ἐν αὐτοῖς, καὶ ἐγκωμιάζει οὕτω λέγων· Νυνὶ δὲ καὶ ὑμεῖς ἀπόθεσθε τὰ πάντα, ὀργήν, θυμόν, κακίαν. βλασφημίαν, αἰσχρολογίαν. Οὐκ ἐπ’ αὐτοὺς, ἀλλ’ ἐφ’ ἑτέρους προάγει τὸν λόγον, ὥστε μὴ πλῆξαι. Καὶ βλασφημίας δὲ τὰς λοιδορίας λέγει, καθάπερ θυμὸν τὴν πονηρίαν καλεῖ. Ἀλλαχοῦ δὲ ἐντρεπτικῶς, ὅτι Ἀλλήλων ἐσμὲν μέλη. Ὥσπερ δημιουργοὺς αὐτοὺς κατασκευάζει τῶν ἀνθρώπων, τὸν μὲν ῥιπτούντων, τὸν δὲ δεχομένων. Εἶπεν ἐκεῖ, Τὰ μέλη, ἐνταῦθα, Πάντα, φησί, τὴν καρδίαν, τὸν θυμόν, τὸ στόμα, τὴν βλασφημίαν, τοὺς ὀφθαλμοὺς, τὴν πορνείαν, τὴν πλεονεξίαν, χεῖρας καὶ πόδας, ψεῦδος, τὴν διάνοιαν αὐτήν, καὶ τὸν νοῦν τὸν παλαιόν. Μίαν ἔχει μορφὴν βασιλικὴν τὴν τοῦ Χριστοῦ. Δοκοῦσί μοι ἐξ ἐθνῶν εἶναι μᾶλλον οὗτοι, πρὸς οὓς καὶ ἀποτείνεται, δεικνὺς ὅτι μίαν ἔχει μορφὴν βασιλικὴν τὰ μέλη, κἂν ὁ μὲν μείζων ᾗ, ὁ δὲ ἐλάττων. Καθάπερ γὰρ ἡ γῆ ψάμμος οὖσα τὴν οἰκείαν ἀπολλῦσα πρότερον μορφήν, ὕστερον χρυσῆ γίνεται· καὶ καθάπερ τὰ ἔρια, οἷα ἂν ᾖ, ἑτέραν δέχεται ὄψιν, καὶ τὴν προτέραν ἔκρυψεν· οὕτω δὴ καὶ ὁ πιστός. Ἀνεχόμενοι, φησίν, ἀλλήλων. Ἔδειξε τὸ δίκαιον· ἀνέχου σὺ ἐκείνου, καὶ ἐκεῖνός σου· ὅπερ ἐν τῇ πρὸς Γαλάτας φησίν, Ἀλλήλων τὰ βάρη βαστάζετε. Καὶ εὐχάριστοι, φησί, γίνεσθε. Μάλιστα μὲν πανταχοῦ τοῦτο ζητεῖ· τὸ κεφάλαιον τῶν ἀγαθῶν γὰρ τοῦτό ἐστιν.

---

Joannes Chrysostomus, In epistulam ad Colossenses homiliae 1-12. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg161.local001/.
