# In epistulam ad Colossenses homiliae 1-12 5.1-4

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Colossenses homiliae 1-12, ΟΜΙΛΙΑ Ζ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-colossenses-homiliae-1-12/5.1-4

ε. Οἶδα ὅτι πολλοί με κωμῳδοῦσιν ἐπὶ τούτῳ, ἀλλ’ οὐκ ἐπιστρέφομαι, μόνον γενέσθω τι πλέον. Ὄντως ἀνοήτους ποιεῖ τὸ πλουτεῖν καὶ μαινομένους. Εἰ τοσαύτη ἦν ἡ περιουσία, ἐβουλήθησαν ἂν καὶ τὴν γῆν εἶναι χρυσῆν, καὶ τοίχους χρυσοῦς, τάχα καὶ τὸν οὐρανὸν καὶ τὸν ἀέρα ἀπὸ χρυσοῦ. Τίς ἡ μανία, τίς ἡ παρανομία; τίς ὁ πυρετός; Ἕτερος τῷ κρυμῷ διαφθείρεται ὁ κατ’ εἰκόνα θεοῦ, σὺ δὲ τοιαῦτα κατασκευάζεις; Ὢ τοῦ τύφου· τί ἂν πλέον μαινόμενος ἐποίησε; τὰ ἀποπατήματα οὕτω τιμᾷς, ὥστε ἀργύρῳ ὑποδέχεσθαι; Οἶδα ὅτι ναρκᾶτε ἀκούοντες, ἀλλ’ αἱ ποιοῦσαι ναρκᾷν ὀφείλουσι, καὶ οἱ τοῖς τοιούτοις νοσήμασιν ἄνδρες ὑπηρετούμενοι. ἀκολασία γάρ ἐστι καὶ ὠμότης καὶ ἀπανθρωπία καὶ θηριωδία καὶ ἀσέλγεια τοῦτο. Ποία Σκύλλα, ποία χίμαιρα, ποῖος δράκων, μᾶλλον δὲ ποῖος δαίμων, ποῖος διάβολος ταῦτα ἂν ἐποίησε· Τί τοῦ Χριστοῦ ὄφελος; τί δὲ τῆς πίστεως, ὅταν ἀνθρώπων ἀνέχηταί τις Ἑλλήνων, μᾶλλον δὲ οὐχ Ἑλλήνων, ἀλλὰ δαιμόνων; Εἰ χρυσῷ καὶ μαργαρίταις τὴν κεφαλὴν κοσμεῖν οὐ δεῖ, ὁ τῷ ἀργύρῳ εἰς ἀκάθαρτον οὕτως ὑπηρεσίαν κεχρημένος, ποίας συγγνώμης τεύξεται; οὐκ ἀρκεῖ τὰ λοιπά, καίτοι γε οὐδὲ ἐκεῖνα ἀνεκτά, καθέδραι καὶ ὑποπόδια ἐξ ἀργύρου πάντα; καίτοι καὶ ταῦτα ἀνοίας. Ἀλλὰ πανταχοῦ ὁ τῦφος ὁ περισσός, πανταχοῦ ἡ κενοδοξία· οὐδαμοῦ τῆς χρείας, ἀλλὰ πανταχοῦ τῶν περιττῶν. Ἐγὼ δέδοικα μὴ ὑπὸ τῆς μανίας ταύτης προβαῖνον τὸ γυναικεῖον γένος τεράτων ἀναλάβῃ μορφήν· εἰκὸς γὰρ αὐτὰς ἐπιθυμῆσαι καὶ τρίχας ἔχειν χρυσᾶς. Ἢ ὁμολογήσατε ὅτι οὐκ ἐπάθετέ τι πρὸς τὸ λεχθὲν καὶ διανέστητε καὶ εἰς ἐπιθυμίαν ἐνεπέσετε, καὶ εἰ μή γε ἡ αἰσχύνη κατεῖχεν, οὐκ ἂν παρῃτήσασθε. Εἰ γὰρ καὶ τὰ τούτων ἀτοπώτερα τολμᾶτε, πολλῷ μᾶλλον καὶ τρίχας ἔχειν οἶμαι ταύτας ἐπιθυμῆσαι χρυσᾶς, καὶ τὰ χείλη, καὶ τὰς ὀφρῦς, καὶ πάντα χρυσὸν κατατηκούσας οὕτω περιχρίειν. Εἰ δὲ ἀπιστεῖτε καὶ νομίζετε γελῶντά με λέγειν, ἐγὼ διηγήσομαι ὅπερ ἤκουσα, μᾶλλον δὲ καὶ ἔστι νῦν. Ὁ τῶν Περσῶν βασιλεὺς χρυσοῦν ἔχει τὸ γένειον, τῶν περὶ ταῦτα δεινῶν, καθάπερ τῇ κρόκῃ, οὕτω καὶ ταῖς ἐκείνου θριξὶν ἐνελισσόντων τὰ πέταλα τοῦ χρυσοῦ· καὶ ἀνάκειται καθάπερ τέρας. Δόξα σοι, Χριστὲ, πόσων ἐνέπλησας ἀγαθῶν ἡμᾶς, πῶς ἡμᾶς ὑγιαίνειν παρεσκεύασας; πόσης τερατωδίας, πόσης ἀλογίας ἡμᾶς ἀπήλλαξας; Ἰδοὺ προλέγω· οὐκέτι παραινῶ, ἀλλ’ ἐπιτάττω καὶ παραγγέλλω· ὁ βουλόμενος ἀκουέτω, ὁ δὲ μὴ βουλόμενος ἀπειθείτω· ὅτι ἂν ἐπιμένητε ταῦτα ποιοῦσαι, οὐκ ἀνέξομαι οὐδὲ δέξομαι ὑμᾶς οὐδὲ ἀφήσω τῶν οὐδῶν ὑπερβῆναι τούτων. Τί γάρ μοι δεῖ πλήθους νοσούντων; τί δέ, εἰ παιδοτριβῶν ὑμᾶς οὐ κωλύω τὰ μὴ περιττά; Καίτοι γε ὁ Παῦλος ἐκώλυσε, καὶ χρυσὸν καὶ μαργαρίτας. Γελώμεθα παρὰ τῶν Ἑλλήνων, μῦθος εἶναι δοκεῖ τὰ ἡμέτερα. Καὶ τοῖς ἀνδράσι παραινῶ ταῦτα· εἰς διδασκαλεῖον παραγίνῃ, παιδευόμενος φιλοσοφίαν πνευματικήν; περίελε τὸν τῦφον ἐκεῖνον. Τοῦτο καὶ ἀνδράσι παραινῶ καὶ γυναιξί· κἂν ἑτέρως τις ποιῇ, λοιπὸν οὐκ ἀνέχομαι. Δώδεκα ἦσαν οἱ μαθηταί, καὶ ἄκουσον τί φησιν ὁ Χριστὸς πρὸς αὐτούς· Μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν; Ἂν γὰρ διόλου κολακεύωμεν, πότε ἀνακτησόμεθα; πότε ὠφελήσομεν; Ἀλλ’ εἰσί, φησίν, αἱρέσεις ἕτεραι, καὶ μετατίθενται. Ψυχρὸς οὗτος ὁ λόγος· Κρεῖσσον εἷς ποιῶν τὸ θέλημα Κυρίου, ἢ μυρίοι παράνομοι. Ἐπεὶ καὶ σὺ τί βούλει, εἰπέ μοι; μυρίους δραπέτας ἔχειν καὶ κλέπτας οἰκέτας, ἢ ἕνα εὔνουν; Ἰδοὺ παραινῶ καὶ παρεγγυῶ καὶ τὸν καλλωπισμὸν τὸν περὶ τὴν ὄψιν, καὶ τὰ σκεύη τὰ τοιαῦτα συντρίβειν, καὶ πένησι διδόναι, καὶ μὴ οὕτω μεμηνέναι. Ὁ βουλόμενος ἀποπηδάτω, ὁ βουλόμενος ἐγκαλείτω· οὐκ ἀνέχομαι οὐδενός. Ὅταν μέλλω κρίνεσθαι ἐπὶ τοῦ βήματος τοῦ Χριστοῦ, μακρὰν ὑμεῖς ἑστήκατε, καὶ ἡ παρ’ ὑμῶν χάρις εἰς οὐδέν, ἐμοῦ τὰς εὐθύνας παρέχοντος. Ταῦτα τὰ ῥήματα τὰ πάντα διέφθειρεν· ἵνα ἀπέλθῃ, φησίν, καὶ μετατεθῇ πρὸς ἑτέραν αἵρεσιν· ἀσθενής ἐστι, συγκατάβηθι. Μέχρι τίνος; μέχρι πότε; ἅπαξ, καὶ δίς, καὶ τρίς, μὴ διαπαντός. Ἰδοὺ παρεγγυῶ πάλιν, καὶ διαμαρτύρομαι κατὰ τὸν μακάριον Παῦλον, ὅτι ἂν ἔλθω εἰς τὸ πάλιν, οὐ φείσομαι· ὅταν δὲ κατορθώσητε, τότε εἴσεσθε ὅσον τὸ κέρδος, ὅση ἡ ὠφέλεια. Ναί, παρακαλῶ καὶ ἀντιβολῶ, καὶ τῶν γονάτων οὐκ ἂν παραιτησαίμην ἅψασθαι, καὶ ἱκετηρίαν θεῖναι ὑπὲρ τούτου. Τίς ἡ βλακεία; τίς ἡ τρυφή; τίς ἡ ὕβρις; οὐ τρυφὴ τοῦτο, ἀλλ’ ὕβρις. Τίς ἡ ἄνοια; τίς ἡ μανία; Πένητες τοσοῦτοι τὴν ἐκκλησίαν περιεστήκασι, καὶ τέκνα ἔχουσα τοσαῦτα ἡ ἐκκλησία, οὕτω πλουτοῦντα, οὐδενὶ πένητι ἐπαμῦναι δύναται· ἀλλ’ ὁ μὲν πεινᾷ, ὁ δὲ μεθύει· ὁ μὲν καὶ ἐν ἀργύρῳ ἀποπατεῖ, ὁ δὲ οὐδὲ ἄρτου μετέχει. Τίς ἡ μανία; τίς ἡ θηριωδία ἡ τοσαύτη; Γένοιτο μὴ ἐλθεῖν ἡμᾶς εἰς τὴν πεῖραν τοῦ ἐπεξελθεῖν τοῖς ἀπειθοῦσι, μηδὲ εἰς ἀγανάκτησιν τοῦ ταῦτα ἐπιτρέψαι, ἀλλ’ ἑκόντας καὶ ἀνεχομένους ταῦτα πάντα περιστεῖλαι· ἵνα εἰς δόξαν τοῦ θεοῦ ζήσωμεν, καὶ τῆς ἐκεῖ κολάσεως ἀπαλλαγῶμεν, καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτὸν ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ.

---

Joannes Chrysostomus, In epistulam ad Colossenses homiliae 1-12. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg161.local001/.
