# In epistulam ad Colossenses homiliae 1-12 5.1-5

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Colossenses homiliae 1-12, ΟΜΙΛΙΑ Η.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-colossenses-homiliae-1-12/5.1-5

ε. Εὐχαριστῶμεν τοίνυν ἐν πᾶσιν, ὅπερ ἂν γένηται· τοῦτο γὰρ εὐχαριστία. Τὸ μὲν γὰρ ἐν τῇ εὐπραγίᾳ τοῦτο ποιεῖν, οὐ μέγα· αὐτὴ γὰρ τῶν πραγμάτων ἡ φύσις ἐπὶ τοῦτο ὠθεῖ· ὅταν δὲ ἐν τοῖς ἐσχάτοις ὄντες εὐχαριστῶμεν, τότε ἐστὶ θαυμαστόν. Ὅταν γὰρ ἐφ’ οἷς ἕτεροι βλασφημοῦσι καὶ ἀποδυσπετοῦσιν, ἡμεῖς εὐχαριστῶμεν, ὅρα πόση ἡ φιλοσοφία. Πρῶτον, τὸν θεὸν ηὔφρανας· δεύτερον, τὸν διάβολον κατῄσχυνας· τρίτον, καὶ τὸ γενόμενον οὐδὲν ἀπέφηνας· ὁμοῦ γὰρ σύ τε εὐχαριστεῖς, καὶ ὁ θεὸς τὴν ὀδύνην ὑποτέμνεται, καὶ ὁ διάβολος ἀφίσταται. Ἂν μὲν γὰρ ἀποδυσπετήσῃς, ἅτε ἀνύσας ὅπερ ἤθελεν, ἐφέστηκε, καὶ ὁ θεὸς ἅτε βλασφημηθείς, ἐγκαταλιμπάνει, καὶ ἐπιτείνεται τὸ δεινόν· ἐὰν δὲ εὐχαριστήσῃς, ἅτε μηδὲν ὠφελῶν, ἀφίσταται, καὶ ὁ θεὸς ἅτε τιμηθείς, ἀντιτιμᾷ μειζόνως· καὶ οὐκ ἔστιν ἄνθρωπον εὐχαριστοῦντα ἐπὶ τοῖς κακοῖς αἰσθέσθαι τῶν κακῶν. Χαίρει γὰρ ἡ ψυχὴ ἅτε κατορθοῦσα, εὐθέως φαιδρὸν ἔχει τὸ συνειδός, γάννυται τοῖς ἐγκωμίοις τοῖς ἑαυτῆς· τὴν δὲ φαιδρὰν οὐκ ἔνι σκυθρωπὴν εἶναι. Ἐκεῖ δὲ μετὰ τῆς συμφορᾶς καὶ τὸ συνειδὸς ἐπίκειται μαστίζον· ἐνταῦθα δὲ στεφανοῖ καὶ ἀνακηρύττει. Οὐδὲν τῆς γλώττης ἐκείνης ἁγιώτερον τῆς ἐν τοῖς κακοῖς εὐχαριστούσης τῷ θεῷ· ὄντως τῆς τῶν μαρτύρων οὐδὲν ἀποδεῖ· ὁμοίως καὶ αὕτη, κἀκεῖνος στεφανοῦται. Καὶ γὰρ καὶ ταύτῃ ἐφέστηκε δήμιος ἀναγκάζων ἀρνήσασθαι τὸν θεὸν διὰ τῆς βλασφημίας, ἐφέστηκεν ὁ διάβολος δημίοις λογισμοῖς καταξαίνων, ἀθυμίαις σκοτῶν. Ἂν τοίνυν ἐνέγκῃ τὰς ἀλγηδόνας τις, καὶ εὐχαριστήσῃ, μαρτυρίου στέφανον ἔλαχεν. Οἷον, τὸ παιδίον νοσεῖ, καὶ εὐχαριστεῖ τῷ θεῷ· τοῦτο αὐτῇ στέφανος. Πόσης βασάνου οὐ χείρων ἡ ἀθυμία; ἀλλ’ οὐκ ἀναγκάζει ῥῆμα ἐκβαλεῖν πικρόν. Ἀποθνήσκει· πάλιν ηὐχαρίστησε; Γέγονε θυγάτηρ τοῦ Ἀβραάμ. Εἰ γὰρ μὴ τῇ ἰδίᾳ ἔσφαξε χειρί, ἀλλ’ ἐπὶ τῇ θυσίᾳ ἥσθη, ὅπερ ἴσον ἐστίν· οὐ γὰρ ἠγανάκτησε λαμβανομένου τοῦ δώρου. Πάλιν ἐνόσησεν· οὐκ ἐποίησε περίαπτα; Μαρτύριον αὐτῇ λογίζεται· κατέθυσε γὰρ τὸν υἱὸν τῇ γνώμῃ. Τί γάρ, εἰ καὶ μηδὲν ὠφελεῖ ἐκεῖνα, ἀλλ’ ἀπάτης ἐστὶ καὶ χλεύης; ἀλλ’ ὅμως ἦσαν οἱ πείθοντες ὅτι ὠφελεῖ· καὶ εἵλετο μᾶλλον νεκρὸν τὸ παιδίον ἰδεῖν, ἢ εἰδωλολατρείας ἀνασχέσθαι. Ὥσπερ οὖν αὕτη μάρτυς, ἄν τε ἐφ’ ἑαυτῆς, ἄν τε ἐπὶ τοῦ παιδὸς ἐργάζηται τοῦτο, ἄν τε ἐπὶ τοῦ ἀνδρός, ἢ ἑτέρου τινὸς τῶν φιλτάτων· οὕτως ἡ ἑτέρα εἰδωλολάτρις. Δῆλον γὰρ ὅτι ἔθυσεν ἂν, εἰ ἦν θῦσαι· μᾶλλον δὲ ἤδη ἐποίησε τὸ τῆς θυσίας. Τὰ γὰρ περίαπτα, κἂν μυρία φιλοσοφῶσιν οἱ ἐκ τούτων χρηματιζόμενοι, λέγοντες ὅτι τὸν θεὸν καλοῦμεν, καὶ οὐδὲν πλέον ποιοῦμεν, καὶ ὅσα τοιαῦτα, καὶ Χριστιανή ἐστιν ἡ γραῦς καὶ πιστή, εἰδωλολατρεία τὸ πρᾶγμά ἐστι. Πιστὴ εἶ; σφράγισον, εἰπέ. Τοῦτο ἔχω τὸ ὅπλον μόνον, τοῦτο τὸ φάρμακον· ἄλλο δὲ οὐκ οἶδα. Εἰπέ μοι, ἐὰν προσελθὼν ἰατρός, καὶ τὰ τῆς ἰατρικῆς φάρμακα ἀφείς, ἐπᾴδῃ, τοῦτον ἰατρὸν ἐροῦμεν; Οὐδαμῶς· τὰ γὰρ τῆς ἰατρικῆς οὐχ ὁρῶμεν φάρμακα. Οὕτως οὐδὲ ἐνταῦθα τὰ τοῦ Χριστιανισμοῦ. Ἕτεραι δὲ πάλιν ποταμῶν ὀνόματα περιάπτουσι, καὶ μυρία τοιαῦτα τολμῶσιν. Ἰδοὺ λέγω, καὶ προλέγω πᾶσιν ὑμῖν, ὅτι ἐάν τις ἁλῷ, οὐ φείσομαι πάλιν, ἄν τε περίαπτον, ἄν τε ἐπῳδήν, ἄν τε ἄλλο τι τῆς τέχνης τῆς τοιαύτης ποιῇ. Τί οὖν, ἀποθάνῃ, φησί, τὸ παιδίον; Ἂν οὕτω ζήσῃ, τότε ἀπέθανεν· ἂν δὲ ἄνευ ἐκείνων ἀποθάνῃ, τότε ἔζησε. Νῦν δὲ ἂν μὲν πόρναις ἴδῃς προσέχοντα, εὔχῃ κατορυγῆναι, καὶ λέγεις. Τί γὰρ ὄφελος τοῦ ζῇν; ὑπὲρ δὲ σωτηρίας ὁρῶσα κινδυνεύοντα, βούλει ζῶντα ὁρᾷν; Οὐκ ἤκουσας τοῦ Χριστοῦ λέγοντος, ὅτι Ὁ ἀπολέσας τὴν ψυχὴν αὑτοῦ, εὑρήσει αὐτήν· ὁ δὲ εὑρών, ἀπολέσει αὐτήν; πιστεύεις τοῖς εἰρημένοις, ἢ μῦθοί σοι δοκοῦσιν εἶναι; Εἰπὲ δή μοι, ἐὰν εἴπῃ τις, ὅτι Ἀπάγαγε εἰς εἰδωλεῖον, καὶ ζήσεται, ἀνέξῃ; Οὒ, φησί. Διὰ τίς Ὅτι εἰδωλολατρεῖν ἀναγκάζει· ἐνταῦθα δὲ οὐκ ἔστιν εἰδωλολατρεία, ἀλλ’ ἁπλῶς ἐπῳδή, φησίν. Αὕτη γὰρ ἡ σατανικὴ ἔννοια, αὕτη ἡ μεθοδεία ἡ διαβολική, συγκαλύπτειν τὴν πλάνην, καὶ ἐν μέλιτι τὸ δηλητήριον διδόναι φάρμακον. Ἐπειδὴ οἶδεν ἐκεῖθέν σε οὐ πείθων, ταύτην ἐβάδισε τὴν ὁδὸν εἰς περιάμματα καὶ γραώδεις μύθους· καὶ ὁ μὲν σταυρὸς ἠτίμωται, τὰ δὲ γράμματα προτετίμηται· ὁ Χριστὸς ἐκβέβληται, καὶ εἰσάγεται μεθύουσα γραῦς καὶ ληροῦσα· τὸ μυστήριον πεπάτηται τὸ ἡμέτερον, καὶ πλάνη χορεύει τοῦ διαβόλου. Τίνος οὖν ἕνεκεν οὐκ ἐλέγχει, φησίν, ὁ θεός; Τὴν ἀπὸ τῶν τοιούτων βοήθειαν πολλαχοῦ ἤλεγξε, καὶ οὐκ ἔπεισέ σε· λοιπὸν ἀφίησι τῇ πλάνῃ· Παρέδωκε γὰρ αὐτοὺς, φησίν, ὁ θεὸς εἰς ἀδόκιμον νοῦν. Ταῦτα δὲ οὐδ’ ἂν Ἕλλην νοῦν ἔχων ἀνάσχοιτο. Λέγεταί τις δημαγωγός ποτε ἐν Ἀθήναις ταῦτα περιτεθῆναι· εἶτα φιλόσοφός τις ἐκείνου διδάσκαλος ἰδών, ἐπετίμησεν, ἐμέμψατο, ἔδακεν, ἐκωμῴδησεν· ἡμεῖς δὲ οὕτως ἀθλίως διακείμεθα, ὡς καὶ τούτοις πιστεύειν. Καὶ διὰ τί μή εἰσι νῦν οἱ ἀνιστῶντες, φησί, νεκροὺς καὶ ἰάσεις ἐπιτελοῦντες; Διὰ τί, τέως οὐ λέγω· διὰ τί δὲ μή εἰσι νῦν οἱ τῆς παρούσης καταφρονοῦντες ζωῆς; διὰ τί ἐπὶ μισθῷ δουλεύομεν τῷ θεῷ; Ὅτε ἀσθενέστερον διέκειτο ἡ φύσις ἡ ἀνθρωπίνη, ὅτε φυτευθῆναι τὴν πίστιν ἔδει, ἦσαν καὶ τοιοῦτοι πολλοί· νῦν δὲ οὐ βούλεται ἡμᾶς τούτων ἠρτῆσθαι τῶν σημείων, ἀλλ’ ἑτοίμους εἶναι πρὸς θάνατον. Τί τοίνυν τῆς παρούσης ἔχῃ ζωῆς; τί τὰ μέλλοντα οὐχ ὁρᾷς; καὶ ὑπὲρ μὲν ταύτης καὶ εἰδωλολατρεῖν ἀνέχῃ, ὑπὲρ δὲ ἐκείνης οὐδὲ ἀθυμίας κατασχεῖν; Διὰ ταῦτα οὐκ εἰσὶ νῦν τοιοῦτοι, ὅτι ἄτιμος ἡμῖν ἐφάνη ἐκείνη ἡ ζωή, εἴ γε ὑπὲρ μὲν ἐκείνης οὐδὲν πράττομεν, ὑπὲρ δὲ ταύτης οὐδὲν παραιτούμεθα ὑπομένειν. Τί δὲ καὶ ὁ ἄλλος γέλως, σποδὸς καὶ ἀσβόλη καὶ ἅλες; καὶ πάλιν τὸ γραΐδιον εἰς τὸ μέσον. Γέλως ὄντως, καὶ αἰσχύνη. Καὶ ὀφθαλμός, φησίν, ἥρπασε τὸ παιδίον. Μέχρι τίνος ταῦτα τὰ σατανικά; πῶς οὐ γελάσονται Ἕλληνες; πῶς οὐ χλευάσουσιν, ὅταν αὐτοῖς λέγωμεν, Μεγάλη ἡ δύναμις τοῦ σταυροῦ; πῶς πεισθήσονται, ὅταν ὁρῶσι τούτων δεομένους, ὧν αὐτοὶ καταγελῶσι; διὰ ταῦτα ὁ θεὸς ἰατροὺς ἔδωκε καὶ φάρμακα; Τί οὖν, ἂν μὴ θεραπεύωσιν ἐκεῖνοι, ἀλλὰ ἀπέρχηται τὸ παιδίον; Ποῦ ἄπεισιν, εἰπέ μοι, ἄθλιε καὶ ταλαίπωρε; πρὸς τοὺς δαίμονας ἄπεισι; πρός τινα τύραννον ἄπεισιν; οὐχὶ πρὸς τὸν οὐρανὸν ἄπεισιν; οὐχὶ πρὸς τὸν οἰκεῖον Δεσπότην; τί οὖν ἀλγεῖς; τί κλαίεις; τί πενθεῖς; τί τοῦ Δεσπότου σου πλέον τὸ παιδίον φιλεῖς; οὐχὶ δι’ ἐκείνου ἔχεις καὶ τοῦτο; διὰ τί ἀχάριστος εἶ, τὸ δῶρον τοῦ δωρησαμένου πλέον ἀγαπῶν; Ἀλλ’ ἀσθενής εἰμι, φησί, καὶ οὐ φέρω τοῦ θεοῦ τὸν φόβον. Εἰ γὰρ ἐν τοῖς σωματικοῖς κακοῖς τὸ μεῖζον τὸ ἔλαττον κρύπτει, πολλῷ μᾶλλον ἐν τῇ ψυχῇ φόβος εἰ προσῆν, φόβος φόβον ἂν ἔλυσε, καὶ λύπη λύπην. Καλὸν ἦν τὸ παιδίον; Ἀλλ’ οἷον ἂν ᾖ, οὐκ ἔστιν ὡραιότερον τοῦ Ἰσαάκ· μονογενὴς ἦν κἀκεῖνος. Ἐν γήρᾳ σοι γέγονε; Κἀκεῖνος. Ἀλλ’ ἀστεῖόν ἐστιν; Ἀλλ’ οἷον ἂν ᾖ, οὐκ ἔστιν ὡραιότερον τοῦ Μωϋσέως, ὃς καὶ βαρβαρικὴν ὄψιν ἐπεσπάσατο πρὸς πόθον, καὶ ταῦτα ἐν ἐκείνῳ τῆς ἡλικίας τῷ καιρῷ, ἔνθα οὐδέπω φαίνεται ἡ ὥρα· ἀλλ’ ὅμως τὸ φιληθὲν τοῦτο ἔῤῥιπτον εἰς ποταμὸν οἱ γονεῖς. Σὺ μὲν καὶ ὁρᾷς κείμενον, καὶ ταφῇ παραδίδως, καὶ εἰς τὸ σῆμα ἄπει· ἐκεῖνοι δὲ οὐδὲ ᾔδεσαν πότερον ἰχθύσιν ἔσται βορά, πότερον κυσί, πότερον ἑτέρῳ θηρίῳ τῶν κατὰ τὴν θάλατταν βοσκομένων· καὶ ταῦτα ἐποίουν, οὐδέπω περὶ βασιλείας οὐδὲν εἰδότες, οὐδὲ περὶ ἀναστάσεως. Ἀλλ’ οὐκ ἔστι μονογενές, ἀλλὰ μετὰ πολλοὺς καὶ αὐτὸ ἀπῆλθεν; Ἀλλ’ οὐχ οὕτως ὡς ἐπὶ τοῦ Ἰὼβ ἀθρόα ἡ συμφορά, καὶ σκυθρωποτέρα· οὐ στέγης κατενεχθείσης, οὐκ ἀριστώντων μεταξὺ, οὐ τῶν συμφορῶν προαγγελθεισῶν. Ἀλλ’ ἐφιλεῖτο παρὰ σοῦ; Ἀλλ’ οὐχὶ μᾶλλον τοῦ Ἰωσὴφ τοῦ θηριοβρώτου γενομένου· ἀλλ’ ὅμως ἔνεγκε τὴν συμφοράν, καὶ τὴν μετ’ ἐκείνην, καὶ τὴν μετὰ ταύτην. Ὁ πατὴρ ἔκλαυσεν, ἀλλ’ οὐκ ἠσέβησεν· ἐπένθησεν, ἀλλ’ οὐκ ἀπεδυσπέτησεν, ἀλλὰ μέχρι τούτων ἔστη τῶν ῥημάτων, λέγων· Ἰωσὴφ οὐκ ἔστι, Συμεὼν οὐκ ἔστι, καὶ τὸν Βενιαμὶμ λήψεσθε; ἐπ’ ἐμὲ ἐγένετο ταῦτα πάντα. Ὁρᾷς πῶς ἐκεῖνον λιμοῦ τυραννὶς ἔπεισε καταφρονῆσαι τῶν παίδων· παρὰ δὲ σοὶ οὐκ ἰσχύει ὁ τοῦ θεοῦ φόβος ὅσον ὁ λιμός; Κλαῦσον, οὐ κωλύω, ἀλλὰ μηδὲν βλάσφημον μήτε εἴπῃς, μήτε πράξῃς. Οἷος ἐὰν ᾖ ὁ παῖς, οὐκ ἔστι κατὰ τὸν Ἄβελ· ἀλλ’ οὐδὲν τοιοῦτον εἶπεν ὁ Ἀδάμ. Καίτοι χαλεπὴ ἐκείνη ἡ συμφορά· τί γὰρ χαλεπώτερον τοῦ τὸν ἀδελφὸν ἀνῃρηκέναι; Ἀλλὰ γὰρ καὶ ἀδελφοκτόνων εὐκαίρως ἄλλων ἀνεμνήσθην· οἷον ὅτε Ἀβεσσαλὼμ τὸν Ἀμνὼν ἀνεῖλε τὸν πρωτότοκον· καὶ Δαυῒδ ὁ βασιλεὺς ἠγάπα τὸ παιδίον, καὶ ἐν σάκκῳ μὲν ἐκάθητο καὶ σποδῷ. Οὔτε δὲ μάντεις ἤγαγεν, οὔτε ἐπῳδοὺς, καίτοι ἦσαν τότε· καὶ δηλοῖ ὁ Σαούλ· ἀλλὰ τὸν θεὸν ἱκέτευε. Τοῦτο καὶ σὺ ποίει· ὅπερ ὁ δίκαιος ἐποίησε, ποίησον καὶ σύ· τὰ αὐτὰ εἰπὲ ῥήματα, ὅταν ἀποθάνῃ τὸ παιδίον· Ἐγὼ μὲν ἀπελεύσομαι πρὸς αὐτό, αὐτὸ δὲ οὐχ ἥξει πρός με. Τοῦτο φιλοσοφίας, τοῦτο φιλοστοργίας. Ὡς ἂν φιλῇς τὸ παιδίον, οὐ φιλεῖς τοσοῦτον ὅσον ἐκεῖνος τότε· τῷ μακαρίῳ ἐκείνῳ ἤκμαζεν ὁ περὶ τὴν μητέρα πόθος, εἰ καὶ ἐκ μοιχειῶν ἦν. Ἴστε δὲ ὅτι κοινωνεῖ τὰ τικτόμενα τοῦ φίλτρου τῶν τικτόντων. Καὶ τοσοῦτος ὁ ἔρως ἦν, ὡς καὶ κατήγορον αὐτῷ ὃν βούλεσθαι ζῇν· ἀλλ’ ὅμως ηὐχαρίστησε τῷ θεῷ. Τί οἴει πάσχειν τὴν Ῥεβέκκαν, ὅτε ἀδελφὸς ἠπείλησε τῷ Ἰακώβ; οὐκ ἐλύπησε τὸν ἄνδρα, ἀλλ’ ἐκέλευσεν ἀποπέμψαι. Ἐννόησον τὰ τούτων χείρω, ὅταν τι δεινὸν πάθῃς, καὶ ἱκανὴν ἕξεις παραμυθίαν· καὶ λογίζου, τί δέ, εἰ ἐν πολέμῳ τεθνήκοι; τί δέ, εἰ ἐν πυρί; Καὶ ὧν ἐὰν πάθωμεν, τὰ δεινότερα ἐννοῶμεν, καὶ ἕξομεν ἀρκοῦσαν παραμυθίαν· καὶ τοὺς τὰ δεινότερα πεπονθότας ἀεὶ περισκοπῶμεν, καὶ εἰ αὐτοὶ βαρύτερα ἐπάθομέν ποτε. Οὕτω καὶ Παῦλος προτρέπει, ὡς ὅταν λέγῃ· Οὔπω μέχρις αἵματος ἀντικατέστητε πρὸς τὴν ἁμαρτίαν ἀνταγωνιζόμενοι, καὶ πάλιν, Πειρασμὸς ὑμᾶς οὐκ εἴληφεν, εἰ μὴ ἀνθρώπινος. Ὧν οὖν ἂν πάθωμεν, τὰ χείρω περισκοπῶμεν· εὑρήσομεν γάρ, καὶ οὕτως ἐσόμεθα εὐχάριστοι. Πρὸ δὲ πάντων εὐχαριστῶμεν ἐπὶ πᾶσι διηνεκῶς· οὕτω γὰρ καὶ ταῦτα παύσεται, καὶ ἡμεῖς εἰς δόξαν θεοῦ ζήσομεν, καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν ἐπιτευξόμεθα· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ.

---

Joannes Chrysostomus, In epistulam ad Colossenses homiliae 1-12. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg161.local001/.
