Ancient Greek
ΟΜΙΛΙΑ Ι.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Colossenses homiliae 1-12 5.1-6
Not analysed yet
ε. Καὶ πῶς, φησίν, ἔνι; Ἐὰν ταῦτα συντρίψωμεν καὶ διακλάσωμεν. Οὐδὲν ἡμῖν ἀπὸ τούτων ὄφελος τῶν δεσμῶν, ἀλλὰ καὶ βλάβη. Δεσμώτας ἡμᾶς ἐκεῖ δείξει ταῦτα, τὰ δὲ Παύλου δεσμὰ λύσει ἐκεῖνα τὰ δεσμά· ἡ τούτοις ἐνταῦθα δεδεμένη καὶ τοῖς ἀθανάτοις ἐκεῖ δεσμοῖς δεθήσεται χεῖρας καὶ πόδας, ἡ τοῖς Παύλου δεδεμένη ἕξει καθάπερ κόσμον περικείμενον αὐτῇ τότε. Λῦσον καὶ σαυτὴν τοῦ δεσμοῦ, καὶ τὸν πένητα τοῦ λιμοῦ. Τί τῶν ἁμαρτημάτων τὰς σειρὰς ἐπισφίγγεις; Πῶς; φησίν. Ὅταν σὺ μὲν χρυσοφορῇς, ἕτερος δὲ ἀπόλλυται· ὅταν σὺ μὲν ἵνα δόξης τύχῃς τῆς κενῆς, τοσοῦτον λαμβάνῃς χρυσίον, ἕτερος δὲ μηδὲ φαγεῖν ἔχῃ, οὐχὶ τὰς ἁμαρτίας ἐπέσφιγξας; Περίθου τὸν Χριστὸν, καὶ μὴ τὸν χρυσόν· ἔνθα μαμμωνᾶς, ἐκεῖ Χριστὸς οὐκ ἔστιν· ἔνθα Χριστὸς, ἐκεῖ μαμμωνᾶς οὐκ ἔστιν. Οὐ βούλει τὸν Βασιλέα αὐτὸν περικεῖσθαι τῶν πάντων; Εἴ τίς σοι τὴν ἁλουργίδα καὶ τὸ διάδημα ἔδωκεν, οὐκ ἂν ἐδέξω ἀντὶ παντὸς τοῦ χρυσίου; Ἐγώ σοι οὐ τὸν κόσμον δίδωμι τὸν βασιλικόν, ἀλλ’ αὐτὸν περιθέσθαι τὸν Βασιλέα παρέχω. Καὶ πῶς ἄν τις περικέοιτο τὸν Χριστὸν, φησίν; Ἄκουε τοῦ Παύλου λέγοντος· Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε· ἄκουσον τῆς παραινέσεως τῆς ἀποστολικῆς· Τῆς σαρκός, φησί, πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίαν. Οὕτω τις ἐνδύεται τὸν Χριστὸν, μὴ προνοῶν τῆς σαρκὸς εἰς ἐπιθυμίαν. Ἂν τὸν Χριστὸν ἐνδύσῃ, καὶ δαίμονές σε φοβηθήσονται· ἂν δὲ τὸν χρυσόν, καὶ ἄνθρωποι καταγελάσονται· ἐὰν ἐνδύσῃ τὸν Χριστὸν, καὶ ἄνθρωποί σε αἰδεσθήσονται. Βούλει φαίνεσθαι καλὴ καὶ εὐπρεπής; ἀρκέσθητι τοῦ Δημιουργοῦ τῇ πλάσει. Τί τὰ χρυσία ἐπεισάγεις, ὡς διορθωσομένη τοῦ θεοῦ τὸ πλάσμα; Θέλεις εὐπρεπὴς φαίνεσθαι; περιβαλοῦ ἐλεημοσύνην, περιβαλοῦ φιλανθρωπίαν, περιβαλοῦ σωφροσύνην, ἀτυφίαν· ταῦτα πάντα χρυσοῦ τιμιώτερα· ταῦτα καὶ τὴν ὡραίαν εὐπρεπεστέραν ποιεῖ· ταῦτα καὶ τὴν οὐκ εὔμορφον εὔμορφον ἐργάζεται. Ὅταν γάρ τις μετ’ εὐνοίας ὄψιν ὁρᾷ, ἀπὸ ἀγάπης φέρει τὰς ψήφους· τὴν δὲ πονηρὰν οὐ δύναταί τις οὐδὲ καλὴν οὖσαν, καλὴν εἰπεῖν· πεπληγμένη γὰρ ἡ διάνοια οὐ φέρει τὴν ψῆφον ὀρθήν. Ἐκοσμήθη ποτὲ ἡ Αἰγυπτία, ἐκοσμήθη καὶ ὁ Ἰωσήφ· τίς οὖν ἦν ὁ ὡραιότερος; οὐ λέγω ὅτε ἐν τοῖς βασιλείοις ἦν ἐκείνη, οὗτος δὲ ἐν τῷ δεσμωτηρίῳ. Γυμνὸς ἦν οὗτος, ἀλλ’ ἐνεδέδυτο τῆς σωφροσύνης τὰ ἱμάτια· ἐνδεδυμένη ἦν ἐκείνη, ἀλλὰ γυμνῆς ἦν αἰσχροτέρα· σωφροσύνην γὰρ οὐκ εἶχεν. Ὅταν σφοδρῶς κοσμήσῃ, ὦ γύναι, τότε τῆς γυμνῆς αἰσχροτέρα γέγονας· ἀπεδύσω γὰρ τὴν εὐκοσμίαν. Ἦν καὶ ἡ Εὔα γυμνή· ἀλλ’ ὅτε ἐνεδύσατο, τότε ἦν αἰσχροτέρα· ὅτε μὲν γὰρ ἦν γυμνή, κεκόσμητο τῇ δόξῃ τοῦ θεοῦ· ὅτε δὲ τὸ τῆς ἁμαρτίας ἱμάτιον ἐνεδύσατο, τότε ἦν αἰσχρά. Καὶ σὺ τῆς φιλοκοσμίας ἐνδυομένη τὸ ἱμάτιον, τότε αἰσχροτέρα φαίνῃ. Ὅτι γὰρ ἡ πολυτέλεια οὐκ ἀρκεῖ δεῖξαι εὔμορφον, ἀλλ’ ἔστι καὶ ἐνδεδυμένην τῆς γυμνῆς μᾶλλον ἀσχημονεῖν, ἐγὼ ἐρῶ. Εἴ ποτε αὐλητοῦ ἢ χοραύλου σκεύη ἐνεδύσω, ἆρα οὐκ ἦν ἀσχημοσύνη; Καίτοι γε χρυσᾶ τὰ ἱμάτιά εἰσιν· ἀλλὰ διὰ τοῦτο ἀσχημοσύνη, ὅτι χρυσᾶ. Ἡ γὰρ πολυτέλεια τῆς σκηνῆς ἁρμόζει τοῖς τραγῳδοῖς, τοῖς ὑποκριταῖς, τοῖς μίμοις, τοῖς ὀρχησταῖς, τοῖς πρὸς τὰ θηρία μαχομένοις· γυναικὶ δὲ πιστῇ ἕτερα δέδοται ἱμάτια παρὰ τοῦ θεοῦ, αὐτὸς ὁ μονογενὴς τοῦ θεοῦ Παῖς. Ὅσοι γὰρ, φησίν, εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Εἰπέ μοι, εἴ τίς σοι βασιλικὸν ἔδωκεν ἱμάτιον, σὺ δὲ ἐπάνω ἐκείνου τὸ τοῦ εἵλωτος λαβοῦσα περιέθου, ἆρα οὐκ ἂν μετὰ τοῦ ἀσχημονεῖν καὶ ἐκολάσθης; τὸν τοῦ οὐρανοῦ Δεσπότην καὶ τῶν ἀγγέλων ἐνεδύσω, καὶ περὶ τὴν γῆν ἔτι στρέφῃ; Ταῦτά μοι εἴρηται, ὅτι μέγα μὲν καὶ καθ’ ἑαυτὸ κακὸν ἡ φιλοκοσμία, κἂν μηδὲν ἦν ἕτερον ἐντεῦθεν τικτόμενον, ἀλλ’ ἐξῆν ἀκινδύνως ἔχειν (εἰς γὰρ κενοδοξίαν ἀλείφει καὶ τῦφον)· νῦν δὲ καὶ ἕτερα πολλὰ τίκτεται ἐκ τοῦ καλλωπισμοῦ, ὑποψίαι φανεραί, δαπάναι ἄκαιροι, βλασφημίαι, πλεονεξιῶν ὑποθέσεις. Τί γὰρ καλλωπίζῃ, εἰπέ μοι; ἵνα ἀρέσῃς τῷ ἀνδρί; Οὐκοῦν ἐπὶ τῆς οἰκίας τοῦτο ποίει. Ἐνταῦθα δὲ τοὐναντίον γίνεται. Εἰ γὰρ τῷ οἰκείῳ ἀρέσαι θέλεις ἀνδρί, τοῖς ἄλλοις μὴ ἄρεσκε· εἰ δὲ τοῖς ἄλλοις ἀρέσκεις, οὐ δυνήσῃ ἀρέσκειν τῷ οἰκείῳ. Ὥστε πάντα ἀποτίθεσθαι τὸν κόσμον ἔδει εἰς ἀγορὰν ἐμβάλλουσαν, εἰς ἐκκλησίαν προϊοῦσαν. Ἄλλως δέ, μὴ ἀπὸ τούτων ἄρεσκε τῷ ἀνδρί, ἀφ’ ὧν καὶ αἱ πόρναι, ἀλλ’ ἀπὸ τούτου μᾶλλον, ἀφ’ οὗ αἱ γυναῖκες αἱ ἐλεύθεραι. Τίνι γάρ, εἰπέ μοι, διέστηκε γυνὴ πόρνης; Ὅτι ἡ μὲν πρὸς ἓνα μόνον ὁρᾷ, ὅπως τῷ κάλλει τοῦ σώματος ἐφελκύσηται τὸν ἐρώμενον· αὕτη δὲ καὶ οἰκίας προΐσταται, καὶ τέκνων κοινωνεῖ, καὶ τῶν ἄλλων ἁπάντων. Θυγάτριον ἔχεις; ὅρα μὴ διαδέξηται τὴν βλάβην· φιλεῖ γάρ πως πρὸς τὰς ἀνατροφὰς τὰ ἤθη ῥυθμίζεσθαι, καὶ μιμεῖσθαι τὰ τῶν μητέρων ἤθη. Ἔσο ὑπόδειγμα τῇ θυγατρὶ σωφροσύνης, κόσμησαι τὸν κόσμον ἐκεῖνον, καὶ ὅρα πῶς τούτου καταφρονήσεις. Ὄντως γὰρ ἐκεῖνα κόσμος ἐστί, ταῦτα δὲ ἀκοσμία. Ἀρκεῖ τὰ εἰρημένα. Ὁ δὲ θεὸς ὁ τὸν κόσμον ποιήσας, καὶ δοὺς ἡμῖν τὸν τῆς ψυχῆς κόσμον, κοσμήσειεν ἡμᾶς, καὶ τῇ αὑτοῦ δόξῃ ἀμφιάσειεν· ἵνα πάντες ἐν ἀγαθοῖς ἔργοις διαλάμποντες, καὶ εἰς δόξαν αὐτοῦ ζῶντες, δόξαν ἀναπέμψωμεν τῷ πατρὶ καὶ τῷ υἱῷ καὶ τῷ ἁγίῳ πνεύματι.