# In epistulam ad Colossenses homiliae 1-12 5.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Colossenses homiliae 1-12, ΟΜΙΛΙΑ Α.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-colossenses-homiliae-1-12/5.1

ε. Ἀλλὰ καὶ αὐτῶν τῶν ἐδεσμάτων τὴν φύσιν ἐξετάσωμεν. Ἐκεῖ μὲν γὰρ ἀνάγκη καὶ μὴ βουλομένῳ διαῤῥήγνυσθαι τῷ πολλῷ οἴνῳ, ἐνταῦθα δὲ οὐκ ἔνι μὴ βουλόμενον ἐσθίειν καὶ πίνειν. Ὥστε ἐκεῖ μὲν τὴν ἐκ τῆς τῶν σιτίων ποιότητος ἡδονὴν ἥ τε προλαβοῦσα ἀτιμία ἀφαιρεῖται, καὶ ἡ ἐκ τῆς πλησμονῆς ἀηδία. Οὐ γὰρ ἧττον λιμοῦ τὰ σώματα ἡμῖν ἡ πλησμονὴ διαφθείρει καὶ ὀδυνᾷ, ἀλλὰ καὶ πολλῷ χαλεπώτερον· καὶ ὃν ἂν θέλῃς μοι δοῦναι, εὐκολώτερον αὐτὸν διαῤῥηγνύω τῇ πλησμονῇ, τοῦ λιμοῦ. Ὄντως γὰρ τοῦτο ἐκείνου φορητότερον· ὅτι λιμὸν μὲν ἄν τις καὶ εἴκοσιν ἡμέρας ἐνέγκοι, πλησμονὴν δὲ οὐδὲ δύο μόνας· καὶ τούτῳ μὲν προσπαλαίοντες διηνεκῶς οἱ ἐν τοῖς ἀγροῖς, ἐν ὑγείᾳ εἰσὶ καὶ οὐ δέονται ἰατρῶν· ταύτην δέ, τὴν πλησμονὴν λέγω, οὐκ ἂν ἐνέγκοιεν μὴ συνεχῶς καλοῦντες ἰατρούς· μᾶλλον δὲ καὶ τὴν ἐκείνων βοήθειαν ἤλεγξε πολλάκις ἡ ταύτης τυραννίς. Καὶ ἡδονῆς μὲν οὖν ἕνεκεν αὕτη τὰ πρῶτα ἔχει. Εἰ γὰρ ἡ τιμὴ τοῦ ἀτιμάζεσθαι ἡδίων, καὶ τὸ ἐν ἐξουσίᾳ εἶναι τοῦ ὑποτάσσεσθαι, καὶ τὸ θαῤῥεῖν τοῦ τρέμειν καὶ δεδοικέναι, καὶ τὸ τῶν ἀρκούντων ἀπολαύειν τοῦ πέρα τοῦ μέτρου εἰς τὸ τῆς τρυφῆς καταποντίζεσθαι κλυδώνιον, βελτίων ἄρα ἐκείνης αὕτη ἡ τράπεζα καὶ ἡδονῆς ἕνεκεν. Καὶ τὰ τῆς δαπάνης δὲ ἐνταῦθα βελτίονα· ἐκείνη μὲν γὰρ δαπανηρά, αὕτη δὲ οὐκέτι. Ἀλλὰ τί; ἆρα τοῖς ἀνακειμένοις μόνον ἡδίων αὕτη ἡ τράπεζα, ἢ καὶ τῷ καλοῦντι πλείονα αὕτη φέρει τὴν ἡδονὴν ἐκείνης; Τοῦτο γάρ ἐστι τὸ μᾶλλον ζητούμενον ἡμῖν. Οὐκοῦν ὁ μὲν ἐκείνους καλῶν, πρὸ πλειόνων ἡμερῶν παρασκευάζεται, καὶ πράγματα ἔχειν ἀναγκάζεται καὶ φροντίδας καὶ μερίμνας, οὔτε τὰς νύκτας καθεύδων, οὔτε τὰς ἡμέρας ἡσυχάζων· ἀλλὰ ἀναπλάττων ἐν ἑαυτῷ πολλά, μαγείροις διαλεγόμενος, ὀψοποιοῖς, τραπεζοποιοῖς. Εἶτα αὐτῆς τῆς ἡμέρας ἐπιστάσης ἴδοι τις ἂν αὐτὸν μᾶλλον δεδοικότα, ἢ τοὺς μέλλοντας πυκτεύειν, μή τις παρὰ λόγον γένηται, μὴ βασκανίᾳ βληθῇ, μὴ κατηγόρους ἐκεῖθεν λάβῃ πολλούς. Οὗτος δὲ πάσης ταύτης ἀπήλλακται τῆς φροντίδος καὶ τῶν πραγμάτων, αὐτοσχεδιάζων τὴν τράπεζαν, καὶ οὐ πρὸ πολλῶν ἡμερῶν μεριμνῶν. Καὶ μετὰ δὴ ταῦτα οὗτος μὲν εὐθέως τὴν χάριν ἀπώλεσεν· ἐκεῖνος δὲ ἔχει τὸν θεὸν ὀφειλέτην, καὶ χρησταῖς τρέφεται ταῖς ἐλπίσι, καθ’ ἑκάστην ἡμέραν εὐωχούμενος ἀπ’ ἐκείνης τῆς τραπέζης. Τὰ μὲν γὰρ σιτία ἀναλίσκεται, ἡ δὲ χάρις οὐκ ἀναλίσκεται, ἀλλὰ καθ’ ἑκάστην ἡμέραν μᾶλλον χαίρει καὶ γάννυται ἐκείνων τῶν τὸν πολὺν οἶνον ἐμφορηθέντων. Οὐδὲν γὰρ οὕτω τρέφει τὴν ψυχήν, ὡς ἐλπὶς ἀγαθὴ καὶ τὸ χρηστὰ προσδοκᾷν. Ἀλλὰ δὴ τὰ μετὰ ταῦτα ἴδωμεν. Ἐκεῖ μὲν αὐλοὶ καὶ κιθάραι καὶ σύριγγες, ἐνταῦθα δὲ οὐδὲν ἀπηχὲς μέλος· ἀλλὰ τί; ὕμνοι, ψαλμῳδίαι. Ἐκεῖ μὲν οἱ δαίμονες ἀνυμνοῦνται, ἐνταῦθα δὲ ὁ πάντων Δεσπότης θεός. Ὁρᾷς πόσης μὲν αὕτη χάριτος, πόσης δὲ ἀγνωμοσύνης ἐκείνη καὶ ἀναισθησίας γέμει; Εἰπὲ γάρ μοι· ὁ θεός σε ἔθρεψεν ἐκ τῶν ἀγαθῶν αὐτοῦ, καὶ δέον αὐτῷ εὐχαριστεῖν μετὰ τὸ τραφῆναι, σὺ δὲ τοὺς δαίμονας ἐπεισάγεις; τὰ γὰρ διὰ τῶν πηκτίδων οὐδὲν ἄλλο, ἢ δαιμόνων ᾄσματα. Δέον εἰπεῖν, Εὐλογητὸς εἶ, κύριε, ὅτι ἔθρεψάς με ἐκ τῶν ἀγαθῶν σου, σὺ δέ, καθάπερ τις κύων ἄτιμος, οὐδὲ μέμνησαι, ἀλλὰ τοὺς δαίμονας ἐπεισάγεις; Μᾶλλον δὲ οἱ μὲν κύνες λαβόντες καὶ μὴ λαβόντες σαίνουσι τοὺς οἰκείους, σὺ δὲ οὐδὲ τοῦτο. Ὁ κύων καὶ μὴ λαμβάνων σαίνει τὸν δεσπότην, σὺ δὲ καὶ λαβὼν ὑλακτεῖς κατ’ αὐτοῦ. Πάλιν ὁ κύων καὶ εὐεργετούμενος παρὰ τοῦ ἀλλοτρίου, οὐδὲ οὕτω καταλύει τὴν ἔχθραν τὴν πρὸς αὐτόν, οὐδὲ ἐπισπᾶται πρὸς φιλίαν· σὺ δὲ καὶ μυρία πάσχων κακὰ παρὰ τῶν δαιμόνων, ἐπ’ ἄριστα αὐτοὺς εἰσάγεις· ὥστε διπλῇ τοῦ κυνὸς εἶ χείρων. Καλῶς δὲ ἀνεμνήσθην νῦν τῶν κυνῶν πρὸς τοὺς τότε μόνον εὐχαριστοῦντας, ὅταν εὖ πάσχωσιν. Αἰδέσθητε, παρακαλῶ, τοὺς κύνας, οἳ καὶ λιμώττοντες σαίνουσι τοὺς δεσπότας· σὺ δὲ ἂν ἀκούσῃς, ὅτι ὁ δαίμων τινὰ ἐθεράπευσεν, ἀφίης εὐθέως τὸν Δεσπότην, ὦ κυνῶν ἀλογώτερε. Ἀλλ’ αἱ πόρναι, φησίν, ἡδονὴν ἔχουσιν ὁρώμεναι. Ποίαν ἡδονήν; ποίαν δὲ οὐκ ἀτιμίαν; Πορνεῖον γέγονέ σου ἡ οἰκία, μανία καὶ οἶστρος· καὶ οὐκ αἰσχύνῃ ταῦτα ἡδονὴν καλῶν; Ἂν μὲν οὖν ἐξῇ χρήσασθαι πάσῃ ἡδονῇ, μείζων ἡ αἰσχύνη καὶ ἡ ἐκ ταύτης ἀηδία. Πῶς δαί; Οὐ χαλεπὸν τὸ τὴν οἰκίαν πορνεῖον ποιεῖν, καὶ ἥδεσθαι καθάπερ χοίρους ἐγκαλινδουμένους βορβόρῳ; Ἂν δὲ μέχρι τοῦ φανῆναι μόνον, ἰδοὺ πάλιν ὀδύνη μείζων· ἡ γὰρ ὄψις οὐχ ἡδονή, ὅταν ἡ χρῆσις μὴ ᾖ, ἀλλὰ καὶ μείζων ἡ ἐπιθυμία, καὶ σφοδροτέρα ἡ φλόξ. Ἀλλὰ τὸ τέλος βούλει μαθεῖν; Οἱ μὲν τοῖς μαινομένοις καὶ τοῖς παραπλῆξιν ἐοίκασιν ἀπὸ τῆς τραπέζης ἀνιστάμενοι, θρασεῖς, ὀργίλοι, καταγέλαστοι καὶ τοῖς ἀνδραπόδοις· καὶ οἱ μὲν οἰκέται ἀναχωροῦσι νήφοντες, οὗτοι δὲ μεθύοντες. Ὢ τῆς αἰσχύνης. Ἐκεῖ δὲ τοιοῦτον οὐδέν, ἀλλ’ εὐχαριστίᾳ τὴν τράπεζαν κατακλείσαντες, οὕτως ἀναχωροῦσιν οἴκαδε, ἡδόμενοι καθεύδοντες, ἡδόμενοι ἐγειρόμενοι, πάσης αἰσχύνης ἀπηλλαγμένοι καὶ κατηγορίας.

---

Joannes Chrysostomus, In epistulam ad Colossenses homiliae 1-12. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg161.local001/.
