Ancient Greek
Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ, τοῖς ἁγίοις τοῖς οὖσιν ἐν Ἐφέσῳ, καὶ πιστοῖς ἐν Χριστῷ Ἰησοῦ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Ephesios (homiliae 1-24) 1.1
Not analysed yet
Ἰδοὺ τὸ, διὰ, τῷ Πατρὶ δέδωκε. Τί οὖν; ἐλάττονα αὐτὸν ἐροῦμεν; Μηδαμῶς. Τοῖς ἁγίοις, φησὶ, τοῖς οὖσιν ἐν Ἐφέσῳ, καὶ πιστοῖς ἐν Χριστῷ Ἰησοῦ. Ἰδοὺ, ἁγίους καλεῖ, ἄνδρας ἔχοντας καὶ παιδία καὶ γυναῖκας καὶ οἰκέτας. Ὅτι δὲ τούτους οὕτω καλεῖ, δῆλον ἀπὸ τοῦ τέλους τῆς Ἐπιστολῆς, ὡς ὅταν λέγῃ· Αἱ γυναῖκες, τοῖς ἰδίοις ἀνδράσιν ὑποτάσσεσθε· καὶ πάλιν, Τὰ τέκνα, ὑπακούετε τοῖς πατράσιν ὑμῶν· καὶ, Οἱ δοῦλοι, ὑπακούετε τοῖς δεσπόταις. Ἐννοήσωμεν ὅση κατέχει νῦν ἡ ῥᾳθυμία, καὶ πῶς σπανίζει τὰ τῆς ἀρετῆς, καὶ ὅση τότε ἡ φορὰ ἡ τῶν ἐναρέτων, ὡς καὶ τοὺς κοσμικοὺς, ἁγίους καὶ πιστοὺς λέγεσθαι. Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Εἶπε χάριν, καὶ Πατέρα τὸν Θεὸν ἐκάλεσε· τῆς χάριτος γὰρ ἐκείνης τεκμήριον τοῦτο. Πῶς; Ἄκουσον αὐτοῦ ἑτέρωθι λέγοντος· Ὅτι δέ ἐστε υἱοὶ, ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ αὑτοῦ εἰς τὰς καρδίας ὑμῶν, κράζον, Ἀββᾶ, ὁ Πατήρ. Καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Δι' ἡμᾶς γὰρ Χριστὸς γέγονε, καὶ ἐν σαρκὶ ὤφθη. Εὐλογητὸς ὁ Θεὸς, φησὶ, καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἰδοὺ, Θεὸς τοῦ σαρκωθέντος. Εἰ δὲ μὴ βούλει, ἀλλὰ τοῦ Θεοῦ Λόγου Πατήρ. Ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ. Τὴν Ἰουδαϊκὴν ἐνταῦθα αἰνίττεται· εὐλογία μὲν γὰρ ἦν κἀκείνη, ἀλλ' οὐ πνευματική. Τί γὰρ ἔλεγεν; Εὐλογήσαι σε ὁ Θεός· Εὐλογήσει τὰ ἔκγονα τῆς κοιλίας σου, καὶ εὐλογήσει τὴν εἴσοδόν σου καὶ τὴν ἔξοδόν σου. Ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλὰ τί; Ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ. Τί γὰρ ἔτι σοι λείπει; Γέγονας ἀθάνατος, γέγονας ἐλεύθερος, γέγονας υἱὸς, γέγονας δίκαιος, γέγονας ἀδελφὸς, γέγονας συγκληρονόμος, συμβασιλεύεις, συνδοξάζῃ· πάντα σοι κεχάρισται. Πῶς οὐχὶ καὶ σὺν αὐτῷ, φησὶ, τὰ πάντα ἡμῖν χαρίσεται; Ἡ ἀπαρχή σου ὑπὸ ἀγγέλων προσκυνεῖται, ὑπὸ τῶν Χερουβὶμ, ὑπὸ τῶν Σεραφίμ· τί ἔτι λείπει; Ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ. Οὐδὲν σαρκικὸν ἐνταῦθα. Διὰ τοῦτο πάντα ἐξεῖλεν ἐκεῖνα εἰπὼν, Θλῖψιν ἕξετε ἐν τῷ κόσμῳ, πρὸς ταῦτα ἡμᾶς ἀγαγών. Ὥσπερ γὰρ οἱ τὰ σαρκικὰ ἔχοντες, τῶν πνευματικῶν ἀκοῦσαι οὐκ ἠδύναντο· οὕτως οἱ τῶν πνευματικῶν τυγχάνοντες, οὐ δύνανται αὐτῶν ἐπιτυγχάνειν, ἂν μὴ πρότερον τῶν σαρκικῶν ἀποστῶσι. Τί ἐστιν, Εὐλογία πνευματικὴ ἐν τοῖς ἐπουρανίοις; Οὐκ ἐν τῇ γῇ, φησὶ, καθάπερ παρὰ Ἰουδαίοις, Τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε· Εἰς γῆν ῥέουσαν μέλι καὶ γάλα· Εὐλογήσει ὁ Θεὸς τὴν γῆν σου. Ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον, ἀλλὰ τί; Ὁ ἀγαπῶν με, τὰς ἐντολάς μου τηρήσει, καὶ ἐγὼ καὶ ὁ Πατὴρ ἐλευσόμεθα πρὸς αὐτὸν, καὶ μονὴν παρ' αὐτῷ ποιήσομεν. Ὁ ἀκούων μου τοὺς λόγους τούτους, καὶ ποιῶν αὐτοὺς, ὁμοιωθήσεται ἀνδρὶ φρονίμῳ, ὅστις ᾠκοδόμησε τὴν οἰκίαν αὑτοῦ ἐπὶ τὴν πέτραν, καὶ ἔπνευσαν οἱ ἄνεμοι, καὶ ἦλθον οἱ ποταμοὶ, καὶ προσέῤῥηξαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἔπεσε· τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν. Ἡ δὲ πέτρα ποία ἐστὶν, ἀλλ' ἢ τὰ οὐράνια πράγματα, τὰ πάσης μεταβολῆς ἀνώτερα; Ὅστις γὰρ ἂν ὁμολογήσῃ με, φησὶν, ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ αὐτὸν ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς· καὶ, Ὅστις ἀπαρνήσεταί με, ἀρνήσομαι αὐτὸν κἀγώ· καὶ πάλιν, Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται· καὶ πάλιν, Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν· καὶ πάλιν, Μακάριοί ἐστε οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Ὁρᾷς πανταχοῦ τοὺς οὐρανοὺς, οὐδαμοῦ γῆν, οὐδὲ τὰ ἐν τῇ γῇ; Καὶ πάλιν, Ἡμῶν τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καὶ Σωτῆρα ἀπεκδεχόμεθα Κύριον Ἰησοῦν· καὶ πάλιν, Μὴ τὰ ἐπίγεια φρονοῦντες, ἀλλὰ τὰ ἐν τοῖς οὐρανοῖς. Ἐν Χριστῷ Ἰησοῦ. Τουτέστι, διὰ Χριστοῦ Ἰησοῦ, οὐ διὰ Μωϋσέως ἦν αὕτη ἡ εὐλογία. Ὥστε οὐ μόνον τῇ ποιότητι, ἀλλὰ καὶ τῷ μεσίτῃ διαφέρομεν ἡμεῖς, ὥσπερ καὶ ἐν τῇ πρὸς Ἑβραίους φησί· Καὶ Μωϋσῆς μὲν πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὑτοῦ, ὡς θεράπων εἰς μαρτύριον τῶν λαληθησομένων, Χριστὸς δὲ ὡς Υἱὸς ἐπὶ τὸν οἶκον αὑτοῦ, οὗ οἶκός ἐσμεν ἡμεῖς. Καθὼς καὶ ἐξελέξατο ἡμᾶς, φησὶν, ἐν αὐτῷ πρὸ καταβολῆς κόσμου, εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατενώπιον αὐτοῦ. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Δι' οὗ εὐλόγησεν ἡμᾶς, διὰ τούτου καὶ ἐξελέξατο. Αὐτὸς τοίνυν ἡμῖν ἐκεῖ δώσει ἐκεῖνα πάντα, αὐτός ἐστιν ὁ κριτὴς, καὶ ἐρεῖ· Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου· καὶ πάλιν, Ὅπου εἰμὶ ἐγὼ, θέλω ἵνα καὶ οὗτοι ὦσι.