# In epistulam ad Ephesios (homiliae 1-24) 1.1-10

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Ephesios (homiliae 1-24), Τοῦτο οὖν λέγω καὶ μαρτύρομαι ἐν Κυρίῳ, μηκέτι ὑμᾶς περιπατεῖν, καθὼς καὶ τὰ λοιπὰ ἔθνη περιπατεῖ, ἐν ματαιότητι τοῦ νοὸς αὑτῶν, ἐσκοτισμένοι τῇ διανοίᾳ, ὄντες ἀπηλλοτριωμένοι τῆς ζωῆς τοῦ Θεοῦ διὰ τὴν ἄγνοιαν τὴν οὖσαν ἐν αὐτοῖς, διὰ τὴν πώρωσιν τῆς καρδίας αὐτῶν, οἵτινες ἀπηλγηκότες, ἑαυτοὺς παρέδωκαν τῇ ἀσελγείᾳ, εἰς ἐργασίαν ἀκαθαρσίας πάσης ἐν πλεονεξίᾳ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-ephesios-homiliae-1-24/1.1-10

Οὐ πρὸς Ἐφεσίους ταῦτα εἴρηται μόνον, ἀλλὰ καὶ πρὸς ὑμᾶς νῦν λέγεται, καὶ οὐ παρ' ἡμῶν, ἀλλὰ καὶ παρὰ Παύλου, μᾶλλον δὲ οὔτε παρ' ἡμῶν, οὔτε παρὰ Παύλου, ἀλλὰ παρὰ τῆς τοῦ Πνεύματος χάριτος. Ὡς οὖν αὐτῆς ταῦτα φθεγγομένης, οὕτω διακεῖσθαι χρή. Ἄκουε δὲ καὶ τί φθέγγεται· Τοῦτο οὖν λέγω καὶ μαρτύρομαι ἐν Κυρίῳ, μηκέτι ὑμᾶς περιπατεῖν, καθὼς καὶ τὰ λοιπὰ ἔθνη περιπατεῖ, ἐν ματαιότητι τοῦ νοὸς αὑτῶν, ἐσκοτισμένοι τῇ διανοίᾳ, ὄντες ἀπηλλοτριωμένοι τῆς ζωῆς τοῦ Θεοῦ, διὰ τὴν ἄγνοιαν τὴν οὖσαν ἐν αὐτοῖς, διὰ τὴν πώρωσιν τῆς καρδίας αὐτῶν. Εἰ οὖν ἄγνοιά ἐστιν, εἰ πώρωσίς ἐστι, τί ἐγκαλεῖς; τὸν γὰρ ἀγνοοῦντα οὐ κακῶς πάσχειν, οὐδὲ ἐγκαλεῖσθαι, ἀλλὰ μανθάνειν δίκαιόν ἐστιν ἅπερ ἀγνοεῖ. Ἀλλ' ὅρα πῶς αὐτοὺς εὐθέως ἀφαιρεῖται τῆς συγγνώμης. Οἵτινες, φησὶν, ἀπηλγηκότες, ἑαυτοὺς παρέδωκαν τῇ ἀσελγείᾳ, καὶ τῇ ἐργασίᾳ τῆς ἀκαθαρσίας πάσης ἐν πλεονεξίᾳ. Ὑμεῖς δὲ οὐχ οὕτως ἐμάθετε τὸν Χριστόν. Δείκνυσιν ἐνταῦθα ὅτι τῆς πωρώσεως ὁ βίος γέγονεν αὐτοῖς αἴτιος· ὁ δὲ βίος ἐξ οἰκείας γέγονε ῥᾳθυμίας καὶ ἀναλγησίας. Οἵτινες, φησὶν, ἀπηλγηκότες, ἑαυτοὺς παρέδωκαν. Ὅταν οὖν ἀκούσῃς, ὅτι Παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς ἀδόκιμον νοῦν, τούτου μέμνησο τοῦ ῥήματος, ὅτι ἑαυτοὺς παρέδωκαν. Εἰ οὖν ἑαυτοὺς παρέδωκαν, πῶς ὁ Θεὸς παρέδωκεν; εἰ δὲ ὁ Θεὸς αὐτοὺς παρέδωκε, πῶς ἑαυτοὺς παρέδωκαν; Ὁρᾷς τὴν δοκοῦσαν ἐναντίωσιν; Τὸ οὖν, Παρέδωκε, τοῦτό ἐστι, συγκεχώρηκεν. Ὁρᾷς ὅτι οὗ μὴ καθαρὸς βίος, καὶ δογμάτων τοιούτων ἐστὶν ὑπόθεσις; Πᾶς, φησὶν, ὁ φαῦλα πράσσων, μισεῖ τὸ φῶς, καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς. Πῶς γὰρ ἂν δύναιτο μιαρὸς ἀνὴρ, καὶ μᾶλλον τῶν ἐγκαλινδουμένων βορβόρῳ χοίρων τοῖς ἁπασῶν τῶν γυναικῶν σώμασιν ἐμφυρόμενος, καὶ χρημάτων ἐρῶν, καὶ οὐδὲ ὅλως σωφροσύνης ἐφιέμενος, τοῦτον ἀναδέξασθαι τὸν βίον; Ἐργασίαν, φησὶν, ἔθεντο τὸ πρᾶγμα. Ἀπὸ τούτου ἡ πώρωσις, ἀπὸ τούτου ἡ σκοτομήνη τῆς διανοίας. Ἔστι καὶ φωτὸς λάμψαντος ἐσκοτίσθαι, ὅταν οἱ ὀφθαλμοὶ ἀσθενεῖς ὦσιν· ἀσθενεῖς δὲ γίνονται, ἢ χυμῶν ἐπιῤῥοῇ πονηρῶν, ἢ ῥεύματος πλημμύρᾳ. Οὕτω δὴ καὶ ἐνταῦθα, ὅταν ἡ πολλὴ ῥύμη τῶν βιωτικῶν πραγμάτων τὸ διορατικὸν ἡμῶν ἐπικλύσῃ τῆς διανοίας, ἐν σκοτώσει γίνεται· καὶ καθάπερ ἐν ὕδατι κατὰ βάθους κείμενοι, τὸν ἥλιον οὐκ ἂν δυνηθείημεν ὁρᾷν, ὥσπερ τινὸς διαφράγματος τοῦ πολλοῦ ἄνωθεν ἐπικειμένου ὕδατος· οὕτω δὴ καὶ ἐν τοῖς ὀφθαλμοῖς τῆς διανοίας γίνεται πώρωσις τῆς καρδίας, ὅταν μηδεὶς τὴν ψυχὴν κατασείῃ φόβος. Οὐκ ἔστι φόβος Θεοῦ, φησὶν, ἀπέναντι τῶν ὀφθαλμῶν αὐτοῦ. Καὶ πάλιν· Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι Θεός. Πώρωσις δὲ οὐδαμόθεν γίνεται, ἀλλ' ἢ ἀπὸ ἀναισθησίας· τοῦτο διαφράττει τοὺς πόρους. Ὅταν γὰρ ῥεῦμα πεπηγὸς εἰς ἕνα συνάγηται τόπον, νεκρὸν γίνεται τὸ μέλος καὶ ἀναίσθητον· κἂν καύσῃς, κἂν τέμῃς, κἂν ὁτιοῦν ποιῇς, οὐκ αἰσθάνεται. Οὕτω καὶ ἐκεῖνοι ἅπαξ ἑαυτοὺς δόντες τῇ ἀσελγείᾳ, κἂν πυρὸς δίκην, κἂν σιδήρου ἐπαγάγῃς αὑτοῖς τὸν λόγον, οὐδὲν καθάπτεται, οὐδὲν καθικνεῖται αὐτῶν· νενέκρωται γὰρ αὐτῶν ἅπαξ τὸ μέλος· κἂν μὴ τὴν ἀναισθησίαν ἀνέλῃς, ὥστε ὑγιαινόντων ἅψασθαι μελῶν, πάντα εἰκῆ ποιεῖς. Ἐν πλεονεξίᾳ, φησίν. Ἐνταῦθα μάλιστα αὐτῶν τὴν ἀπολογίαν ἀφείλετο. Ἐξῆν γὰρ αὐτοῖς, εἴ γε ἐβούλοντο, μήτε πλεονεκτεῖν, μήτε ἀσελγαίνειν, μήτε γαστρίζεσθαι, καὶ τῶν ἐπιθυμιῶν ἀπολαύειν· ἐξῆν καὶ χρημάτων, ἐξῆν καὶ ἡδονῆς καὶ τρυφῆς μετέχειν μετὰ συμμετρίας· ἀλλ' ἐπειδὴ ἀμέτρως ἐχρήσαντο τῷ πράγματι, πάντα διέφθειραν. Εἰς ἐργασίαν ἀκαθαρσίας, φησίν. Ὁρᾷς πῶς αὐτοὺς ἀποστερεῖ συγγνώμης, ἐργασίαν ἀκαθαρσίας εἰπών; Οὐ παραπεσόντες, φησὶν, ἥμαρτον, ἀλλ' εἰργάζοντο αὐτὰ τὰ δεινὰ, καὶ μελέτῃ τῷ πράγματι ἐκέχρηντο. Ἐν πάσῃ ἀκαθαρσίᾳ. Ἀκαθαρσία πᾶσα μοιχεία, πορνεία, παιδεραστία, φθόνος, πᾶσα ἀκολασία καὶ ἀσέλγεια. Ὑμεῖς δὲ οὐχ οὕτως ἐμάθετε τὸν Χριστὸν, φησὶν, εἴ γε αὐτὸν ἠκούσατε, καὶ ἐν αὐτῷ ἐδιδάχθητε, καθώς ἐστιν ἀλήθεια ἐν τῷ Ἰησοῦ. Τὸ, Εἴ γε αὐτὸν ἠκούσατε, οὐκ ἀμφιβάλλοντός ἐστιν, ἀλλὰ καὶ σφόδρα διαβεβαιουμένου, καθάπερ καὶ ἀλλαχοῦ φησιν· Εἴπερ δίκαιον παρὰ Θεῷ ἀνταποδοῦναι τοῖς θλίβουσιν ὑμᾶς θλῖψιν. Τουτέστιν, Οὐκ ἐπὶ τούτοις ἐμάθετε τὸν Χριστόν. Εἴ γε αὐτὸν ἠκούσατε, καὶ ἐν αὐτῷ ἐδιδάχθητε, καθώς ἐστιν ἀλήθεια ἐν Χριστῷ Ἰησοῦ, ἀποθέσθαι ὑμᾶς κατὰ τὴν προτέραν ἀναστροφὴν τὸν παλαιὸν ἄνθρω πον. Ἄρα καὶ τοῦτο μαθεῖν ἐστι τὸν Χριστὸν, τὸ ὀρθῶς βιοῦν. Ὁ γὰρ πονηρῶς βιῶν, ἀγνοεῖ τὸν Θεὸν, καὶ ἀγνοεῖται παρ' αὐτοῦ. Ἄκουε γὰρ αὐτοῦ ἀλλαχοῦ λέγοντος· Θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται. Καθώς ἐστιν ἀλήθεια ἐν τῷ Ἰησοῦ, ἀποθέσθαι ὑμᾶς κατὰ τὴν προτέραν ἀναστροφὴν τὸν παλαιὸν ἄνθρωπον. Τουτέστιν, Οὐκ ἐπὶ τούτοις συνέθου. Οὐ ματαιότης τὰ παρ' ἡμῖν, ἀλλ' ἀλήθεια· ὥσπερ τὰ δόγματα ἀληθῆ, οὕτω καὶ ὁ βίος. Ματαιότης γὰρ ἡ ἁμαρτία ἐστὶ καὶ ψεῦδος· ὁ δὲ βίος ὁ ὀρθὸς, ἀλήθεια· ἔχει γὰρ καὶ τέλος μέγα· ἡ δὲ ἀκολασία εἰς οὐδὲν τελευτᾷ. Τὸν φθειρόμενον, φησὶν, κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης αὑτοῦ. Ὥσπερ αἱ ἐπιθυμίαι αὐτοῦ φθείρονται, οὕτω καὶ αὐτός.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Ephesios (homiliae 1-24). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg159.local001/.
