# In epistulam ad Ephesios (homiliae 1-24) 1.1-18

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Ephesios (homiliae 1-24), Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσιν ὑμῶν ἐν Κυρίῳ· τοῦτο γάρ ἐστι δίκαιον. Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα, ἥτις ἐστὶν ἐντολὴ πρώτη ἐν ἐπαγγελίᾳ, ἵνα εὖ σοι γένηται, καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-ephesios-homiliae-1-24/1.1-18

Καθάπερ τις σῶμα πλάττων, πρῶτον μὲν τὴν κεφαλὴν, ἔπειτα τὸν αὐχένα, εἶτα τοὺς πόδας τίθησιν, οὕτω καὶ ὁ μακάριος Παῦλος τῷ λόγῳ πρόεισιν. Εἶπε περὶ τοῦ ἀνδρὸς, εἶπε περὶ τῆς γυναικὸς, τῆς δευτέρας ἀρχῆς· χωρεῖ λοιπὸν ὁδῷ βαδίζων ἐπὶ τὴν τρίτην· αὕτη δέ ἐστιν ἡ τῶν παίδων. Τῆς μὲν γὰρ γυναικὸς ἄρχει ὁ ἀνὴρ, τῶν δὲ παίδων ὁ ἀνὴρ καὶ ἡ γυνή. Ὅρα οὖν τί φησι· Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσιν ὑμῶν ἐν Κυρίῳ· αὕτη γάρ ἐστιν ἐντολὴ πρώτη ἐν ἐπαγγελίαις. Οὐδὲ ἐνταῦθα περὶ τοῦ Χριστοῦ διαλέγεται, οὐδὲ περὶ τῶν ὑψηλῶν· ἔτι γὰρ πρὸς ἁπαλὰς διαλέγεται διανοίας· διὸ καὶ βραχεῖαν ποιεῖται τὴν παραίνεσιν, ἅτε οὐ δυναμένων τῶν παίδων μακρῷ παρακολουθῆσαι λόγῳ. Διὰ τοῦτο οὐδὲ περὶ βασιλείας τι διαλέγεται· οὐ γάρ ἐστι τῆς ἡλικίας ἐκείνης ταῦτα ἀκούειν· ἀλλ' ἃ μάλιστα ψυχὴ νηπιώδης ἀκοῦσαι ποθεῖ, ταῦτά φησιν, ὅτι μακροχρόνιος ἔσται. Εἰ γάρ τις ἐξετάζοι, διὰ τί μὴ περὶ βασιλείας διελέχθη, ἀλλὰ τὴν ἐν τῷ νόμῳ κειμένην ἐντολὴν αὐτοῖς ἔθηκεν, ἐροῦμεν, ὅτι ὡς νηπιωδεστέροις οὖσι, καὶ μάλα εἰδὼς ὅτι, τοῦ ἀνδρὸς καὶ τῆς γυναικὸς οὕτω διακειμένων κατὰ τὸν νόμον ὃν ἔθηκεν, οὐ πολλοῦ καμάτου ἐστὶ τὰ παιδία ὑποτάξαι. Ὅταν γὰρ πρᾶγμα τὴν ἀρχὴν καὶ τὴν ὑπόθεσιν λάβῃ καλὴν καὶ ἰσχυρὰν καὶ κοσμίαν, ὁδῷ πάντα καὶ νόμῳ προβαίνει λοιπὸν μετὰ πολλῆς τῆς εὐκολίας. Τὸ γὰρ χαλεπώτερον, τὸ θεμέλιον θέσθαι, καὶ τὴν κρηπῖδα ὑποβαλεῖν. Τὰ τέκνα, ὑπακούετε, φησὶ, τοῖς γονεῦσιν ὑμῶν ἐν Κυρίῳ· τουτέστι, κατὰ Κύριον. Ὁ Θεὸς, φησὶν, οὕτω προσέταξε. Τί οὖν, ἂν ἄτοπα προστάττωσι; Μάλιστα μὲν οὐδέποτε ἐπιτάττει πατὴρ ἄτοπα, κἂν αὐτὸς ἄτοπος ᾖ· πλὴν ἀλλ' ὅμως καὶ οὕτως ἠσφαλίσατο, εἰπών· Ἐν Κυρίῳ· τουτέστιν, ἐν οἷς ἂν μὴ προσκρούσῃς Θεῷ· ὡς ἐὰν Ἕλλην ᾖ, ἢ αἱρετικὸς, οὐκέτι πείθεσθαι δεῖ· οὐ γάρ ἐστιν ἐν Κυρίῳ τὸ πρᾶγμα. Πῶς δέ φησιν, Ἥτις ἐστὶν ἐντολὴ πρώτη; πρώτη γάρ ἐστι τὸ, Οὐ μοιχεύσεις, τὸ, Οὐ φονεύσεις. Οὐ τῇ τάξει εἶπεν αὐτὴν πρώτην, ἀλλὰ τῇ ἐπαγγελίᾳ. Ἐκείναις μὲν οὖν οὐ κεῖται μισθὸς, ἅτε περὶ κακῶν διατεταγμέναις καὶ τῆς τῶν κακῶν ἀναχωρήσεως· ἐν δὲ ταύταις, ἅτε ἀγαθῶν ἐργασίας οὔσης, καὶ ἐπαγγελία κεῖται. Καὶ ὅρα πῶς θαυμαστὴν κρηπῖδα ἔθηκε τῇ τῆς ἀρετῆς ὁδῷ τὴν εἰς τοὺς γονέας τιμὴν καὶ αἰδώ· καὶ εἰκότως· Ἀπαγαγὼν τῶν πονηρῶν πράξεων, καὶ μέλλων εἰς τὰ ἀγαθὰ ἐμβαίνειν, τοῦτο πρῶτον ἐπέταξε, τὴν εἰς τοὺς γονέας λέγω τιμὴν, ἐπειδὴ καὶ πρὸ πάντων τοῦ ζῇν μετὰ τὸν Θεὸν αὐτοὶ γεγόνασιν αἴτιοι. Ὥστε εἰκότως ἂν πρῶτοι τῶν ἡμετέρων ἀπολαύσειαν καλῶν, καὶ τότε οἱ ἄλλοι ἅπαντες ἄνθρωποι. Ἂν γὰρ μὴ τοῦτό τις ἔχῃ, οὐδέποτε περὶ τοὺς ἔξωθεν ἔσται ἐπιεικής. Παραινέσας τοίνυν ἅπερ ἐχρῆν τοῖς παισὶ, μεταβαίνει ἐπὶ τοὺς πατέρας, καί φησι· Καὶ οἱ πατέρες, μὴ παροργίζετε τὰ τέκνα ὑμῶν, ἀλλὰ ἐκτρέφετε αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου. Οὐκ εἶπεν, Ἀγαπᾶτε αὐτά· τοῦτο γὰρ καὶ ἀκόντων αὐτῶν ἡ φύσις ἐπισπᾶται, καὶ περιττὸν ἦν περὶ τῶν τοιούτων νόμον τιθέναι· ἀλλὰ τί φησι; Μὴ παροργίζετε τὰ τέκνα ὑμῶν, οἷον οἱ πολλοὶ ποιοῦσιν, ἀποκληρονόμους ἐργαζόμενοι, καὶ ἀποκηρύκτους ποιοῦντες, καὶ φορτικῶς ἐπικείμενοι, οὐχ ὡς ἐλευθέροις, ἀλλ' ὡς ἀνδραπόδοις. Διὰ τοῦτό φησι· Μὴ παροργίζετε τὰ τέκνα ὑμῶν. Εἶτα τὸ κεφάλαιον πάντων, πῶς ἂν ὑπακούσαιεν δείκνυσιν, εἰς τὴν κεφαλὴν καὶ τὴν ἀρχὴν τὴν αἰτίαν ἅπασαν ἀγαγών. Καὶ καθάπερ ἔδειξε τοῦ τὴν γυναῖκα ὑπακούειν αἴτιον τὸν ἄνδρα γινόμενον (διὸ καὶ τὰ πλείονα αὐτῷ διαλέγεται, τῇ τῆς ἀγάπης τυραννίδι παρακαλῶν αὐτὴν ἐπισπᾶσθαι), οὕτω δὴ καὶ ἐνταῦθα πάλιν εἰς αὐτὸν τὴν αἰτίαν ἀνάγει, λέγων· Ἀλλὰ ἐκτρέφετε αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου. Ὁρᾷς ὅτι τῶν πνευματικῶν ὄντων καὶ τὰ σαρκικὰ ἕψεται; Βούλει εἶναι τὸν υἱὸν πειθήνιον; ἐξ ἀρχῆς αὐτὸν ἔκτρεφε ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου· μὴ νομίσῃς εἶναι περιττὸν τὸ τῶν θείων Γραφῶν αὐτὸν ἐπακούειν· ἐκεῖ γὰρ τοῦτο πρῶτον ἀκούσεται· Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου. Ὥστε ὑπὲρ σοῦ τοῦτο γίνεται. Μὴ εἴπῃς· Τοῦτο μοναζόντων ἐστί· μὴ γὰρ μονάζοντα αὐτὸν ποιῶ; Οὐκ ἔστιν ἀνάγκη γενέσθαι αὐτὸν μονάζοντα. Τί δέδοικας δέος πολλοῦ κέρδους ἀνάμεστον; Χριστιανὸν αὐτὸν ποίησον. Μάλιστα γὰρ τοῖς κοσμικοῖς ἀναγκαῖον τὰ ἐντεῦθεν εἰδέναι διδάγματα, μάλιστα τοῖς παισί. Πολλὴ γὰρ ἡ ἄνοια ἐν ἐκείνῃ τῇ ἡλικίᾳ· τῇ δὲ ἀνοίᾳ προσθήκη γίνεται καὶ τὰ παρὰ τῶν ἔξωθεν λόγων, ὅταν μάθωσιν ἐκεῖ τοὺς παρ' αὐτοῖς θαυμαζομένους ἥρωας, παθῶν δούλους ὄντας καὶ δειλοὺς πρὸς θάνατον· οἷον ὁ Ἀχιλλεὺς ὅταν μετανοῇ, ὅταν ὑπὲρ παλλακίδος ἀποθνήσκῃ, ὅταν ἕτερος μεθύῃ, καὶ ἕτερα πολλὰ τοιαῦτα. Δεῖ τοίνυν αὐτῷ τῶν φαρμάκων τούτων.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Ephesios (homiliae 1-24). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg159.local001/.
