# In epistulam ad Ephesios (homiliae 1-24) 1.1-19

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Ephesios (homiliae 1-24), Οἱ δοῦλοι, ὑπακούετε τοῖς κυρίοις κατὰ σάρκα μετὰ φόβου καὶ τρόμου, ἐν ἁπλότητι καρδίας ὑμῶν, ὡς τῷ Χριστῷ· μὴ κατ' ὀφθαλμοδουλείαν ὡς ἀνθρωπάρεσκοι, ἀλλ' ὡς δοῦλοι τοῦ Χριστοῦ, ποιοῦντες τὸ θέλημα τοῦ Θεοῦ ἐκ ψυχῆς, μετ' εὐνοίας δουλεύοντες ὡς τῷ Κυρίῳ, καὶ οὐκ ἀνθρώποις· εἰδότες ὅτι ἐάν τις ἄνθρωπος ποιήσῃ ἀγαθὸν, τοῦτο κομιεῖται παρὰ τοῦ Κυρίου, εἴτε δοῦλος, εἴτε ἐλεύθερος.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-ephesios-homiliae-1-24/1.1-19

Ὥστε οὐκ ἀνὴρ μόνον, οὔτε γυνὴ, οὔτε παιδία, ἀλλὰ καὶ οἰκετῶν ἀρετὴ συντελεῖ εἰς σύστασιν καὶ πρόστασιν οἰκίας. Διὰ τοῦτο ὁ μακάριος Παῦλος οὐδὲ τούτου τοῦ μέρους ἠμέλησεν· ἀλλ' ἔρχεται μὲν ἔσχατον ἐπ' αὐτὸ, ἐπειδὴ καὶ ἔσχατον κεῖται τῷ ἀξιώματι. Πολλὰ δὲ καὶ πρὸς αὐτοὺς διαλέγεται, οὐκέτι ὡς τοῖς παισὶν, ἀλλὰ πολλῷ τελειότερον· οὐ γὰρ ἐνταῦθα δίδωσιν αὐτοῖς τὴν ὑπόσχεσιν, ἀλλ' ἐν τῷ μέλλοντι. Εἰδότες, φησὶν, ὅτι ὃ ἐάν τι ἕκαστος ποιήσῃ ἀγαθὸν ἢ κακὸν, τοῦτο κομιεῖται παρὰ τοῦ Κυρίου. Καὶ φιλοσοφεῖν ἤδη διδάσκει. Εἰ γὰρ καὶ τῷ ἀξιώματι τῶν παίδων εἰσὶν ἐλάττους, ἀλλὰ τῷ φρονήματι μείζους. Οἱ δοῦλοι, φησὶν, ὑπακούετε τοῖς κυρίοις κατὰ σάρκα. Εὐθέως τὴν λελυπημένην ἀνέστησε ψυχὴν, εὐθέως παρεμυθήσατο. Μὴ ἄλγει, φησὶν, ὅτι ἔλαττον ἔχεις καὶ τῆς γυναικὸς, καὶ τῶν παίδων· ὄνομα δουλείας ἐστὶ μόνον· κατὰ σάρκα ἐστὶν ἡ δεσποτεία, πρόσκαιρος καὶ βραχεῖα· ὅπερ γὰρ ἂν ἦ σαρκικὸν, ἐπίκηρόν ἐστι. Μετὰ φόβου, φησὶ, καὶ τρόμου. Ὁρᾷς ὅτι οὐ τὸν αὐτὸν ἀπαιτεῖ παρὰ γυναικὸς καὶ δούλων φόβον; Ἐκεῖ μὲν γὰρ ἁπλῶς εἶπεν· Ἡ δὲ γυνὴ, ἵνα φοβῆται τὸν ἄνδρα· ἐνταῦθα δὲ μετ' ἐπιτάσεως, Μετὰ φόβου, φησὶ, καὶ τρόμου. Ἐν ἁπλότητι τῆς καρδίας ὑμῶν, ὡς τῷ Χριστῷ. Συνεχῶς τοῦτό φησι. Τί λέγεις, ὦ μακάριε Παῦλε; ἀδελφός ἐστι, τῶν αὐτῶν ἀπέλαυσεν, εἰς τὸ αὐτὸ σῶμα τελεῖ· μᾶλλον δὲ ἀδελφὸς ἐγένετο οὐ τοῦ κυρίου τοῦ ἑαυτοῦ, ἀλλὰ καὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ, τῶν αὐτῶν ἀπολαύει πάντων, καὶ λέγεις, Ὑπακούετε τοῖς κατὰ σάρκα κυρίοις μετὰ φόβου καὶ τρόμου; Διὰ γὰρ τοῦτο, φησὶ, φημί. Εἰ γὰρ τοὺς ἐλευθέρους ἀλλήλοις ὑποτάσσεσθαι κελεύω διὰ τὸν τοῦ Θεοῦ φόβον, καθάπερ ἀνωτέρω ἔλεγεν· Ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ Θεοῦ· εἰ γὰρ τὴν γυναῖκα προστάσσω φοβεῖσθαι τὸν ἄνδρα, καίτοι αὕτη καὶ ὁμότιμός ἐστι· πολλῷ μᾶλλον τὸν οἰκέτην. Οὐ γὰρ δυσγένεια τὸ πρᾶγμά ἐστιν, ἀλλ' ἡ πρώτη εὐγένεια, τὸ εἰδέναι ἐλαττοῦσθαι, καὶ μετριάζειν, καὶ εἴκειν τῷ πλησίον. Καὶ ἐλεύθεροι ἐλευθέροις μετὰ πολλοῦ φόβου καὶ τρόμου ἐδούλευον. Ἐν ἁπλότητι, φησὶ, καρδίας. Καλῶς εἶπεν· ἐπειδὴ ἔνι μετὰ φόβου καὶ τρόμου δουλεύειν, οὐκ ἐξ εὐνοίας δὲ, ἀλλ' ὡς ἂν ἐξῇ. Λανθάνουσι γὰρ πολλοὶ πολλὰ κακουργοῦντες περὶ τοὺς δεσπότας τοὺς αὐτῶν. Καὶ ταύτην γοῦν ἀναιρεῖ τὴν κακουργίαν, λέγων· Ἐν ἁπλότητι τῆς καρδίας ὑμῶν, ὡς τῷ Κυρίῳ. Μὴ κατ' ὀφθαλμοδουλείαν ὡς ἀνθρωπάρεσκοι, ἀλλ' ὡς δοῦλοι τοῦ Χριστοῦ, ποιοῦντες τὸ θέλημα τοῦ Θεοῦ ἐκ ψυχῆς, μετ' εὐνοίας δουλεύοντες, ὡς τῷ Κυρίῳ, καὶ οὐκ ἀνθρώποις. Ὁρᾷς πόσων ἐδεήθη, ὥστε τοῦτο ἐμφυτεῦσαι τὸ καλὸν, τὸ, Μετ' εὐνοίας, λέγω, καὶ ἐκ ψυχῆς; Ἐκεῖνο μὲν γὰρ πολλοὺς ὁρῶμεν τοῖς δεσπόταις παρέχοντας, τὸ τοῦ φόβου καὶ τὸ τοῦ τρόμου λέγω, καὶ πρὸς ἐκεῖνο ἡ τοῦ Δεσπότου ἀπειλὴ πολλὰ ἀνύει· Ἀλλὰ δεῖξον, φησὶν, ὅτι ὡς Χριστοῦ δοῦλος δουλεύεις, οὐχ ὡς ἀνθρώπου· ποίησον εἶναι σὸν τὸ κατόρθωμα. μὴ τῆς ἀνάγκης. Ὥσπερ τὸν παρ' ἑτέρου κακῶς πάσχοντα πείθει καὶ διδάσκει διὰ τῶν ἑξῆς, αὐτοῦ ποιῆσαι τὸ κατόρθωμα καὶ τῆς αὐτοῦ προαιρέσεως· οὔτε καὶ τοῦτον. Ἐπειδὴ γὰρ ὁ πλήξας τὴν σιαγόνα, οὐκ ἀπὸ τῆς διανοίας τῆς τοῦ πληγέντος εἰς τοῦτο ἦλθεν, ἀλλ' ἀπὸ τῆς οἰκείας κακίας, τί φησι; Στρέψον αὐτῷ καὶ τὴν ἄλλην, ἵνα δείξῃς ὅτι καὶ ταύτην οὐκ ἄκων ὑπέστης. Ὁ γὰρ ἐπιδαψιλευσάμενος τῷ παθεῖν κακῶς, καὶ ὅπερ οὐκ ἦν αὐτοῦ, ἐποίησεν ἑαυτοῦ τῷ ῥαπισθῆναι καὶ τὴν ἄλλην σιαγόνα, μὴ τῷ μόνον ἐνεγκεῖν. Τοῦτο μὲν γὰρ ἴσως δόξει καὶ φόβου εἶναι· ἐκεῖνο δὲ φιλοσοφίας πολλῆς. Οὐκοῦν ἔδειξας, ὅτι καὶ τοῦτο διὰ φιλοσοφίαν ἤνεγκας. Ὥστε καὶ νῦν δεῖξον ἐνταῦθα, ὅτι καὶ ταύτην ἑκοντὶ φέρεις τὴν δουλείαν, καὶ οὐχ ὡς ἀνθρωπάρεσκος. Ὁ ἄρα τοιοῦτος, οὐ δοῦλος τοῦ Χριστοῦ· ὁ δὲ δοῦλος τοῦ Χριστοῦ, οὐκ ἀνθρωπάρεσκος. Τίς γὰρ Θεοῦ δοῦλος ὢν, ἀνθρώποις ἀρέσκειν βούλεται; τίς δὲ ἀνθρώποις ἀρέσκων, Θεοῦ δύναται εἶναι δοῦλος; Ἐκ ψυχῆς, φησὶ, μετ' εὐνοίαι δουλεύοντες. Καλῶς οὕτως εἶπεν· ἐπειδὴ γὰρ ἔνι καὶ ἐν ἁπλότητι δουλεύειν, καὶ μὴ κακούργως, μὴ μὴν πάσῃ δυνάμει, ἀλλὰ τὸ ὀφειλόμενον μόνον πληροῦν, διὰ τοῦτό φησιν, ἀπὸ προθυμίας, μὴ ἀπὸ ἀνάγκης, ἀπὸ προαιρέσεως, μὴ ἀπὸ βίας. Ἂν οὕτω δουλεύσῃς, οὐκ εἶ δοῦλος, ἂν ἐκ προαιρέσεως, ἂν μετ' εὐνοίας, ἂν ἀπὸ ψυχῆς, ἂν διὰ τὸν Χριστόν. Ταύτην γὰρ τὴν δουλείαν καὶ Παῦλος δουλεύει ὁ ἐλεύθερος, καὶ βοᾷ λέγων· Οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν, ἀλλὰ Χριστὸν Ἰησοῦν Κύριον, ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ Ἰησοῦν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Ephesios (homiliae 1-24). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg159.local001/.
